Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.4.1-2.4.7

雅典娜神殿、王权更迭史及登山路上的圣所

第 58 段,共 465 段 · 希腊语

内容简介

巴桑尼亚斯阐述了哈利尼提斯雅典娜神殿的由来以及贝勒罗丰的臣属地位,接着概述了自西西弗斯经阿勒忒斯的多利安统治直到库普塞洛斯的科林斯王权更迭史。随后,他描绘了剧场附近的诸多神殿与体育场,以及在登上阿克罗科林斯通道上的一系列圣域,如伊西斯神殿和“必然”神殿等。

§2.4.1τάδε μὲν οὕτως ἔχοντα ἐπελεξάμην, τοῦ μνήματος δέ ἐστιν οὐ πόρρω Χαλινίτιδος Ἀθηνᾶς ἱερόν·
这些确实是我所读到的情况。 离那座纪念碑不远处有一座哈利尼提斯雅典娜神殿。
Ἀθηνᾶν γὰρ θεῶν μάλιστα συγκατεργάσασθαι τά τε ἄλλα Βελλεροφόντῃ φασὶ καὶ ὡς τὸν Πήγασόν οἱ παραδοίη χειρωσαμένη τε καὶ ἐνθεῖσα αὐτὴ τῷ ἵππῳ χαλινόν.
因为据说在诸神之中,雅典娜最有力地帮助了贝勒罗丰完成其他伟绩,而且她亲自驯服了飞马,给马套上马勒,并将它交给了他。
τὸ δὲ ἄγαλμα τοῦτο ξόανόν ἐστι, πρόσωπον δὲ καὶ χεῖρες καὶ ἀκρόποδες εἰσὶ λευκοῦ λίθου.
这尊雕像是一尊木雕像,但脸部、双手和双脚是用白色大理石制成的。
§2.4.2Βελλεροφόντην δὲ οὐκ αὐτοκράτορα ὄντα βασιλεύειν, εἶναι δὲ ἐπὶ Προίτῳ καὶ Ἀργείοις ἐγώ τε πείθομαι καὶ ὅστις τὰ Ὁμήρου μὴ πάρεργον ἐπελέξατο.
不仅我自己深信,凡是没有粗略阅读荷马史诗的人也都会相信,贝勒罗丰并非作为独立的国王进行统治,而是隶属于普洛伊托斯和阿耳戈斯人。
φαίνονται δὲ καὶ Βελλεροφόντου μετοικήσαντος ἐς Λυκίαν οὐδὲν ἧσσον οἱ Κορίνθιοι τῶν ἐν Ἄργει δυναστῶν ἢ Μυκήναις ὑπακούοντες· ἰδίᾳ τε οὐδένα παρέσχοντο ἄρχοντα τῆς ἐπὶ Τροίαν στρατιᾶς, συντεταγμένοι δὲ Μυκηναίοις καὶ ὅσων ἄλλων Ἀγαμέμνων ἡγεῖτο μετέσχον τοῦ στόλου.
似乎在贝勒罗丰迁往吕基亚之后,科林斯人顺从阿耳戈斯或迈锡尼统治者的程度也毫不逊色;事实上,他们没有为讨伐特洛伊的远征军单独提供任何领袖,而是与迈锡尼人以及阿伽门农所率领的其他所有人一同编队,参加了这次远征。
§2.4.3Σισύφῳ δὲ οὔτι Γλαῦκος μόνον ὁ Βελλεροφόντου πατὴρ ἀλλὰ καὶ ἕτερος υἱὸς ἐγένετο Ὀρνυτίων, ἐπὶ δὲ αὐτῷ Θέρσανδρός τε καὶ Ἄλμος.
西西弗斯不仅生了贝勒罗丰的父亲格劳刻,还生了另一个儿子奥尔纽提翁,在此之后还生了泰尔桑德罗斯和阿尔摩斯。
Ὀρνυτίωνος δὲ ἦν Φῶκος, Ποσειδῶνος δὲ ἐπίκλησιν.
奥尔纽提翁的儿子是福科斯,被俗称为波塞冬之子。
καὶ ὁ μὲν ἀπῴκησεν ἐς Τιθορέαν τῆς νῦν καλουμένης Φωκίδος, Θόας δὲ Ὀρνυτίωνος υἱὸς νεώτερος κατέμεινεν ἐν τῇ Κορίνθῳ.
他迁往了如今被称为福基斯的蒂托雷阿,而奥尔纽提翁较年轻的儿子托阿斯则留在科林斯。
Θόαντος δὲ Δαμοφῶν, Δαμοφῶντος δὲ ἦν Προπόδας, Προπόδα δὲ Δωρίδας καὶ Ὑανθίδας.
托阿斯生了达摩丰,达摩丰生了普罗波达斯,普罗波达斯生了多里达斯和许安提达斯。
τούτων βασιλευόντων Δωριεῖς στρατεύουσιν ἐπὶ Κόρινθον· ἡγεῖτο δὲ Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους.
在他们统治期间,多利安人向科林斯发动战争;统帅是阿勒忒斯,他是希波特斯之子,希波特斯是皮拉斯之子,皮拉斯是安提奥科斯之子,安提奥科斯是赫拉克勒斯之子。
Δωρίδας μὲν οὖν καὶ Ὑανθίδας παραδόντες τὴν βασιλείαν Ἀλήτῃ καταμένουσιν αὐτοῦ, τῶν δὲ Κορινθίων ὁ δῆμος ἐξέπεσεν ὑπὸ Δωριέων κρατηθεὶς μάχῃ.
于是,多里达斯和许安提达斯将王位让给阿勒忒斯后留在了原地,而科林斯的民众在战斗中被多利安人战败后被驱逐出去。
§2.4.4Ἀλήτης δὲ αὐτός τε καὶ οἱ ἀπόγονοι βασιλεύουσιν ἐς μὲν Βάκχιν τὸν Προύμνιδος ἐπὶ γενεὰς πέντε, ἀπὸ τούτου δὲ οἱ Βακχίδαι καλούμενοι πέντε ἄλλας γενεὰς ἐς Τελέστην τὸν Ἀριστοδήμου.
阿勒忒斯本人及其后代统治了五代,直到普鲁姆尼斯之子巴克希斯,自他以后被称为巴克希斯家族的人又统治了五代,直到阿里斯托德摩斯之子特勒斯忒斯。
καὶ Τελέστην μὲν κατὰ ἔχθος Ἀριεὺς καὶ Περάντας κτείνουσι, βασιλεὺς δὲ οὐδεὶς ἔτι ἐγένετο, πρυτάνεις δὲ ἐκ Βακχιδῶν ἐνιαυτὸν ἄρχοντες, ἐς ὃ Κύψελος τυραννήσας ὁ Ἠετίωνος ἐξέβαλε τοὺς Βακχίδας·
特勒斯忒斯因仇恨被阿リエウス和佩兰塔斯杀死,此后便不再有国王,而是由从巴克希斯家族中选出的普鲁塔尼斯执政一年,直到埃埃提翁之子库普塞洛斯成为僭主并驱逐了巴克希斯家族。
ἀπόγονος δὲ ἦν ὁ Κύψελος Μέλανος τοῦ Ἀντάσου.
库普塞洛斯是安塔索斯之子梅拉斯的后代。
Μέλανα δὲ ἐκ Γονούσσης τῆς ὑπὲρ Σικυῶνος στρατεύοντα σὺν Δωριεῦσιν ἐπὶ Κόρινθον Ἀλήτης τὸ μὲν παραυτίκα ἀπειπόντος τοῦ θεοῦ παρʼ ἄλλους τῶν Ἑλλήνων ἐκέλευσεν ἀποχωρεῖν, ὕστερον δὲ ἁμαρτὼν τοῦ χρησμοῦ δέχεται σύνοικον.
当梅拉斯与多利安人一同从西基翁之上的戈努萨出发,向科林斯进军时,阿勒忒斯由于神明禁止,起初命令他撤退到其他希腊人那里,但后来他误解了神谕,便接纳他为同住者。
τοιαῦτα μὲν ἐς τοὺς Κορινθίων βασιλέας συμβάντα εὕρισκον·
关于科林斯国王们所发生的事情,我所发现的就是这些。
§2.4.5τὸ δὲ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Χαλινίτιδος πρὸς τῷ θεάτρῳ σφίσιν ἐστὶν καὶ πλησίον ξόανον γυμνὸν Ἡρακλέους, Δαιδάλου δὲ αὐτό φασιν εἶναι τέχνην.
哈利尼提斯雅典娜神殿在他们的剧场附近,其旁有一尊赫拉克勒斯的裸体木雕像,人们说这是代达罗斯的手艺。
Δαίδαλος δὲ ὁπόσα εἰργάσατο, ἀτοπώτερα μέν ἐστιν ἐς τὴν ὄψιν, ἐπιπρέπει δὲ ὅμως τι καὶ ἔνθεον τούτοις.
代达罗斯所创作的一切作品,虽然在外观上颇为奇特,但依然显现出某种高贵和神圣的气质。
ὑπὲρ δὲ τὸ θέατρόν ἐστιν ἱερὸν Διὸς Καπετωλίου φωνῇ τῇ Ῥωμαίων· κατὰ Ἑλλάδα δὲ γλῶσσαν Κορυφαῖος ὀνομάζοιτο ἄν.
在剧场上方,有一座罗马人语言中所称的卡皮托里乌斯的朱庇特神殿;若是用希腊语,他会被称为科里法伊奥斯。
τοῦ θεάτρου δέ ἐστι τοῦδε οὐ πόρρω γυμνάσιον τὸ ἀρχαῖον καὶ πηγὴ καλουμένη Λέρνα· κίονες δὲ ἑστήκασι περὶ αὐτὴν καὶ καθέδραι πεποίηνται τοὺς ἐσελθόντας ἀναψύχειν ὥρᾳ θέρους.
离这个剧场不远处是古老的体育场,还有一处被称为勒耳那的泉水;泉水周围立有柱子,并设有座位供进入的人们在夏季消暑。
πρὸς τούτῳ τῷ γυμνασίῳ ναοὶ θεῶν εἰσιν ὁ μὲν Διός, ὁ δὲ Ἀσκληπιοῦ· τὰ δὲ ἀγάλματα Ἀσκληπιὸς μὲν καὶ Ὑγεία λευκοῦ λίθου, τὸ δὲ τοῦ Διὸς χαλκοῦν ἐστιν.
在这个体育场旁有神殿,一座是宙斯的,另一座是阿斯克勒庇俄斯的;阿斯克勒庇俄斯和许癸厄亚的雕像是白色大理石的,而宙斯的雕像则是青铜的。
§2.4.6ἀνιοῦσι δὲ ἐς τὸν Ἀκροκόρινθον—ἡ δέ ἐστιν ὄρους ὑπὲρ τὴν πόλιν κορυφή, Βριάρεω μὲν Ἡλίῳ δόντος αὐτὴν ὅτε ἐδίκαζεν, Ἡλίου δὲ ὡς οἱ Κορίνθιοί φασιν Ἀφροδίτῃ παρέντος—ἐς δὴ τὸν Ἀκροκόρινθον τοῦτον ἀνιοῦσίν ἐστιν Ἴσιδος τεμένη, ὧν τὴν μὲν Πελαγίαν, τὴν δὲ Αἰγυπτίαν αὐτῶν ἐπονομάζουσιν, καὶ δύο Σαράπιδος, ἐν Κανώβῳ καλουμένου τὸ ἕτερον.
对于那些登上阿克罗科林斯(这是城市上方山岳的山顶,布里阿瑞俄斯在调停时将其交给了赫利俄斯,而正如科林斯人所说,赫利俄斯又将其让给了阿芙罗狄忒)的人来说,确实对于这些登上阿克罗科林斯的人来说,有伊西斯的圣域,他们将其一称为佩拉吉亚,另一称为埃古普提亚,还有两座萨拉皮斯的圣域,其中一座被称为卡诺布斯的萨拉皮斯。
μετὰ δὲ αὐτὰ Ἡλίῳ πεποίηνται βωμοί, καὶ Ἀνάγκης καὶ Βίας ἐστὶν ἱερόν· ἐσιέναι δὲ ἐς αὐτὸ οὐ νομίζουσιν.
在这之后,为赫利俄斯建有祭坛,还有一座必然与暴力的神殿;按习惯他们认为不该进入其中。
§2.4.7ὑπὲρ τοῦτο Μητρὸς θεῶν ναός ἐστι καὶ στήλη καὶ θρόνος· λίθων καὶ αὐτὴ καὶ ὁ θρόνος.
在其上方有一座众神之母的神殿、一通石碑和一个宝座;雕像本身和宝座都是用石头制成的。
ὁ δὲ τῶν Μοιρῶν καὶ ὁ Δήμητρος καὶ Κόρης οὐ φανερὰ ἔχουσι τὰ ἀγάλματα.
命运三女神的神殿,以及德墨忒尔与科勒的神殿,其雕像并不公开展示。
ταύτῃ καὶ τὸ τῆς Βουναίας ἐστὶν Ἥρας ἱερὸν ἱδρυσαμένου Βούνου τοῦ Ἑρμοῦ· καὶ διʼ αὐτὸ ἡ θεὸς καλεῖται Βουναία.
在此处还有一座布奈亚的赫拉神殿,是由赫耳墨斯之子布诺斯所建立的;也正因为他,这位女神被称为布奈亚。

词汇与语法注释

  1. §2.4.1τάδε μὲν οὕτως ἔχοντα — 主动词 ἐπελεξάμην(我阅读、研究)的直接宾语,为宾格短语。分词 ἔχοντα 表示状态或事实,即“这些情况如此”。在结构上也可以理解为“我读到这些情况确实如此”。
  2. §2.4.2Βελλεροφόντην δὲ οὐκ αὐτοκράτορα ὄντα βασιλεύειν — 由主句动词 πείθομαι(我深信)引导的宾格加不定式结构。宾格的 Βελλεροφόντην 是不定式 βασιλεύειν(统治)的逻辑主语。后面的 εἶναι δὲ ἐπὶ...(隶属于……)亦与之形成并列结构。
  3. §2.4.6ἀνιοῦσι δὲ ἐς τὸν Ἀκροκόρινθον — 现在分词 ἀνιοῦσι 为与格、复数、阳性,充当关系与格或判断与格,表示“对于登上阿克罗科林斯的人来说(存在……)”。在关于山顶归属的插入句之后,该与格短语以加强语气的方式被重复为 ἐς δὴ τὸν Ἀκροκόρινθον τοῦτον ἀνιοῦσίν ἐστιν。
  4. §2.4.7ὁ δὲ τῶν Μοιρῶν — 名词的省略。在定冠词 ὁ 之后省略了名词 ναός(神殿,或 ἱερόν),该词可由上下文推知。同样,在接下来的 καὶ ὁ Δήμητρος καὶ Κόρης 中,也必须为两者补充相同的名词(即“德墨忒尔与科勒的[神殿]”)。

引用这一段

保萨尼亚斯, 希腊志 §2.4.1-2.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.4.1-2.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。