Humanitext Reader

パウサニアス · ギリシア案内記 §2.6.1-2.6.7

エポペウスとテーバイの争いおよびシキョンの王統

60 / 465 箇所 · ギリシア語

要旨

コラクス亡き後のエポペウス王の治世とアンティオペを巡るテーバイとの争い、およびその後のラメドンからシキョン王たちへの王位継承の歴史が語られる。

§2.6.1Κόρακος δὲ ἀποθανόντος ἄπαιδος ὑπὸ τοῦτον τὸν καιρὸν Ἐπωπεὺς ἀφικόμενος ἐκ Θεσσαλίας ἔσχε τὴν ἀρχήν.
コラクスがこの時期に子供なくして死んだため、テッサリアからやって来たエポペウスが支配権を得た。
ἐπὶ τούτου βασιλεύοντος στρατόν σφισι πολέμιον λέγουσιν ἐς τὴν χώραν τότε ἐλθεῖν πρῶτον, τὰ πρὸ τοῦ πάντα τὸν χρόνον διατελέσασιν ἐν εἰρήνῃ.
彼が王であったときに、敵の軍勢が初めてその土地にやって来たと彼らは言っているが、それより前の全期間において彼らは平和に過ごし続けていた。
αἰτία δὲ ἥδε·
その原因は以下の通りであった。
Ἀντιόπης ἐν Ἕλλησι τῆς Νυκτέως ὄνομα ἦν ἐπὶ κάλλει, καί οἱ καὶ φήμη προσῆν Ἀσωποῦ θυγατέρα, ὃς τὴν Θηβαΐδα καὶ Πλαταιίδα ὁρίζει, καὶ οὐ Νυκτέως εἶναι.
ギリシア人の中でニュクテウスの娘アンティオペは美貌でその名が知られていた。 そして彼女には、テーバイとプラタイアを分けるアソポス川の娘であり、ニュクテウスの娘ではないという噂もあった。
§2.6.2ταύτην οὐκ οἶδα εἴτε γυναῖκα αἰτήσας εἴτε θρασύτερα ἐξ ἀρχῆς βουλευσάμενος Ἐπωπεὺς ἁρπάζει·
彼女を、エポペウスは妻として求めたのか、それとも最初からより大胆な計画を立てていたのかは分からないが、連れ去った。
ὡς δὲ οἱ Θηβαῖοι σὺν ὅπλοις ἦλθον, ἐνταῦθα τιτρώσκεται μὲν Νυκτεύς, ἐτρώθη δὲ κρατῶν τῇ μάχῃ καὶ Ἐπωπεύς.
テーバイ人が武装してやって来たとき、その場所でニュクテウスは傷を負い、エポペウスも戦闘には勝利したものの傷を負った。
Νυκτέα μὲν δὴ κάμνοντα ὀπίσω κομίζουσιν ἐς Θήβας, καὶ ὡς ἔμελλε τελευτᾶν, Λύκον ἀδελφὸν ὄντα παραδίδωσι Θηβαίων ἐν τῷ παρόντι ἄρχειν·
ニュクテウスは重傷を負ってテーバイへと連れ戻され、死に瀕した際、兄弟であるリュコスに、当面のテーバイの支配を委ねた。
Λάβδακον γὰρ τὸν Πολυδώρου τοῦ Κάδμου παῖδα ἔτι αὐτός τε ἐπετρόπευεν ὁ Νυκτεὺς καὶ τότε ἀπέλιπεν ἐπιτροπεύειν ἐκείνῳ.
というのも、カドモスの息子ポリュドロスの子供であるラブダコスの後見人を、ニュクテウス自身がまだ務めており、そのとき後見人の職をリュコスに遺贈したからである。
τοῦτον οὖν τὸν Λύκον ἱκέτευσε στρατῷ μείζονι ἐπὶ τὴν Αἰγιάλειαν ἐλάσαντα τιμωρήσασθαι μὲν Ἐπωπέα, κακοῦν δὲ εἰ λάβοι καὶ αὐτὴν Ἀντιόπην.
そこで彼はこのリュコスに、より大きな軍勢でアイギアレイアへと進軍してエポペウスに復讐し、もし可能ならアンティオペ自身も捕らえて痛めつけるよう懇願した。
§2.6.3Ἐπωπεὺς δὲ τὸ μὲν παραυτίκα ἐπινίκια ἔθυε καὶ Ἀθηνᾶς ᾠκοδόμει ναόν, ἐπʼ ἐξειργασμένῳ δὲ εὔξατο ἐνδείξασθαι τὴν θεὸν εἴ οἱ τετελεσμένος ἐστὶν ὁ ναὸς κατὰ γνώμην·
エポペウスは差し当たって勝利の犠牲を捧げ、アテナの神殿を建設していたが、完成したのちに、神殿が自分の意に叶うように完成したのであるならば、そのことを示してくださるよう女神に祈った。
μετὰ δὲ τὴν εὐχὴν ἔλαιον λέγουσι ῥυῆναι πρὸ τοῦ ναοῦ.
祈りののちに、神殿の前にオリーブ油が流れ出たと言われている。
ὕστερον δὲ καὶ Ἐπωπέα κατέλαβεν ἀποθανεῖν ὑπὸ τοῦ τραύματος ἀμεληθέντος κατʼ ἀρχάς, ὡς μηδὲν ἔτι Λύκῳ δεῆσαι πολέμου·
しかしのちに、エポペウスも当初その傷を放置していたために傷が原因で死ぬことになり、その結果、リュコスはもはや戦争をする必要がなくなった。
Λαμέδων γὰρ ὁ Κορώνου βασιλεύσας μετὰ Ἐπωπέα ἐξέδωκεν Ἀντιόπην.
エポペウスのあとに王となったコロノスの子ラメドンがアンティオペを引き渡したからである。
ἡ δὲ ὡς ἐς Θήβας ἤγετο τὴν ἐπʼ Ἐλευθερῶν, ἐνταῦθα καθʼ ὁδὸν τίκτει.
彼女がテーバイへ連れて行かれる途中、エレウテライへの道沿いで、そこで彼女は出産した。
§2.6.4καὶ ἐπὶ τούτῳ πεποίηκεν Ἄσιος ὁ Ἀμφιπτολέμου·
これについて、アムピプトレモスの息子アシオスは次のように詩に詠んでいる。
" Ἀντιόπη δʼ ἔτεκε Ζῆθον καὶ Ἀμφίονα δῖον Ἀσωποῦ κούρη ποταμοῦ βαθυδινήεντος, Ζηνί τε κυσαμένη καὶ Ἐπωπέι ποιμένι λαῶν.
"アンティオペはゼトスと神のごときアムピオンを産んだ、深く渦巻く川アソポスの娘であり、ゼウスによって、また人々の牧者エポペウスによって孕まされて。
" Ὅμηρος δὲ σφᾶς ἀνήγαγεν ἐπὶ τὸ σεμνότερον τοῦ γένους καὶ Θήβας φησὶν οἰκίσαι πρώτους, ἀποκρίνων τὴν κάτω πόλιν ἐμοὶ δοκεῖν ἀπὸ τῆς Καδμείας.
"ホメロスは彼らを一族のより高貴な起源へと引き上げ、彼らが最初にテーバイを築いたと言っているが、これは私の考えでは、下の街をカドメイアから区別してのことである。
§2.6.5Λαμέδων δὲ βασιλεύσας ἔγημεν ἐξ Ἀθηνῶν γυναῖκα Φηνὼ Κλυτίου·
ラメドンは王になると、アテナイからクリュティオスの娘ペノを妻に迎えた。
καὶ ὕστερον γενομένου οἱ πολέμου πρὸς Ἄρχανδρον καὶ Ἀρχιτέλην τοὺς Ἀχαιοῦ συμμαχήσοντα ἐπηγάγετο Σικυῶνα ἐκ τῆς Ἀττικῆς, καὶ θυγατέρα τε συνῴκισεν αὐτῷ Ζευξίππην καὶ ἀπὸ τούτου βασιλεύσαντος ἡ γῆ Σικυωνία καὶ Σικυὼν ἀντὶ Αἰγιάλης ἡ πόλις ὠνομάσθη.
そして後になって、アカイオスの息子であるアルカンドロスおよびアルキテレスとの間に戦争が起こったとき、彼はアッティカからシキョンを同盟者として招き入れ、娘のゼウクシッペを彼と結婚させた。 そして、彼が王となったことから、土地はシキョニア、都市はアイギアレの代わりにシキョンと名付けられた。
Σικυῶνα δὲ οὐ Μαραθῶνος τοῦ Ἐπωπέως, Μητίονος δὲ εἶναι τοῦ Ἐρεχθέως φασίν.
しかし、シキョンはエポペウスの息子マラトンの子ではなく、エレクテウスの息子メティオンの子であるとも言われている。
ὁμολογεῖ δέ σφισι καὶ Ἄσιος, ἐπεὶ Ἡσίοδός γε καὶ Ἴβυκος, ὁ μὲν ἐποίησεν ὡς Ἐρεχθέως εἴη Σικυών, Ἴβυκος δὲ εἶναι Πέλοπός φησιν αὐτόν.
アシオスも彼らと一致しているが、ヘシオドスやイビュコスは異なり、ヘシオドスはシキョンがエレクテウスの子であると詠み、イビュコスは彼がペロプスの子であると言っている。
§2.6.6Σικυῶνος δὲ γίνεται Χθονοφύλη, Χθονοφύλης δὲ καὶ Ἑρμοῦ Πόλυβον γενέσθαι λέγουσιν·
シキョンにはクトノピュレが生まれ、クトノピュレとヘルメスの間にポリュボスが生まれたと言われている。
ὕστερον δὲ αὐτὴν Φλίας ὁ Διονύσου γαμεῖ, καί οἱ παῖς Ἀνδροδάμας γίνεται.
のちに彼女は、ディオニュソスの子プリアスと結婚し、彼に息子アンドロダマスが生まれた。
Πόλυβος δὲ Ταλαῷ τῷ Βίαντος βασιλεύοντι Ἀργείων Λυσιάνασσαν τὴν θυγατέρα ἔδωκε·
ポリュボスは、アルゴス人の王であるビアスの子タラオスに、娘のリュシアナサを妻として与えた。
καὶ ὅτε Ἄδραστος ἔφευγεν ἐξ Ἄργους, παρὰ Πόλυβον ἦλθεν ἐς Σικυῶνα καὶ ὕστερον ἀποθανόντος Πολύβου τὴν ἐν Σικυῶνι ἀρχὴν ἔσχεν.
アドラストスがアルゴスから逃亡したとき、ポリュボスのもとを訪ねてシキョンへとやって来て、のちにポリュボスが死ぬとシキョンの支配権を得た。
Ἀδράστου δὲ ἐς Ἄργος κατελθόντος Ἰανίσκος ἀπόγονος Κλυτίου τοῦ Λαμέδοντι κηδεύσαντος ἐλθὼν ἐκ τῆς Ἀττικῆς ἐβασίλευσεν, ἀποθανόντος δὲ Ἰανίσκου Φαῖστος τῶν Ἡρακλέους λεγόμενος παίδων καὶ οὗτος εἶναι.
アドラストスがアルゴスに帰国すると、ラメドンと婚姻関係にあったクリュティオスの末裔イアニスコスがアッティカからやって来て王となり、イアニスコスが死ぬと、ヘラクレスの子供たちの一人と言われるパイストスが王となった。
§2.6.7Φαίστου δὲ κατὰ μαντείαν μετοικήσαντος ἐς Κρήτην βασιλεῦσαι λέγεται Ζεύξιππος Ἀπόλλωνος υἱὸς καὶ νύμφης Συλλίδος.
パイストスが神託に従ってクレータに移住すると、アポロンとニンフ・シュリスの息子ゼウクシッポスが王になったと言われる。
μετὰ δὲ Ζεύξιππον τελευτήσαντα Ἀγαμέμνων στρατὸν ἤγαγεν ἐπὶ Σικυῶνα καὶ τὸν βασιλέα Ἱππόλυτον Ῥοπάλου παῖδα τοῦ Φαίστου·
ゼウクシッポスの死後、アガメムノンがシキョンおよび、パイストスの子ロパロスの息子である王ヒッポリュトスに軍を率いて攻めてきた。
δείσας δὲ τὸν στρατὸν ἐπιόντα Ἱππόλυτος συνεχώρησεν Ἀγαμέμνονος κατήκοος καὶ Μυκηναίων εἶναι.
押し寄せる軍勢を恐れたヒッポリュトスは、アガメムノンとマイケナイ人に従うことに同意した。
Ἱππολύτου δὲ ἦν τούτου Λακεστάδης.
このヒッポリュトスにはラケスタデスがいた。
Φάλκης δὲ ὁ Τημένου καταλαβὼν νύκτωρ Σικυῶνα σὺν Δωριεῦσι κακὸν μὲν ἅτε Ἡρακλείδην καὶ αὐτὸν ἐποίησεν οὐδέν, κοινωνὸν δὲ ἔσχε τῆς ἀρχῆς.
ティメノスの子パルケスが、ドリス人たちとともに夜間にシキョンを占領したが、彼自身もヘラクレスの末裔であるため、彼に何の害も加えず、支配権を共同で持つようになった。

語釈・文法注

  1. 2.6.1διατελέσασιν ἐν εἰρήνῃ — διατελέσασιν(完了分詞与格)は、前の代名詞 σφισι(シキョン人たち、与格)に係り、「それ以前のすべての期間、平和に過ごし続けていた彼らに」という意味。διατελέω+分詞の構文で、ここでは分詞 διάγουσιν やそれに類する表現が省略されているか、あるいは διατελέσασιν 自体が状態の継続を表している。
  2. 2.6.2ἀπέλιπεν ἐπιτροπεύειν ἐκείνῳ — ἀπέλιπεν の主語はニュクテウス。ἐκείνῳ はリュコスを指す。不定詞 ἐπιτροπεύειν(後見人となること)は ἀπέλιπεν(残した、委ねた)の目的語。
  3. 2.6.4ἐμοὶ δοκεῖν — 不定詞の絶対用法(いわゆる制限的不定詞)。「私の考えでは」「私が見るに」という意味で、挿入句として使われている。
  4. 2.6.5ἀπὸ τούτου βασιλεύοντος — ἀπὸ(〜に由来して、〜ののちに)に属格の絶対属格のような表現(τούτου βασιλεύοντος、「彼が統治していること」)が結びついた形。名詞化された名詞句のように機能し、「彼が王となったことから」と解釈される。
  5. 2.6.7κακὸν μὲν ἅτε Ἡρακλείδην καὶ αὐτὸν ἐποίησεν οὐδέν — κακόν(害、悪)は ἐποίησεν の直接目的語で、οὐδέν がこれに係る(「いかなる害も加えなかった」)。ἅτε Ἡρακλείδην καὶ αὐτὸν は「彼自身(ヒッポリュトス)もまたヘラクレスの末裔であるため」という理由を表す分詞のない接続句で、καὶ αὐτόν はヒッポリュトスを指し、パルケス自身もヘラクレスの末裔であることから同族としての配慮を示したことを意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §2.6.1-2.6.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.6.1-2.6.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。