§2.7.1καὶ Δωριεῖς μὲν Σικυώνιοι γεγόνασιν ἀπὸ τούτου καὶ μοῖρα τῆς Ἀργείας·
自此,多利安人成为了西基翁人,并成为了阿耳戈斯领土的一部分。
τὴν δὲ τοῦ Αἰγιαλέως ἐν τῷ πεδίῳ πόλιν Δημήτριος καθελὼν ὁ Ἀντιγόνου τῇ πάλαι ποτὲ ἀκροπόλει προσῴκισε τὴν νῦν πόλιν.
安提戈诺斯之子德美特里奥斯摧毁了平原上艾吉亚莱乌斯的城市,并将现在的城市迁建于昔日的卫城之上。
ἐχόντων δὲ ἀσθενῶς ἤδη τῶν Σικυωνίων—αἰτίαν δὲ οὐκ ὀρθῶς ποιοῖ τις ἂν ζητῶν, ἀποχρῷτο δὲ τῷ Ὁμήρῳ λεγομένῳ περὶ Διός,
"
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα—,
"
διακειμένοις οὖν ἀδυνάτως ἐπιγενόμενος σεισμὸς ὀλίγου τὴν πόλιν ἐποίησεν ἀνδρῶν ἔρημον, πολλὰ δὲ σφᾶς καὶ τῶν ἐς ἐπίδειξιν ἀφείλετο.
在西基翁人已经处于衰弱状态之时——若有人试图寻找其原因,那将是不当的,而应当满足于荷马关于宙斯所说的话: "他确实摧毁了许多城市的头颅——, "因此,在他们处于如此无力状态下继之而来的地震,几乎使这座城市空无一人,也夺走了他们许多用于展示的宏伟建筑。
ἐκάκωσε δὲ καὶ περὶ Καρίαν καὶ Λυκίαν τὰς πόλεις καὶ Ῥοδίοις ἐσείσθη μάλιστα ἡ νῆσος, ὥστε καὶ τὸ λόγιον τετελέσθαι Σιβύλλῃ τὸ ἐς τὴν Ῥόδον ἔδοξεν.
地震也损害了卡里亚和吕基亚周围的城市,而罗得斯人的岛屿震动最为剧烈,以至于人们认为西比拉关于罗得斯的预言已经实现。
§2.7.2ἐκ δὲ τῆς Κορινθίας ἐλθοῦσιν ἐς τὴν Σικυωνίαν Λύκου Μεσσηνίου μνῆμά ἐστιν, ὅστις δὴ οὗτος ὁ Λύκος· οὐ γάρ τινα Λύκον εὑρίσκω Μεσσήνιον ἀσκήσαντα πένταθλον οὐδὲ Ὀλυμπικὴν ἀνῃρημένον νίκην.
从科林斯领土进入西基翁尼亚时,有美塞尼亚人吕科斯的墓,无论这位吕科斯究竟是谁;因为我找不到任何一位曾练习过五项全能或获得过奥林匹克胜利的美塞尼亚人吕科斯。
τοῦτο μὲν δὴ χῶμά ἐστι γῆς, αὐτοὶ δὲ Σικυώνιοι τὰ πολλὰ ἐοικότι τρόπῳ θάπτουσι.
这确实是一个土丘,但西基翁人自己大抵以类似的方式埋葬死者。
τὸ μὲν σῶμα γῇ κρύπτουσι, λίθου δὲ ἐποικοδομήσαντες κρηπῖδα κίονας ἐφιστᾶσι καὶ ἐπʼ αὐτοῖς ἐπίθημα ποιοῦσι κατὰ τοὺς ἀετοὺς μάλιστα τοὺς ἐν τοῖς ναοῖς· ἐπίγραμμα δὲ ἄλλο μὲν ἐπιγράφουσιν οὐδέν, τὸ δὲ ὄνομα ἐφʼ αὑτοῦ καὶ οὐ πατρόθεν ὑπειπόντες κελεύουσι τὸν νεκρὸν χαίρειν.
他们将尸体藏于土中,用石头建造基座,在上面立起柱子,并在柱子上制作一个特别类似于神殿山墙的顶盖;他们不刻写其他任何铭文,只静静地写下名字本身,而不写父亲的名字,并祝愿死者安息。
§2.7.3μετὰ δὲ τὸ μνῆμα τοῦ Λύκου διαβεβηκόσιν ἤδη τὸν Ἀσωπόν, ἔστιν ἐν δεξιᾷ τὸ Ὀλύμπιον, ὀλίγον δὲ ἔμπροσθεν ἐν ἀριστερᾷ τῆς ὁδοῦ τάφος Εὐπόλιδι Ἀθηναίῳ ποιήσαντι κωμῳδίαν.
过了吕科斯的墓,对于已经渡过阿索波斯河的人来说,右边是奥林匹亚神殿,再往前一点,道路左边是写过喜剧的雅典人欧波利斯的墓。
προελθοῦσι δὲ καὶ ἐπιστρέψασιν ὡς ἐπὶ τὴν πόλιν Ξενοδίκης μνῆμά ἐστιν ἀποθανούσης ἐν ὠδῖσι· πεποίηται δὲ οὐ κατὰ τὸν ἐπιχώριον τρόπον, ἀλλʼ ὡς ἂν τῇ γραφῇ μάλιστα ἁρμόζοι· γραφὴ δὲ εἴπερ ἄλλη τις καὶ αὕτη ἐστὶ θέας ἀξία.
继续前行并折回,仿佛朝向城市的方向,有因难产而死的克塞诺狄克的墓;它不是按照当地的方式建造的,而是以最适合那幅画作的方式制作的;这幅画作,如果说有哪一幅值得一看的话,这一幅确实值得一看。
§2.7.4προελθοῦσι δὲ ἐντεῦθεν τάφος Σικυωνίοις ἐστίν, ὅσοι περὶ Πελλήνην καὶ Δύμην τὴν Ἀχαιῶν καὶ ἐν Μεγάλῃ πόλει καὶ περὶ Σελλασίαν ἐτελεύτησαν· τὰ δὲ ἐς αὐτοὺς σαφέστερον ἐν τοῖς ἐφεξῆς δηλώσω.
从这里继续前行,有在佩莱内、阿开亚人的迪梅、梅加洛波利斯以及塞拉西亚周围阵亡的西基翁人公墓;关于他们的具体情况,我将在后续部分中更清楚地说明。
πρὸς δὲ τῇ πύλῃ πηγή ἐστί σφισιν ἐν σπηλαίῳ, ἧς τὸ ὕδωρ οὐκ ἄνεισιν ἐκ γῆς, ἐπιρρεῖ δὲ ἐκ τοῦ ὀρόφου τοῦ σπηλαίου· καὶ καλεῖται διʼ αὐτὸ Στάζουσα ἡ πηγή.
在城门旁,有一个洞穴中的泉水,其水并不从地下升起,而是从洞穴的顶部流下;因此,该泉水被称为“斯塔佐乌萨”(滴水泉)。
§2.7.5ἐν δὲ τῇ νῦν ἀκροπόλει Τύχης ἱερόν ἐστιν Ἀκραίας, μετὰ δὲ αὐτὸ Διοσκούρων· ξόανα δὲ οὗτοί τε καὶ τὸ ἄγαλμα τῆς Τύχης ἐστί.
在现在的卫城上,有高地福运女神的神殿,在其后是迪奥斯库洛伊的神殿;这些神像以及福运女神的雕像都是木制的。
τοῦ θεάτρου δὲ ὑπὸ τὴν ἀκρόπολιν ᾠκοδομημένου τὸν ἐν τῇ σκηνῇ πεποιημένον ἄνδρα ἀσπίδα ἔχοντα Ἄρατόν φασιν εἶναι τὸν Κλεινίου.
由于剧院建在卫城之下,人们说舞台上那个拿着盾牌的男子是克律尼亚斯之子阿拉托斯。
μετὰ δὲ τὸ θέατρον Διονύσου ναός ἐστι· χρυσοῦ μὲν καὶ ἐλέφαντος ὁ θεός, παρὰ δὲ αὐτὸν Βάκχαι λίθου λευκοῦ.
剧院后面是一座狄奥尼索斯神殿;神像是用金和象牙制成,在他身旁是用白石制成的巴克科斯女祭司像。
ταύτας τὰς γυναῖκας ἱερὰς εἶναι καὶ Διονύσῳ μαίνεσθαι λέγουσιν.
人们说这些妇女是神圣的,为狄奥尼索斯而狂乱。
ἄλλα δὲ ἀγάλματα ἐν ἀπορρήτῳ Σικυωνίοις ἐστί· ταῦτα μιᾷ καθʼ ἕκαστον ἔτος νυκτὶ ἐς τὸ Διονύσιον ἐκ τοῦ καλουμένου κοσμητηρίου κομίζουσι, κομίζουσι δὲ μετὰ δᾴδων τε ἡμμένων καὶ ὕμνων ἐπιχωρίων.
西基翁人还有其他不可泄露的神像;他们每年在特定的一个夜晚,将这些神像从被称为“科斯梅特里翁”(化妆室)的地方抬往狄奥尼索斯神殿,搬运时伴随着点燃的松明和当地的赞歌。