§2.4.1τάδε μὲν οὕτως ἔχοντα ἐπελεξάμην, τοῦ μνήματος δέ ἐστιν οὐ πόρρω Χαλινίτιδος Ἀθηνᾶς ἱερόν·
これらはそのようにあるものとして私は読んだ。 その記念碑から遠くないところに、ハリーニティス(馬勒の)アテナの神殿がある。
Ἀθηνᾶν γὰρ θεῶν μάλιστα συγκατεργάσασθαι τά τε ἄλλα Βελλεροφόντῃ φασὶ καὶ ὡς τὸν Πήγασόν οἱ παραδοίη χειρωσαμένη τε καὶ ἐνθεῖσα αὐτὴ τῷ ἵππῳ χαλινόν.
というのも、アテナが神々の中で最も、ベレロポンが他のさまざまなことを成し遂げるのを助け、また、彼女自身が馬を馴らし、その馬に馬勒をはめて彼にペガソスを引き渡したのだと言されているからである。
τὸ δὲ ἄγαλμα τοῦτο ξόανόν ἐστι, πρόσωπον δὲ καὶ χεῖρες καὶ ἀκρόποδες εἰσὶ λευκοῦ λίθου.
この像は木像であるが、顔と手と足先は白い大理石で作られている。
§2.4.2Βελλεροφόντην δὲ οὐκ αὐτοκράτορα ὄντα βασιλεύειν, εἶναι δὲ ἐπὶ Προίτῳ καὶ Ἀργείοις ἐγώ τε πείθομαι καὶ ὅστις τὰ Ὁμήρου μὴ πάρεργον ἐπελέξατο.
ベレロポンは自らの権限で支配したのではなく、プロイトスとアルゴス人たちに従属していたと、私自身も確信しているし、ホメロスの記述をなおざりに読まなかった者なら誰でもそう確信する。
φαίνονται δὲ καὶ Βελλεροφόντου μετοικήσαντος ἐς Λυκίαν οὐδὲν ἧσσον οἱ Κορίνθιοι τῶν ἐν Ἄργει δυναστῶν ἢ Μυκήναις ὑπακούοντες·
また、ベレロポンがリュキアに移住した後も、コリントス人たちがアルゴスやミュケナイの支配者たちに服従していたことはいささかも劣らなかったように思われる。
ἰδίᾳ τε οὐδένα παρέσχοντο ἄρχοντα τῆς ἐπὶ Τροίαν στρατιᾶς, συντεταγμένοι δὲ Μυκηναίοις καὶ ὅσων ἄλλων Ἀγαμέμνων ἡγεῖτο μετέσχον τοῦ στόλου.
事実、彼らはトロイア遠征軍のために独自の指導者を一人も提供せず、ミュケナイ人やアガメムノンが率いるその他のすべての人々とともに隊列を組んで、その遠征に参加した。
§2.4.3Σισύφῳ δὲ οὔτι Γλαῦκος μόνον ὁ Βελλεροφόντου πατὴρ ἀλλὰ καὶ ἕτερος υἱὸς ἐγένετο Ὀρνυτίων, ἐπὶ δὲ αὐτῷ Θέρσανδρός τε καὶ Ἄλμος.
シシュポスには、ベレロポンの父であるグラウコスだけでなく、もう一人の息子オルニュティオンが生まれた。 そして彼の後にテルサンドロスとアルモスが生まれた。
Ὀρνυτίωνος δὲ ἦν Φῶκος, Ποσειδῶνος δὲ ἐπίκλησιν.
オルニュティオンにはポセイドンの子とも噂されるフォコスがいた。
καὶ ὁ μὲν ἀπῴκησεν ἐς Τιθορέαν τῆς νῦν καλουμένης Φωκίδος, Θόας δὲ Ὀρνυτίωνος υἱὸς νεώτερος κατέμεινεν ἐν τῇ Κορίνθῳ.
そして彼は現在のいわゆるフォキス地方のティトレアへと移住したが、オルニュティオンのより若い息子トアスはコリントスに留まった。
Θόαντος δὲ Δαμοφῶν, Δαμοφῶντος δὲ ἦν Προπόδας, Προπόδα δὲ Δωρίδας καὶ Ὑανθίδας.
トアスにはダモポンが生まれ、ダモポンにはプロポダスが生まれ、プロポダスにはドリダスとヒアンティダスが生まれた。
τούτων βασιλευόντων Δωριεῖς στρατεύουσιν ἐπὶ Κόρινθον·
彼らが王位にあったとき、ドリス人たちがコリントスに対して遠征してきた。
ἡγεῖτο δὲ Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους.
率いていたのはヘラクレスの子アンティオコスの子ピュラスの子ヒッポテスの子アレーテースであった。
Δωρίδας μὲν οὖν καὶ Ὑανθίδας παραδόντες τὴν βασιλείαν Ἀλήτῃ καταμένουσιν αὐτοῦ, τῶν δὲ Κορινθίων ὁ δῆμος ἐξέπεσεν ὑπὸ Δωριέων κρατηθεὶς μάχῃ.
そこでドリダスとヒアンティダスは王位をアレーテースに譲ってその地に留まり、コリントスの民衆は戦いに敗れてドリス人たちによって追放された。
§2.4.4Ἀλήτης δὲ αὐτός τε καὶ οἱ ἀπόγονοι βασιλεύουσιν ἐς μὲν Βάκχιν τὸν Προύμνιδος ἐπὶ γενεὰς πέντε, ἀπὸ τούτου δὲ οἱ Βακχίδαι καλούμενοι πέντε ἄλλας γενεὰς ἐς Τελέστην τὸν Ἀριστοδήμου.
アレーテース自身とその子孫は、プルムニスの子バキスに至るまで5世代にわたり王を務め、このバキスからバキス家と呼ばれる者たちが、アリストデモスの子テレステスに至るまでさらに5世代にわたり支配した。
καὶ Τελέστην μὲν κατὰ ἔχθος Ἀριεὺς καὶ Περάντας κτείνουσι, βασιλεὺς δὲ οὐδεὶς ἔτι ἐγένετο, πρυτάνεις δὲ ἐκ Βακχιδῶν ἐνιαυτὸν ἄρχοντες, ἐς ὃ Κύψελος τυραννήσας ὁ Ἠετίωνος ἐξέβαλε τοὺς Βακχίδας·
そしてテレステスを、敵意からアリエウスとペランタスが殺害し、王はもはや現れず、バキス家から選ばれたプリュタニスたちが1年交代で支配したが、これはエエティオンの子キュプセロスが僭主となってバキス家を追放するまで続いた。
ἀπόγονος δὲ ἦν ὁ Κύψελος Μέλανος τοῦ Ἀντάσου.
キュプセロスはアンタスの子メラスの子孫であった。
Μέλανα δὲ ἐκ Γονούσσης τῆς ὑπὲρ Σικυῶνος στρατεύοντα σὺν Δωριεῦσιν ἐπὶ Κόρινθον Ἀλήτης τὸ μὲν παραυτίκα ἀπειπόντος τοῦ θεοῦ παρʼ ἄλλους τῶν Ἑλλήνων ἐκέλευσεν ἀποχωρεῖν, ὕστερον δὲ ἁμαρτὼν τοῦ χρησμοῦ δέχεται σύνοικον.
メラスは、シキョンの上にあるゴヌッサからドリス人たちとともにコリントスに遠征しようとしていたが、そのときアレーテースは、神が禁じたため、最初は彼にギリシア人の他の人々のところへ去るように命じた。 しかし後に、神託を誤解して、彼を同居人として受け入れた。
τοιαῦτα μὲν ἐς τοὺς Κορινθίων βασιλέας συμβάντα εὕρισκον·
コリントスの王たちに関して起こったこのような出来事を、私は見いだした。
§2.4.5τὸ δὲ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Χαλινίτιδος πρὸς τῷ θεάτρῳ σφίσιν ἐστὶν καὶ πλησίον ξόανον γυμνὸν Ἡρακλέους, Δαιδάλου δὲ αὐτό φασιν εἶναι τέχνην.
ハリーニティス(馬勒の)アテナの神殿は彼らにとって劇場の近くにあり、その近くにはヘラクレスの裸体の木像があるが、それはダイダロスの作であると人々は言っている。
Δαίδαλος δὲ ὁπόσα εἰργάσατο, ἀτοπώτερα μέν ἐστιν ἐς τὴν ὄψιν, ἐπιπρέπει δὲ ὅμως τι καὶ ἔνθεον τούτοις.
ダイダロスが制作したすべての作品は、見た目はかなり奇妙であるが、それらにはやはり気高く、神がかった何かが現れている。
ὑπὲρ δὲ τὸ θέατρόν ἐστιν ἱερὸν Διὸς Καπετωλίου φωνῇ τῇ Ῥωμαίων· κατὰ Ἑλλάδα δὲ γλῶσσαν Κορυφαῖος ὀνομάζοιτο ἄν.
劇場の奥の上には、ローマ人の言葉でカピトリウムのジュピターと呼ばれる神殿があるが、ギリシアの言葉ならコリュパイオスと呼ばれるであろう。
τοῦ θεάτρου δέ ἐστι τοῦδε οὐ πόρρω γυμνάσιον τὸ ἀρχαῖον καὶ πηγὴ καλουμένη Λέρνα·
この劇場の近くには古いギムナシオンがあり、またレルナと呼ばれる泉がある。
κίονες δὲ ἑστήκασι περὶ αὐτὴν καὶ καθέδραι πεποίηνται τοὺς ἐσελθόντας ἀναψύχειν ὥρᾳ θέρους.
その周囲には柱が立ち並び、中に入った人々が夏の時期に涼をとるための腰掛けが作られている。
πρὸς τούτῳ τῷ γυμνασίῳ ναοὶ θεῶν εἰσιν ὁ μὲν Διός, ὁ δὲ Ἀσκληπιοῦ·
このギムナシオンの傍らに神々の神殿があり、一つはゼウスの、もう一つはアスクレピオスの神殿である。
τὰ δὲ ἀγάλματα Ἀσκληπιὸς μὲν καὶ Ὑγεία λευκοῦ λίθου, τὸ δὲ τοῦ Διὸς χαλκοῦν ἐστιν.
その像は、アスクレピオスとヒュギエイアは白い大理石であり、ゼウスの像は青銅製である。
§2.4.6ἀνιοῦσι δὲ ἐς τὸν Ἀκροκόρινθον—ἡ δέ ἐστιν ὄρους ὑπὲρ τὴν πόλιν κορυφή, Βριάρεω μὲν Ἡλίῳ δόντος αὐτὴν ὅτε ἐδίκαζεν, Ἡλίου δὲ ὡς οἱ Κορίνθιοί φασιν Ἀφροδίτῃ παρέντος—ἐς δὴ τὸν Ἀκροκόρινθον τοῦτον ἀνιοῦσίν ἐστιν Ἴσιδος τεμένη, ὧν τὴν μὲν Πελαγίαν, τὴν δὲ Αἰγυπτίαν αὐτῶν ἐπονομάζουσιν, καὶ δύο Σαράπιδος, ἐν Κανώβῳ καλουμένου τὸ ἕτερον.
アクロコリントス(これは町の上にある山の山頂であり、ブリアレオスが調停したときにそれをヘリオスに与え、ヘリオスはコリントス人が言うにはそれをアプロディテに譲り渡したのであるが)へ登っていく者たちにとって、実にこのアクロコリントスへと登っていく者たちにとって、イシスの神域があり、その一方はペラギア、他方はアイギュプティアと彼らは呼んでいる。 またサラピスの神域が二つあり、そのうちの一つはカノボスにおけるサラピスと呼ばれている。
μετὰ δὲ αὐτὰ Ἡλίῳ πεποίηνται βωμοί, καὶ Ἀνάγκης καὶ Βίας ἐστὶν ἱερόν·
これらに続いて、ヘリオスのために祭壇が作られており、また必然と強制の神殿がある。
ἐσιέναι δὲ ἐς αὐτὸ οὐ νομίζουσιν.
そこに入ることは習慣として許されていない。
§2.4.7ὑπὲρ τοῦτο Μητρὸς θεῶν ναός ἐστι καὶ στήλη καὶ θρόνος·
この上には諸神の母の神殿と石碑、そして玉座がある。
λίθων καὶ αὐτὴ καὶ ὁ θρόνος.
彼女の像も玉座も石でできている。
ὁ δὲ τῶν Μοιρῶν καὶ ὁ Δήμητρος καὶ Κόρης οὐ φανερὰ ἔχουσι τὰ ἀγάλματα.
また運命の女神たちの神殿と、デメテルおよびコレーの神殿には、その像が公開されていない。
ταύτῃ καὶ τὸ τῆς Βουναίας ἐστὶν Ἥρας ἱερὸν ἱδρυσαμένου Βούνου τοῦ Ἑρμοῦ·
この場所にはまた、ヘルメスの子ブノスが創建したブナイアのヘラの神殿もある。
καὶ διʼ αὐτὸ ἡ θεὸς καλεῖται Βουναία.
この創設者によって、女神はブナイアと呼ばれている。