§2.3.6ἑτέραν δὲ ἐκ τῆς ἀγορᾶς τὴν ἐπὶ Σικυῶνα ἐρχομένοις ἔστιν ἰδεῖν ἐν δεξιᾷ τῆς ὁδοῦ ναὸς καὶ ἄγαλμα χαλκοῦν Ἀπόλλωνος καὶ ὀλίγον ἀπωτέρω κρήνη καλουμένη Γλαύκης·
アゴラからシキョンへ向かうもう一方の道を行く者たちには、道の右側にアポロンの神殿と青銅の像が見え、少し離れたところにはグラウケと呼ばれる泉がある。
ἐς γὰρ ταύτην ἔρριψεν αὑτήν, ὡς λέγουσι, τῶν Μηδείας ἔσεσθαι φαρμάκων τὸ ὕδωρ νομίζουσα ἴαμα.
彼女は、メディアの毒薬に対してその水が治療薬になると信じて、この泉に身を投げたと言われているからである。
ὑπὲρ ταύτην πεποίηται τὴν κρήνην καὶ τὸ καλούμενον Ὠιδεῖον, παρὰ δὲ αὐτὸ μνῆμά ἐστι τοῖς Μηδείας παισίν·
この泉の上には、いわゆるオデイオン(音楽堂)も建てられており、その傍らにはメディアの子供たちの記念碑がある。
ὀνόματα μέν σφισι Μέρμερος καὶ Φέρης, καταλιθωθῆναι δὲ ὑπὸ Κορινθίων λέγονται τῶν δώρων ἕνεκα ὧν τῇ Γλαύκῃ κομίσαι φασὶν αὐτούς· §2.3.7ἅτε δὲ τοῦ θανάτου βιαίου καὶ οὐ σὺν τῷ δικαίῳ γενομένου, τὰ τέκνα Κορινθίων τὰ νήπια ὑπʼ αὐτῶν ἐφθείρετο, πρὶν ἢ χρήσαντος τοῦ θεοῦ θυσίαι τε αὐτοῖς ἐπέτειοι κατέστησαν καὶ Δεῖμα ἐπεστάθη.
彼らの名前はメルメロスとペレスであり、彼らがグラウケに届けたと言われる贈り物のために、コリントス人によって石打ちにされて殺されたと言われている ¦0 しかし、彼らの死が暴力的で不当なものであったため、コリントス人の幼い子供たちが彼らによって滅ぼされていたが、神が神託を下し、彼らのために毎年の犠牲が定められ、「恐怖」(デイマ)の像が建てられるに至った。
τοῦτο μὲν δὴ καὶ ἐς ἡμᾶς ἔτι λείπεται, γυναικὸς ἐς τὸ φοβερώτερον εἰκὼν πεποιημένη·
この像は確かに私たちの時代にもまだ残っており、恐ろしい姿に作られた女性の像である。
Κορίνθου δὲ ἀναστάτου γενομένης ὑπὸ Ῥωμαίων καὶ Κορινθίων τῶν ἀρχαίων ἀπολομένων, οὐκέτι ἐκεῖναι καθεστήκασιν αὐτοῖς αἱ θυσίαι παρὰ τῶν ἐποίκων οὐδὲ ἀποκείρονταί σφισιν οἱ παῖδες οὐδὲ μέλαιναν φοροῦσιν ἐσθῆτα.
しかし、コリントスがローマ人によって破壊され、かつてのコリントス人が滅び去ったため、入植者からはもはやそれらの犠牲が彼らのために捧げられることはなく、また子供たちが髪を切り、黒い衣をまとうこともない。
§2.3.8Μήδεια δὲ τότε μὲν ἐλθοῦσα ἐς Ἀθήνας συνῴκησεν Αἰγεῖ, χρόνῳ δὲ ὕστερον φωραθεῖσα ἐπιβουλεύειν Θησεῖ καὶ ἐξ Ἀθηνῶν ἔφυγε, παραγενομένη δὲ ἐς τὴν λεγομένην τότε Ἀρίαν τοῖς ἀνθρώποις ἔδωκε τὸ ὄνομα καλεῖσθαι Μήδους ἀπʼ αὐτῆς·
一方、メディアはそのときアテナイへ行ってアイゲウスと同居したが、後にテセウスに対して陰謀を企てていることを見破られ、アテナイからも逃亡した。 そして、当時アリアと呼ばれていた地に至り、そこに住む人々が彼女にちなんでメドスと呼ばれるようにその名を与えた。
τὸν δὲ παῖδα, ὃν ἐπήγετο φεύγουσα ἐς τοὺς Ἀρίους, γενέσθαι λέγουσιν ἐξ Αἰγέως, ὄνομα δέ οἱ Μῆδον εἶναι·
アリア人のもとへ逃れる際に彼女が連れていた息子は、アイゲウスとの間に生まれたと言われ、その名はメドスであるという。
Ἑλλάνικος δὲ αὐτὸν Πολύξενον καλεῖ καὶ πατρὸς Ἰάσονός φησιν εἶναι.
しかし、ヘラニコスは彼をポリュクセノスと呼び、父親はイアソンであると言っている。
§2.3.9ἔπη δὲ ἔστιν ἐν Ἕλλησι Ναυπάκτια ὀνομαζόμενα·
また、ギリシア人の間には『ナウパクティア』と呼ばれる叙事詩がある。
πεποίηται δὲ ἐν αὐτοῖς Ἰάσονα ἐξ Ἰωλκοῦ μετὰ τὸν Πελίου θάνατον ἐς Κόρκυραν μετοικῆσαι καί οἱ Μέρμερον μὲν τὸν πρεσβύτερον τῶν παίδων ὑπὸ λεαίνης διαφθαρῆναι θηρεύοντα ἐν τῇ πέραν ἠπείρῳ·
その詩の中では、ペリアスの死後、イアソンがイオルコスからコルキュラに移住したと詠まれており、彼の子供たちのうち年長者であるメルメロスは、対岸の大陸で狩りをしている最中に雌ライオンによって殺されたとされている。
Φέρητι δὲ οὐδέν ἐστιν ἐς μνήμην προσκείμενον.
ペレスについては、何の言及も付け加えられていない。
Κιναίθων δὲ ὁ Λακεδαιμόνιος—ἐγενεαλόγησε γὰρ καὶ οὗτος ἔπεσι —Μήδειον καὶ θυγατέρα Ἐριῶπιν Ἰάσονι εἶπεν ἐκ Μηδείας γενέσθαι·
ラケダイモン人キナイトンは(彼もまた叙事詩で系譜を詠んだが)、イアソンにはメディアとの間にメデイオスと娘エリオピスが生まれたと述べている。
πέρα δὲ ἐς τοὺς παῖδας οὐδὲ τούτῳ πεποιημένα ἐστίν.
しかし、彼の詩においても、子供たちについてそれ以上のことは詠まれていない。
§2.3.10Εὔμηλος δὲ Ἥλιον ἔφη δοῦναι τὴν χώραν Ἀλωεῖ. μὲν τὴν Ἀσωπίαν, Αἰήτῃ δὲ τὴν Ἐφυραίαν·
エウメロスは、ヘリオスがアロエウスにアソピアを、アイエテスにエピュライアの地を与えたと述べた。
καὶ Αἰήτην ἀπιόντα ἐς Κόλχους παρακαταθέσθαι Βούνῳ τὴν γῆν, Βοῦνον δὲ Ἑρμοῦ καὶ Ἀλκιδαμείας εἶναι, καὶ ἐπεὶ Βοῦνος ἐτελεύτησεν, οὕτως Ἐπωπέα τὸν Ἀλωέως καὶ τὴν Ἐφυραίων σχεῖν ἀρχήν·
そして、アイエテスはコルキスへ去るに際し、その土地をブノスに委託した。 ブノスはヘルメスとアルキダメイアの子であるという。 そしてブノスが死んだとき、このようにしてアロエウスの子エポペウスがエピュラ人たちの支配をも手に入れた。
Κορίνθου δὲ ὕστερον τοῦ Μαραθῶνος οὐδένα ὑπολιπομένου παῖδα, τοὺς Κορινθίους Μήδειαν μεταπεμψαμένους ἐξ Ἰωλκοῦ παραδοῦναί οἱ τὴν ἀρχήν.
その後、マラトンの子コリントスが子供を残さずに死んだため、コリントス人たちはイオルコスからメディアを呼び寄せ、彼女に支配権を委ねた。
§2.3.11βασιλεύειν μὲν δὴ διʼ αὐτὴν Ἰάσονα ἐν Κορίνθῳ, Μηδείᾳ δὲ παῖδας μὲν γίνεσθαι, τὸ δὲ ἀεὶ τικτόμενον κατακρύπτειν αὐτὸ ἐς τὸ ἱερὸν φέρουσαν τῆς Ἥρας, κατακρύπτειν δὲ ἀθανάτους ἔσεσθαι νομίζουσαν·
こうして、彼女のおかげでイアソンがコリントスで王位に就いたが、メディアには子供たちが生まれたものの、彼女は生まれるたびにその子をヘラ的神殿に運んで隠したという。 隠したのは、彼らが不死になると信じていたからであった。
τέλος δὲ αὐτήν τε μαθεῖν ὡς ἡμαρτήκοι τῆς ἐλπίδος καὶ ἅμα ὑπὸ τοῦ Ἰάσονος φωραθεῖσαν—οὐ γὰρ αὐτὸν ἔχειν δεομένῃ συγγνώμην, ἀποπλέοντα δὲ ἐς Ἰωλκὸν οἴχεσθαι—, τούτων δὲ ἕνεκα ἀπελθεῖν καὶ Μήδειαν παραδοῦσαν Σισύφῳ τὴν ἀρχήν.
しかし最後には、彼女自身も自分の期待が外れたことを知り、同時にイアソンに見破られたため(というのも、彼は懇願する彼女を許さず、船でイオルコスへと去ってしまったからである)、これらの理由からメディアもまた立ち去り、シシュポスに支配権を委ねた。