§2.37.1ἀπὸ δὴ τοῦ ὄρους τούτου τὸ ἄλσος ἀρχόμενον πλατάνων τὸ πολὺ ἐπὶ τὴν θάλασσαν καθήκει.
确实,这片起自该山的圣林,大部分由悬铃木组成,一直延伸到海边。
ὅροι δὲ αὐτοῦ τῇ μὲν ποταμὸς ὁ Ποντῖνος, τῇ δὲ ἕτερος ποταμός· Ἀμυμώνη δὲ ἀπὸ τῆς Δαναοῦ θυγατρὸς ὄνομα τῷ ποταμῷ.
它的边界一侧是蓬蒂诺斯川,另一侧是另一条河;该河因达纳俄斯的女儿而得名阿米莫奈。
ἐντὸς δὲ τοῦ ἄλσους ἀγάλματα ἔστι μὲν Δήμητρος Προσύμνης, ἔστι δὲ Διονύσου, καὶ Δήμητρος καθήμενον ἄγαλμα οὐ μέγα·
在圣林内有普罗叙姆涅德墨忒尔的雕像、迪奥尼索斯的雕像,以及一座不大的德墨忒尔坐像。
§2.37.2ταῦτα μὲν λίθου πεποιημένα, ἑτέρωθι δʼ ἐν ναῷ Διόνυσος Σαώτης καθήμενον ξόανον καὶ Ἀφροδίτης ἄγαλμα ἐπὶ θαλάσσῃ λίθου·
这些雕像是用石头制成的,而在另一处的庙宇中,有一座“拯救者”迪奥尼索斯的木质坐像,海边还有一座用石头制成的阿芙罗狄忒雕像。
ἀναθεῖναι δὲ αὐτὸ τὰς θυγατέρας λέγουσι τὰς Δαναοῦ, Δαναὸν δὲ αὐτὸν τὸ ἱερὸν ἐπὶ Ποντίνῳ ποιῆσαι τῆς Ἀθηνᾶς.
他们说这是达纳俄斯的女儿们奉献的,而达纳俄斯本人在蓬蒂诺斯山上建造了雅典娜的圣所。
καταστήσασθαι δὲ τῶν Λερναίων τὴν τελετὴν Φιλάμμωνά φασι.
他们还说,设立勒耳纳秘仪的是菲拉蒙。
τὰ μὲν οὖν λεγόμενα ἐπὶ τοῖς δρωμένοις δῆλά ἐστιν οὐκ ὄντα ἀρχαῖα·
因此,关于所行仪式的传说显而易见并非古老。
§2.37.3ἃ δὲ ἤκουσα ἐπὶ τῇ καρδίᾳ γεγράφθαι τῇ πεποιημένῃ τοῦ ὀρειχάλκου, οὐδὲ ταῦτα ὄντα Φιλάμμωνος Ἀρριφῶν εὗρε, τὸ μὲν ἀνέκαθεν Τρικωνιεὺς τῶν ἐν Αἰτωλίᾳ, τὰ δὲ ἐφʼ ἡμῶν Λυκίων τοῖς μάλιστα ὁμοίως δόκιμος, δεινὸς δὲ ἐξευρεῖν ἃ μή τις πρότερον εἶδε, καὶ δὴ καὶ ταῦτα φωράσας ἐπὶ τῷδε.
至于我听闻刻在真铜制成的心脏形状物上的那些话,阿里蓬发现连这些也不是菲拉蒙所作。 阿里蓬按家系来说确是埃托利亚的特里科尼翁人,但在我们的时代,他与最显赫的吕基亚人享有同样崇高的声望,并擅长发现前人未曾注意到的事物;事实上,他正是根据以下根据拆穿了这些事情。
τὰ ἔπη, καὶ ὅσα οὐ μετὰ μέτρου μεμιγμένα ἦν τοῖς ἔπεσι, τὰ πάντα Δωριστὶ ἐπεποίητο· πρὶν δὲ Ἡρακλείδας κατελθεῖν ἐς Πελοπόννησον, τὴν αὐτὴν ἠφίεσαν Ἀθηναίοις οἱ Ἀργεῖοι φωνήν· ἐπὶ δὲ Φιλάμμωνος οὐδὲ τὸ ὄνομα τῶν Δωριέων ἐμοὶ δοκεῖν ἐς ἅπαντας ἠκούετο Ἕλληνας.
那些诗句以及与诗句混杂在一起的无韵律散文,全部是用多利斯方言撰写的;但在赫拉克勒斯后裔返回伯罗奔尼撒之前,阿耳戈斯人说的是与雅典人相同的语言;而在菲拉蒙的时代,依我之见,连多利斯人的名字都未曾被所有希腊人所知。
§2.37.4ταῦτα μὲν δὴ ἀπέφαινεν οὕτως ἔχοντα, τῆς δὲ Ἀμυμώνης πέφυκεν ἐπὶ τῇ πηγῇ πλάτανος· ὑπὸ ταύτῃ τὴν ὕδραν τραφῆναι τῇ πλατάνῳ φασίν.
他指明这些事情确实如此。 在阿米莫奈河的源头旁长着一棵悬铃木;人们说,九头蛇就是在该悬铃木下被抚养长大的。
ἐγὼ δὲ τὸ θηρίον πείθομαι τοῦτο καὶ μεγέθει διενεγκεῖν ὑδρῶν ἄλλων καὶ τὸν ἰὸν οὕτω δή τι ἔχειν ἀνίατον ὡς τὸν Ἡρακλέα ἀπὸ τῆς χολῆς αὐτοῦ τὰς ἀκίδας φαρμακεῦσαι τῶν ὀιστῶν· κεφαλὴν δὲ εἶχεν ἐμοὶ δοκεῖν μίαν καὶ οὐ πλείονας, Πείσανδρος δὲ ὁ Καμιρεύς, ἵνα τὸ θηρίον τε δοκοίη φοβερώτερον καὶ αὐτῷ γίνηται ἡ ποίησις ἀξιόχρεως μᾶλλον, ἀντὶ τούτων τὰς κεφαλὰς ἐποίησε τῇ ὕδρᾳ τὰς πολλάς.
至于我,我相信这个怪兽在体型上确实超过了其他的普通水蛇,而且它的毒性是如此无可救药,以至于赫拉克勒斯用它的胆汁涂抹了箭镞;但依我之见,它只有一个头,而绝非更多;但卡米罗斯的佩桑德罗斯,为了让怪兽显得更加可怕,也为了让自己的诗作更具分量,便用多头代替单头,虚构了九头蛇。
§2.37.5εἶδον δὲ καὶ πηγὴν Ἀμφιαράου καλουμένην καὶ τὴν Ἀλκυονίαν λίμνην, διʼ ἧς φασιν Ἀργεῖοι Διόνυσον ἐς τὸν Ἅιδην ἐλθεῖν Σεμέλην ἀνάξοντα, τὴν δὲ ταύτῃ κάθοδον δεῖξαί οἱ Πόλυμνον.
我还见到了被称为安菲阿拉俄斯之泉的源泉,以及阿尔库欧尼亚湖,阿耳戈斯人说迪奥尼索斯就是通过此湖前往冥府迎回塞墨勒的,而波吕姆诺斯向他指明了这里的下行通路。
τῇ δὲ Ἀλκυονίᾳ πέρας τοῦ βάθους οὐκ ἔστιν οὐδέ τινα οἶδα ἄνθρωπον ἐς τὸ τέρμα αὐτῆς οὐδεμιᾷ μηχανῇ καθικέσθαι δυνηθέντα, ὅπου καὶ Νέρων σταδίων πολλῶν κάλους ποιησάμενος καὶ συνάψας ἀλλήλοις, ἀπαρτήσας δὲ καὶ μόλυβδον ἀπʼ αὐτῶν καὶ εἰ δή τι χρήσιμον ἄλλο ἐς τὴν πεῖραν, οὐδὲ οὗτος οὐδένα ἐξευρεῖν ἐδυνήθη ὅρον τοῦ βάθους.
但是阿尔库欧尼亚湖没有深度极限,我也不知道有任何人能通过任何手段到达它的底部,因为即便是尼禄,制作了长达数斯塔迪翁的绳索并将它们连结在一起,在其末端悬挂了铅块以及其他任何有助于探测的工具,连他也没能找到任何深度的边界。
§2.37.6καὶ τόδε ἤκουσα ἄλλο· τὸ ὕδωρ τῆς λίμνης ὡς ἰδόντα εἰκάσαι γαληνόν ἐστι καὶ ἠρεμαῖον, παρεχόμενον δὲ ὄψιν τοιαύτην διανήχεσθαι τολμήσαντα πάντα τινὰ καθέλκειν πέφυκε καὶ ἐς βυθὸν ὑπολαβὸν ἀπήνεγκε.
我还听闻了另一件事:该湖的水,乍看之下,显得温和而平静,虽然呈现出这样的外观,但它的本性却会将任何胆敢游过它的人拖下去,将他们卷入并带往深渊。
περίοδος δὲ τῆς λίμνης ἐστὶν οὐ πολλή, ἀλλὰ ὅσον τε σταδίου τρίτον· ἐπὶ δὲ τοῖς χείλεσιν αὐτῆς πόα καὶ σχοῖνοι πεφύκασι.
湖的周长并不大,只有大约三分之一斯塔迪翁;在湖岸上长着草和芦苇。
τὰ δὲ ἐς αὐτὴν Διονύσῳ δρώμενα ἐν νυκτὶ κατὰ ἔτος ἕκαστον οὐχ ὅσιον ἐς ἅπαντας ἦν μοι γράψαι.
至于每年在夜间该湖为迪奥尼索斯举行的仪轨,向所有人披露这些事情对我而言是不虔敬的。