§2.38.1ἐκ Λέρνης δὲ ἰοῦσιν ἐς Τημένιον—τὸ δὲ Τημένιόν ἐστιν Ἀργείων, ὠνομάσθη δὲ ἀπὸ Τημένου τοῦ Ἀριστομάχου· καταλαβὼν γὰρ καὶ ἐχυρωσάμενος τὸ χωρίον ἐπολέμει σὺν τοῖς Δωριεῦσιν αὐτόθεν τὸν πρὸς Τισαμενὸν καὶ Ἀχαιοὺς πόλεμον—ἐς τοῦτο οὖν τὸ Τημένιον ἰοῦσιν ὅ τε Φρίξος ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν καὶ Ποσειδῶνος ἱερὸν ἐν Τημενίῳ πεποίηται καὶ Ἀφροδίτης ἕτερον καὶ μνῆμά ἐστι Τημένου τιμὰς ἔχον παρὰ Δωριέων τῶν ἐν Ἄργει.
对于从勒耳纳前往德墨尼翁——德墨尼翁属于阿耳戈斯人,因阿里斯托马科斯之子德墨诺斯而得名;因为他占领并加固了该地,并以此为基地,与多利斯人一起,向提萨梅诺斯及阿卡亚人发起战争——因此,对于前往这德墨尼翁的人来说,弗里克索斯河在此注入大海,德墨尼翁建有波塞冬的圣所,另有一座阿芙罗狄忒的圣所,还有德墨诺斯的陵墓,它受到阿耳戈斯的多利斯人的崇敬。
§2.38.2Τημενίου δὲ ἀπέχει Ναυπλία πεντήκοντα ἐμοὶ δοκεῖν σταδίους, τὰ μὲν ἐφʼ ἡμῶν ἔρημος, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Ναύπλιος Ποσειδῶνος λεγόμενος καὶ Ἀμυμώνης εἶναι.
依我之见,纳乌普里亚距离德墨尼翁有五十斯塔迪翁,在我们的时代它已荒废,而它的创建者是纳乌普里奥斯,据说他是波塞冬与阿米莫奈之子。
λείπεται δὲ καὶ τειχῶν ἔτι ἐρείπια, καὶ Ποσειδῶνος ἱερὸν καὶ λιμένες εἰσὶν ἐν Ναυπλίᾳ καὶ πηγὴ Κάναθος καλουμένη· ἐνταῦθα τὴν Ἥραν φασὶν Ἀργεῖοι κατὰ ἔτος λουμένην παρθένον γίνεσθαι.
此处还遗留着城墙的废墟,纳乌普里亚建有波塞冬的圣所、港口,以及被称为卡纳托斯的泉水;阿耳戈斯人说,赫拉每年在此沐浴,以此恢复童贞。
§2.38.3οὗτος μὲν δή σφισιν ἐκ τελετῆς, ἣν ἄγουσι τῇ Ἥρᾳ, λόγος τῶν ἀπορρήτων ἐστίν· τὰ δὲ ὑπὸ τῶν ἐν Ναυπλίᾳ λεγόμενα ἐς τὸν ὄνον, ὡς ἐπιφαγὼν ἀμπέλου κλῆμα ἀφθονώτερον ἐς τὸ μέλλον ἀπέφηνε τὸν καρπόν—καὶ ὄνος σφίσιν ἐν πέτρᾳ πεποιημένος διὰ τοῦτό ἐστιν ἅτε ἀμπέλων διδάξας τομήν—, παρίημι οὐκ ἀξιόλογα ἡγούμενος.
这确实是他们从为赫拉举行的仪轨中衍生出来的秘传故事;至于纳乌普里亚人关于驴子的说法,说它因啃食了葡萄藤的嫩枝而使未来的果实更加丰收——因此他们有一头雕刻在岩石上的驴子,视其为传授葡萄剪枝的技术者——我因认为不值一提而予以略过。
§2.38.4ἔστι δὲ ἐκ Λέρνης καὶ ἑτέρα παρʼ αὐτὴν ὁδὸς τὴν θάλασσαν ἐπὶ χωρίον ὃ Γενέσιον ὀνομάζουσι· πρὸς θαλάσσῃ δὲ τοῦ Γενεσίου Ποσειδῶνος ἱερόν ἐστιν οὐ μέγα.
从勒耳纳还有另一条紧邻海边的道路,通往被称为格内西翁的地方;在格内西翁的海边有一座不大的波塞冬圣所。
τούτου δʼ ἔχεται χωρίον ἄλλο Ἀπόβαθμοι· γῆς δὲ ἐνταῦθα πρῶτον τῆς Ἀργολίδος Δαναὸν σὺν ταῖς παισὶν ἀποβῆναι λέγουσιν.
紧邻此地的是另一个地方,名为阿波巴特莫伊;他们说,达纳俄斯与他的女儿们最初就是在这里登上阿耳戈利斯土地的。
ἐντεῦθεν διελθοῦσιν Ἀνιγραῖα καλούμενα ὁδὸν καὶ στενὴν καὶ ἄλλως δύσβατον, ἔστιν ἐν ἀριστερᾷ μὲν καθήκουσα ἐπὶ θάλασσαν καὶ δένδρα—ἐλαίας μάλιστα—ἀγαθὴ τρέφειν γῆ, ἰόντι §2.38.5δὲ ἄνω πρὸς τὴν ἤπειρον ἀπʼ αὐτῆς χωρίον ἐστίν, ἔνθα δὴ ἐμαχέσαντο ὑπὲρ τῆς γῆς ταύτης λογάδες Ἀργείων τριακόσιοι πρὸς ἄνδρας Λακεδαιμονίων ἀριθμόν τε ἴσους καὶ ἐπιλέκτους ὁμοίως.
从这里,对于通过被称为阿尼格赖亚这条既狭窄又艰难的道路的人来说,左侧是延伸至海边的土地,适宜种植树木——特别是橄榄树——而对于从该处向上往内陆走的人来说,有一片土地,阿耳戈斯人的三百名精兵在此与同等数量、同样精选出来的拉克代蒙人作战。
ἀποθανόντων δὲ ἁπάντων πλὴν ἑνὸς Σπαρτιάτου καὶ δυοῖν Ἀργείων, τοῖς μὲν ἀποθανοῦσιν ἐχώσθησαν ἐνταῦθα οἱ τάφοι, τὴν χώραν δὲ οἱ Λακεδαιμόνιοι γενομένου πανδημεί σφισιν ἀγῶνος πρὸς Ἀργείους κρατήσαντες βεβαίως αὐτοί τε παραυτίκα ἐκαρποῦντο καὶ ὕστερον Αἰγινήταις ἔδοσαν ἐκπεσοῦσιν ὑπὸ Ἀθηναίων ἐκ τῆς νήσου.
当除了一个斯巴达人和两个阿耳戈斯人之外所有人皆战死后,战死者的坟墓在此被筑起;拉克代蒙人在随后与阿耳戈斯人爆发的全面战争中取得了决定性的胜利,牢固地占领了这片土地,他们起初自己收割庄稼,后来将它赐给了被阿雅人从岛上驱逐出去的埃吉纳人。
τὰ δὲ ἐπʼ ἐμοῦ τὴν Θυρεᾶτιν ἐνέμοντο Ἀργεῖοι· φασὶ δὲ ἀνασώσασθαι δίκῃ νικήσαντες.
在我的时代,阿耳戈斯人占领了萨雷亚蒂斯;他们说自己是通过在诉讼中获胜而收复该地的。
§2.38.6ἀπὸ δὲ τῶν πολυανδρίων ἰόντι Ἀνθήνη τέ ἐστιν, ἣν Αἰγινῆταί ποτε ᾤκησαν, καὶ ἑτέρα κώμη Νηρίς, τρίτη δὲ Εὔα μεγίστη τῶν κωμῶν· καὶ ἱερὸν τοῦ Πολεμοκράτους ἐστὶν ἐν ταύτῃ.
对于从共同墓地出发的人来说,有安特内,埃吉纳人曾在此居住,还有另一个村庄内里斯,第三个村庄埃阿是这些村庄中最大的;在后者之中有一座波莱莫克拉特斯的圣所。
ὁ δὲ Πολεμοκράτης ἐστὶ καὶ οὗτος Μαχάονος υἱός, ἀδελφὸς δὲ Ἀλεξάνορος, καὶ ἰᾶται τοὺς ταύτῃ καὶ τιμὰς παρὰ τῶν προσοίκων ἔχει.
这位波莱莫克拉特斯也是马查翁之子,亚历克萨诺尔之兄弟,他治愈此地的人民,并受到邻近居民的崇敬。
§2.38.7ἀνατείνει δὲ ὑπὲρ τὰς κώμας ὄρος Πάρνων, καὶ Λακεδαιμονίων ἐπʼ αὐτοῦ πρὸς Ἀργείους ὅροι καὶ Τεγεάτας εἰσίν· ἑστήκασι δὲ ἐπὶ τοῖς ὅροις Ἑρμαῖ λίθου, καὶ τοῦ χωρίου τὸ ὄνομά ἐστιν ἀπʼ αὐτῶν.
在这些村庄之上耸立着帕尔农山,山上有拉克代蒙人与阿耳戈斯人及特格亚人的边界;边界上立着石质的赫耳墨斯神柱,该地的名称便由此而来。
ποταμὸς δὲ καλούμενος Τάναος—εἷς γὰρ δὴ οὗτος ἐκ τοῦ Πάρνωνος κάτεισι—ῥέων διὰ τῆς Ἀργείας ἐκδίδωσιν ἐς τὸν Θυρεάτην κόλπον.
一条被称为塔纳俄斯的河流——因为这确实是唯一一条从帕尔农山流下的河流——流经阿耳戈斯地区,注入萨雷亚湾。