Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.6.1-2.6.7

埃波佩乌斯与忒拜的争斗及西基翁王统

第 60 段,共 465 段 · 希腊语

内容简介

叙述了科拉克斯死后埃波佩乌斯国王的统治、因安提奥佩而与忒拜发生的冲突,以及此后从拉墨冬到西基翁诸王的历史继承。

§2.6.1Κόρακος δὲ ἀποθανόντος ἄπαιδος ὑπὸ τοῦτον τὸν καιρὸν Ἐπωπεὺς ἀφικόμενος ἐκ Θεσσαλίας ἔσχε τὴν ἀρχήν.
当科拉克斯在此期间无嗣而终时,来自色萨利的埃波佩乌斯夺取了统治权。
ἐπὶ τούτου βασιλεύοντος στρατόν σφισι πολέμιον λέγουσιν ἐς τὴν χώραν τότε ἐλθεῖν πρῶτον, τὰ πρὸ τοῦ πάντα τὸν χρόνον διατελέσασιν ἐν εἰρήνῃ.
人们说,在他统治期间,敌人的军队当时第一次侵入了他们的土地,而在此之前的所有时间里,他们一直生活在和平之中。
αἰτία δὲ ἥδε· Ἀντιόπης ἐν Ἕλλησι τῆς Νυκτέως ὄνομα ἦν ἐπὶ κάλλει, καί οἱ καὶ φήμη προσῆν Ἀσωποῦ θυγατέρα, ὃς τὴν Θηβαΐδα καὶ Πλαταιίδα ὁρίζει, καὶ οὐ Νυκτέως εἶναι.
其原因如下:在希腊人中,纽克透斯的女儿名为安提奥佩,因美貌而闻名,并且还有传言说她是划分忒拜和普拉泰亚领土的阿索波斯河之女,而不是纽克透斯之女。
§2.6.2ταύτην οὐκ οἶδα εἴτε γυναῖκα αἰτήσας εἴτε θρασύτερα ἐξ ἀρχῆς βουλευσάμενος Ἐπωπεὺς ἁρπάζει·
我不知道埃波佩乌斯是因为求婚未果还是起初就策划了更大胆的行动,但他把她劫走了。
ὡς δὲ οἱ Θηβαῖοι σὺν ὅπλοις ἦλθον, ἐνταῦθα τιτρώσκεται μὲν Νυκτεύς, ἐτρώθη δὲ κρατῶν τῇ μάχῃ καὶ Ἐπωπεύς.
当忒拜人全副武装地赶来时,纽克透斯在战斗中受伤,而埃波佩乌斯虽然赢得了战斗,但也受了伤。
Νυκτέα μὲν δὴ κάμνοντα ὀπίσω κομίζουσιν ἐς Θήβας, καὶ ὡς ἔμελλε τελευτᾶν, Λύκον ἀδελφὸν ὄντα παραδίδωσι Θηβαίων ἐν τῷ παρόντι ἄρχειν· Λάβδακον γὰρ τὸν Πολυδώρου τοῦ Κάδμου παῖδα ἔτι αὐτός τε ἐπετρόπευεν ὁ Νυκτεὺς καὶ τότε ἀπέλιπεν ἐπιτροπεύειν ἐκείνῳ.
纽克透斯因伤势严重被带回忒拜,在他临终前,他将忒拜当时的统治权交给了他的兄弟吕科斯;因为纽克透斯自己当时仍然是卡德摩斯之子波吕多洛斯的儿子拉布达克斯的监护人,而那时他将监护权留给了吕科斯。
τοῦτον οὖν τὸν Λύκον ἱκέτευσε στρατῷ μείζονι ἐπὶ τὴν Αἰγιάλειαν ἐλάσαντα τιμωρήσασθαι μὲν Ἐπωπέα, κακοῦν δὲ εἰ λάβοι καὶ αὐτὴν Ἀντιόπην.
因此,他哀求这位吕科斯率领更大的军队进攻艾吉亚利亚,以惩罚埃波佩乌斯,并在捕获安提奥佩时折磨她。
§2.6.3Ἐπωπεὺς δὲ τὸ μὲν παραυτίκα ἐπινίκια ἔθυε καὶ Ἀθηνᾶς ᾠκοδόμει ναόν, ἐπʼ ἐξειργασμένῳ δὲ εὔξατο ἐνδείξασθαι τὴν θεὸν εἴ οἱ τετελεσμένος ἐστὶν ὁ ναὸς κατὰ γνώμην· μετὰ δὲ τὴν εὐχὴν ἔλαιον λέγουσι ῥυῆναι πρὸ τοῦ ναοῦ.
埃波佩乌斯在当时献祭了胜利,并开始建造一座雅典娜神殿,在神殿建成后,他祈祷女神,如果这座神殿是按照她的心愿完成的,就向他展示神迹;祈祷之后,人们说神殿前流出了橄榄油。
ὕστερον δὲ καὶ Ἐπωπέα κατέλαβεν ἀποθανεῖν ὑπὸ τοῦ τραύματος ἀμεληθέντος κατʼ ἀρχάς, ὡς μηδὲν ἔτι Λύκῳ δεῆσαι πολέμου· Λαμέδων γὰρ ὁ Κορώνου βασιλεύσας μετὰ Ἐπωπέα ἐξέδωκεν Ἀντιόπην.
但后来,埃波佩乌斯也因起初被忽视的伤势而死去,以至于吕科斯不再需要进行战争;因为在埃波佩乌斯之后继位为王的科罗诺斯之子拉墨冬交出了安提奥佩。
ἡ δὲ ὡς ἐς Θήβας ἤγετο τὴν ἐπʼ Ἐλευθερῶν, ἐνταῦθα καθʼ ὁδὸν τίκτει.
当她沿着通往埃勒乌特莱的道路被带往忒拜时,就在路途中她生产了。
§2.6.4καὶ ἐπὶ τούτῳ πεποίηκεν Ἄσιος ὁ Ἀμφιπτολέμου· " Ἀντιόπη δʼ ἔτεκε Ζῆθον καὶ Ἀμφίονα δῖον Ἀσωποῦ κούρη ποταμοῦ βαθυδινήεντος, Ζηνί τε κυσαμένη καὶ Ἐπωπέι ποιμένι λαῶν.
关于这一点,阿西奥斯曾写道: "安提奥佩生下了泽托斯和神圣的安菲翁,她是水流深旋的阿索波斯河之女,怀了宙斯以及人民牧者埃波佩乌斯的孩子。
" Ὅμηρος δὲ σφᾶς ἀνήγαγεν ἐπὶ τὸ σεμνότερον τοῦ γένους καὶ Θήβας φησὶν οἰκίσαι πρώτους, ἀποκρίνων τὴν κάτω πόλιν ἐμοὶ δοκεῖν ἀπὸ τῆς Καδμείας.
"但荷马将他们提升到了他们家族更显贵的出身,并说他们最先建立了忒拜,在我看来,这是将下城与卡德梅亚区分开来。
§2.6.5Λαμέδων δὲ βασιλεύσας ἔγημεν ἐξ Ἀθηνῶν γυναῖκα Φηνὼ Κλυτίου· καὶ ὕστερον γενομένου οἱ πολέμου πρὸς Ἄρχανδρον καὶ Ἀρχιτέλην τοὺς Ἀχαιοῦ συμμαχήσοντα ἐπηγάγετο Σικυῶνα ἐκ τῆς Ἀττικῆς, καὶ θυγατέρα τε συνῴκισεν αὐτῷ Ζευξίππην καὶ ἀπὸ τούτου βασιλεύσαντος ἡ γῆ Σικυωνία καὶ Σικυὼν ἀντὶ Αἰγιάλης ἡ πόλις ὠνομάσθη.
拉墨冬继位为王后,娶了来自雅典的克律提乌斯之女佩诺;后来当他与阿开奥斯之子阿尔坎德罗斯和阿尔奇特雷斯发生战争时,他从阿提卡招来西基翁协助作战,并将女儿泽乌克西佩嫁给了他;由于他成为了国王,这片土地被命名为西基翁尼亚,城市则代替艾吉亚莱被命名为西基翁。
Σικυῶνα δὲ οὐ Μαραθῶνος τοῦ Ἐπωπέως, Μητίονος δὲ εἶναι τοῦ Ἐρεχθέως φασίν.
但人们说,西基翁不是埃波佩乌斯之子马拉松的儿子,而是埃雷克透斯之子梅提翁的儿子。
ὁμολογεῖ δέ σφισι καὶ Ἄσιος, ἐπεὶ Ἡσίοδός γε καὶ Ἴβυκος, ὁ μὲν ἐποίησεν ὡς Ἐρεχθέως εἴη Σικυών, Ἴβυκος δὲ εἶναι Πέλοπός φησιν αὐτόν.
阿西奥斯也与他们一致,但赫西俄德和伊比科斯却不同:赫西俄德写道西基翁是埃雷克透斯之子,而伊比科斯则说他是佩洛普斯之子。
§2.6.6Σικυῶνος δὲ γίνεται Χθονοφύλη, Χθονοφύλης δὲ καὶ Ἑρμοῦ Πόλυβον γενέσθαι λέγουσιν· ὕστερον δὲ αὐτὴν Φλίας ὁ Διονύσου γαμεῖ, καί οἱ παῖς Ἀνδροδάμας γίνεται.
西基翁生克托诺菲勒,人们说克托诺菲勒与赫耳墨斯生下了波吕波斯;后来她嫁给了狄奥尼索斯之子弗利亚斯,弗利亚斯生下儿子安德罗达马斯。
Πόλυβος δὲ Ταλαῷ τῷ Βίαντος βασιλεύοντι Ἀργείων Λυσιάνασσαν τὴν θυγατέρα ἔδωκε· καὶ ὅτε Ἄδραστος ἔφευγεν ἐξ Ἄργους, παρὰ Πόλυβον ἦλθεν ἐς Σικυῶνα καὶ ὕστερον ἀποθανόντος Πολύβου τὴν ἐν Σικυῶνι ἀρχὴν ἔσχεν.
波吕波斯将他的女儿吕西阿纳萨嫁给了比阿斯之子、阿尔戈斯人的国王塔拉奥斯;当阿德拉斯托斯逃离阿尔戈斯时,他来到西基翁投奔波吕波斯,后来在波吕波斯去世后,他获得了西基翁的统治权。
Ἀδράστου δὲ ἐς Ἄργος κατελθόντος Ἰανίσκος ἀπόγονος Κλυτίου τοῦ Λαμέδοντι κηδεύσαντος ἐλθὼν ἐκ τῆς Ἀττικῆς ἐβασίλευσεν, ἀποθανόντος δὲ Ἰανίσκου Φαῖστος τῶν Ἡρακλέους λεγόμενος παίδων καὶ οὗτος εἶναι.
当阿德拉斯托斯返回阿尔戈斯时,与拉墨冬结为姻亲的克律提乌斯的后代伊阿尼斯克斯从阿提卡前来并继位为王,伊阿尼斯克斯死后,被称为赫拉克勒斯子嗣之一的派斯托斯继位为王。
§2.6.7Φαίστου δὲ κατὰ μαντείαν μετοικήσαντος ἐς Κρήτην βασιλεῦσαι λέγεται Ζεύξιππος Ἀπόλλωνος υἱὸς καὶ νύμφης Συλλίδος.
当派斯托斯根据神谕移居到克里特岛时,据说阿波罗与宁芙仙女叙利斯之子泽乌克西波斯继位为王。
μετὰ δὲ Ζεύξιππον τελευτήσαντα Ἀγαμέμνων στρατὸν ἤγαγεν ἐπὶ Σικυῶνα καὶ τὸν βασιλέα Ἱππόλυτον Ῥοπάλου παῖδα τοῦ Φαίστου· δείσας δὲ τὸν στρατὸν ἐπιόντα Ἱππόλυτος συνεχώρησεν Ἀγαμέμνονος κατήκοος καὶ Μυκηναίων εἶναι.
泽乌克西波斯去世后,阿伽门农率领军队进攻西基翁及其国王希波吕托斯,他是派斯托斯之子罗帕洛斯之子;由于害怕进犯的军队,希波吕托斯同意臣服于阿伽门农和迈锡尼人。
Ἱππολύτου δὲ ἦν τούτου Λακεστάδης.
这位希波吕托斯生拉凯斯塔德斯。
Φάλκης δὲ ὁ Τημένου καταλαβὼν νύκτωρ Σικυῶνα σὺν Δωριεῦσι κακὸν μὲν ἅτε Ἡρακλείδην καὶ αὐτὸν ἐποίησεν οὐδέν, κοινωνὸν δὲ ἔσχε τῆς ἀρχῆς.
而德美努斯之子法尔克斯在夜间与多利安人一起攻占了西基翁,但他没有对希波吕托斯造成任何伤害,因为他自己也是赫拉克勒斯的后代,而是让他共同分享统治权。

词汇与语法注释

  1. 2.6.1διατελέσασιν ἐν εἰρήνῃ — διατελέσασιν(完成分词与格)与前文的代词 σφισι(指西基翁人,与格)一致,意为“在先前所有的岁月中一直生活在和平之中的他们”。这是 διατελέω 连用分词的句式,此处省略了表示生存或生活的分词。
  2. 2.6.2ἀπέλιπεν ἐπιτροπεύειν ἐκείνῳ — ἀπέλιπεν 的主语是纽克透斯。ἐκείνῳ 指吕科斯。不定词 ἐπιτροπεύειν(充当监护人)作为 ἀπέλιπεν(留给、委托)的宾语。
  3. 2.6.4ἐμοὶ δοκεῖν — 不定式的绝对用法(即限制性不定式),作为插入语,意为“依我之见”或“在我看来”。
  4. 2.6.5ἀπὸ τούτου βασιλεύοντος — 介词 ἀπὸ 与属格分词结构 τούτου βασιλεύοντος(字面意为“自他统治起”)相结合,起到了名词短语的作用,意为“由于他成为了国王”。
  5. 2.6.7κακὸν μὲν ἅτε Ἡρακλείδην καὶ αὐτὸν ἐποίησεν οὐδέν — κακόν(伤害)是 ἐποίησεν 的直接宾语,被 οὐδέν 所否定(意为“未加任何伤害”)。短语 ἅτε Ἡρακλείδην καὶ αὐτὸν 意为“因为他自己(指希波吕托斯)也是赫拉克的后代”,解释了手下留情的原因,即征服者法尔克斯与被征服者希波吕托斯同为赫拉克勒斯的后裔。

引用这一段

保萨尼亚斯, 希腊志 §2.6.1-2.6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.6.1-2.6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。