Humanitext Reader

パウサニアス · ギリシア案内記 §2.32.1-2.32.10

ヒッポリュトスの聖域とトロイゼン近郊の諸神殿

93 / 465 箇所 · ギリシア語

要旨

トロイゼンにおけるヒッポリュトスの有名な聖域とその祭儀、パイドラの墓、アクロポリスのアテナ神殿、そしてヘルミオネへ向かう道沿いの神聖な遺跡群やポセイドン、デメテルの聖域など、市外の諸聖域について説明する。

§2.32.1Ἱππολύτῳ δὲ τῷ Θησέως τέμενός τε ἐπιφανέστατον ἀνεῖται καὶ ναὸς ἐν αὐτῷ καὶ ἄγαλμά ἐστιν ἀρχαῖον.
テセウスの子ヒッポリュトスには、きわめて著名な聖域が捧げられており、その中には神殿と古い彫像がある。
ταῦτα μὲν Διομήδην λέγουσι ποιῆσαι καὶ προσέτι θῦσαι τῷ Ἱππολύτῳ πρῶτον·
これらは、人々が言うには、ディオメデスが建立し、さらにヒッポリュトスに最初に犠牲を捧げたとのことである。
Τροιζηνίοις δὲ ἱερεὺς μέν ἐστιν Ἱππολύτου τὸν χρόνον τοῦ βίου πάντα ἱερώμενος καὶ θυσίαι καθεστήκασιν ἐπέτειοι, δρῶσι δὲ καὶ ἄλλο τοιόνδε·
トロイゼン人にはヒッポリュトスの神官がいて、生涯その職を務め、毎年の犠牲祭が定められている。 また彼らは次のようなことも行っている。
ἑκάστη παρθένος πλόκαμον ἀποκείρεταί οἱ πρὸ γάμου, κειραμένη δὲ ἀνέθηκεν ἐς τὸν ναὸν φέρουσα.
それぞれの乙女は結婚の前に彼のために髪の一房を切り落とし、切り落とした髪を神殿に携えて行って奉納する。
ἀποθανεῖν δὲ αὐτὸν οὐκ ἐθέλουσι συρέντα ὑπὸ τῶν ἵππων οὐδὲ τὸν τάφον ἀποφαίνουσιν εἰδότες·
しかし、彼らは彼が馬に引きずられて死んだとは認めようとせず、また彼の墓がどこにあるか知っていても指し示さない。
τὸν δὲ ἐν οὐρανῷ καλούμενον ἡνίοχον, τοῦτον εἶναι νομίζουσιν ἐκεῖνον Ἱππόλυτον τιμὴν παρὰ θεῶν ταύτην ἔχοντα.
そして彼らは、天において『御者』と呼ばれる星座を、あのヒッポリュトスが神々からこの名誉を得たものであると信じている。
§2.32.2τούτου δὲ ἐντὸς τοῦ περιβόλου ναός ἐστιν Ἀπόλλωνος Ἐπιβατηρίου, Διομήδους ἀνάθημα ἐκφυγόντος τὸν χειμῶνα ὃς τοῖς Ἕλλησιν ἐπεγένετο ἀπὸ Ἰλίου κομιζομένοις·
この囲いの内部には『乗船のアポロン』の神殿があり、これはイリオンから帰還するギリシア人たちを襲った嵐を免れたディオメデスの奉納物である。
καὶ τὸν ἀγῶνα τῶν Πυθίων Διομήδην πρῶτον θεῖναί φασι τῷ Ἀπόλλωνι.
また、アポロンのための最初のピュティア競技会を創設したのもディオメデスであると言われている。
ἐς δὲ τὴν Δαμίαν καὶ Αὐξησίαν—καὶ γὰρ Τροιζηνίοις μέτεστιν αὐτῶν—οὐ τὸν αὐτὸν λέγουσιν ὃν Ἐπιδαύριοι καὶ Αἰγινῆται λόγον, ἀλλὰ ἀφικέσθαι παρθένους ἐκ Κρήτης·
ダミアとアウクセシア(トロイゼン人も彼女たちの崇拝を分かち持っている)については、エピダウロス人やアイギナ人が語るのと同じ話はせず、彼女たちはクレタ島からやって来た乙女たちであると言う。
στασιασάντων δὲ ὁμοίως τῶν ἐν τῇ πόλει ἁπάντων καὶ ταύτας φασὶν ὑπὸ τῶν ἀντιστασιωτῶν καταλευσθῆναι, καὶ ἑορτὴν ἄγουσί σφισι Λιθοβόλια ὀνομάζοντες.
そして、市内のすべての人々が同様に内紛を起こしたとき、彼女たちもまた敵対派の者たちによって石打ちにされたと言われており、彼女たちのために『リトボリア』と名付けた祭りを催している。
§2.32.3κατὰ δὲ τὸ ἕτερον τοῦ περιβόλου μέρος στάδιόν ἐστιν Ἱππολύτου καλούμενον καὶ ναὸς ὑπὲρ αὐτοῦ Ἀφροδίτης Κατασκοπίας·
囲いのもう一方の側には、ヒッポリュトスのスタディオンと呼ばれる競技場と、その上方には『見張りのアプロディテ』の神殿がある。
αὐτόθεν γάρ, ὁπότε γυμνάζοιτο ὁ Ἱππόλυτος, ἀπέβλεπεν ἐς αὐτὸν ἐρῶσα ἡ Φαίδρα.
というのも、そこから、ヒッポリュトスが運動しているときに、恋焦がれるパイドラが彼を見つめていたからである。
ἐνταῦθα ἔτι πεφύκει ἡ μυρσίνη, τὰ φύλλα ὡς καὶ πρότερον ἔγραψα ἔχουσα τετρυπημένα·
そこには今でも、私が以前に書いたように、葉に穴があいたテンニンカが生えている。
καὶ ἡνίκα ἠπορεῖτο ἡ Φαίδρα καὶ ῥᾳστώνην τῷ ἔρωτι οὐδεμίαν εὕρισκεν, ἐς ταύτης τὰ φύλλα ἐσιναμώρει τῆς μυρσίνης.
パイドラが悩み苦しみ、恋の苦しみから少しの慰めも見出せなかったとき、彼女はこのテンニンカの葉を傷つけたのである。
§2.32.4ἔστι δὲ καὶ τάφος Φαίδρας, ἀπέχει δὲ οὐ πολὺ τοῦ Ἱππολύτου μνήματος·
またパイドラの墓もあり、ヒッポリュトスの記念碑からそれほど遠くない。
τὸ δὲ οὐ πόρρω κέχωσται τῆς μυρσίνης.
後者はテンニンカから遠くないところに築かれている。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἐποίησε μὲν Τιμόθεος, Τροιζήνιοι δὲ οὐκ Ἀσκληπιὸν ἀλλὰ εἰκόνα Ἱππολύτου φασὶν εἶναι.
アスクレピオスの彫像はティモテオスが制作したが、トロイゼン人はアスクレピオスではなくヒッポリュトスの肖像であると言っている。
καὶ οἰκίαν ἰδὼν οἶδα Ἱππολύτου·
また、私はヒッポリュトスの家を見て知っている。
πρὸ δὲ αὐτῆς ἐστιν Ἡράκλειος καλουμένη κρήνη, τὸ ὕδωρ ὡς οἱ Τροιζήνιοι λέγουσιν ἀνευρόντος Ἡρακλέους.
その前にはヘラクレスの泉と呼ばれる泉があり、トロイゼン人が言うにはヘラクレスがその水を発見したとのことである。
§2.32.5ἐν δὲ τῇ ἀκροπόλει τῆς Σθενιάδος καλουμένης ναός ἐστιν Ἀθηνᾶς, αὐτὸ δὲ εἰργάσατο τῆς θεοῦ τὸ ξόανον Κάλλων Αἰγινήτης·
アクロポリスには『ステニアス』と呼ばれるアテナの神殿があり、女神のその木像自体はアイギナのカロンが制作した。
μαθητὴς δὲ ὁ Κάλλων ἦν Τεκταίου καὶ Ἀγγελίωνος, οἳ Δηλίοις ἐποίησαν τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος·
カロンはテクタイオスとアンゲリオンの弟子であり、彼らはデロス島の人々のためにアポロンの像を制作した。
ὁ δὲ Ἀγγελίων καὶ Τεκταῖος παρὰ Διποίνῳ καὶ Σκύλλιδι ἐδιδάχθησαν.
そしてアンゲリオンとテクタイオスはディポイノスとスキュリスに学んだ。
§2.32.6κατιόντων δὲ αὐτόθεν Λυτηρίου Πανός ἐστιν ἱερόν·
そこから下っていくと『解放者パン』の聖域がある。
Τροιζηνίων γὰρ τοῖς τὰς ἀρχὰς ἔχουσιν ἔδειξεν ὀνείρατα ἃ εἶχεν ἄκεσιν λοιμοῦ πιέσαντος τὴν Τροιζηνίαν, Ἀθηναίους δὲ μάλιστα.
なぜなら、疫病がトロイゼン地方を、そして特にアテナイ人たちを襲ったとき、彼はトロイゼンの役職者たちに、疫病の治療法を含む夢を示したからである。
διαβὰς δὲ καὶ ναὸν ἂν ἴδοις Ἴσιδος καὶ ὑπὲρ αὐτὸν Ἀφροδίτης Ἀκραίας·
そこを通り過ぎると、イシスの神殿と、その上方に『高地のアプロディテ』の神殿が見えるだろう。
τὸν μὲν ἅτε ἐν μητροπόλει τῇ Τροιζῆνι Ἁλικαρνασσεῖς ἐποίησαν, τὸ δὲ ἄγαλμα τῆς Ἴσιδος ἀνέθηκε Τροιζηνίων δῆμος.
前者は、トロイゼンが母市であるとしてハリカルナッソス人が建立したものであり、イシスの彫像はトロイゼン市民が奉納した。
§2.32.7ἰοῦσι δὲ τὴν διὰ τῶν ὀρέων ἐς Ἑρμιόνην πηγή τέ ἐστι τοῦ Ὑλλικοῦ ποταμοῦ, Ταυρίου δὲ τὸ ἐξ ἀρχῆς καλουμένου, καὶ πέτρα Θησέως ὀνομαζομένη, μεταβαλοῦσα καὶ αὐτὴ τὸ ὄνομα ἀνελομένου Θησέως ὑπʼ αὐτῇ κρηπῖδας τὰς Αἰγέως καὶ ξίφος·
山々を通ってヘルミオネへ行く道を進むと、ヒュリコス川(古くはタウリオス川と呼ばれていた)の源流があり、また『テセウスの岩』と呼ばれる岩がある。 これもまた、テセウスがその下からアイゲウスのサンダルと剣を取り出したことで、その名が変わったのである。
πρότερον δὲ βωμὸς ἐκαλεῖτο Σθενίου Διός.
以前は『ステニオス・ゼウスの祭壇』と呼ばれていた。
τῆς δὲ πέτρας πλησίον Ἀφροδίτης ἐστὶν ἱερὸν Νυμφίας, ποιήσαντος Θησέως ἡνίκα ἔσχε γυναῖκα Ἑλένην.
その岩の近くには『花嫁のアプロディテ』の聖域があり、テセウスがヘレネを妻としたときに建立したものである。
§2.32.8ἔστι δὲ ἔξω τείχους καὶ Ποσειδῶνος ἱερὸν Φυταλμίου·
城壁の外には『植物を育てるポセイドン』の聖域もある。
μηνίσαντα γάρ σφισι τὸν Ποσειδῶνα ποιεῖν φασιν ἄκαρπον τὴν χώραν ἅλμης ἐς τὰ σπέρματα καὶ τῶν φυτῶν τὰς ῥίζας καθικνουμένης, ἐς ὃ θυσίαις τε εἴξας καὶ εὐχαῖς οὐκέτι ἅλμην ἀνῆκεν ἐς τὴν γῆν.
なぜなら、ポセイドンが彼らに怒り、塩水が種子や植物の根に浸透したため、この土地を不毛にしたと言われているからである。 ついに、犠牲と祈りに応じて、彼はもはや土地に塩水を送るのをやめた。
ὑπὲρ δὲ τοῦ Ποσειδῶνος τὸν ναόν ἐστι Δημήτηρ Θεσμοφόρος, Ἀλθήπου καθὰ λέγουσιν ἱδρυσαμένου.
ポセイドンの神殿の上方には『掟をもたらすデメテル』があり、彼らが言うには、アルテポスが建立したとのことである。
§2.32.9καταβαίνουσι δὲ ἐπὶ τὸν πρὸς τῇ Κελενδέρει καλουμένῃ λιμένα χωρίον ἐστὶν ὃ Γενέθλιον ὀνομάζουσι, τεχθῆναι Θησέα ἐνταῦθα λέγοντες.
『ケレンデリス』と呼ばれる場所の近くの港へと下っていくと、『ゲネトリオン』と呼ばれる場所があり、そこでテセウスが生まれたと言われている。
πρὸ δὲ τοῦ χωρίου τούτου ναός ἐστιν Ἄρεως, Θησέως καὶ ἐνταῦθα Ἀμαζόνας μάχῃ κρατήσαντος·
この場所の前にはアレスの神殿があり、そこでもテセウスがアマゾンたちを戦闘で破ったとされる。
αὗται δʼ ἂν εἴησαν τῶν ἐν τῇ Ἀττικῇ πρὸς Θησέα καὶ Ἀθηναίους ἀγωνισαμένων.
彼女たちは、アッティカでテセウスおよびアテナイ人たちと戦った者たちの一部であろう。
§2.32.10ἐπὶ θάλασσαν δὲ τὴν Ψιφαίαν πορευομένοις κότινος πέφυκεν ὀνομαζόμενος ῥᾶχος στρεπτός.
『プシパイア』と呼ばれる海へ向かって進む人々にとっては、『ねじれた野生のオリーブの低木』と呼ばれる野生のオリーブの木が生えている。
ῥάχους μὲν δὴ καλοῦσι Τροιζήνιοι πᾶν ὅσον ἄκαρπον ἐλαίας, κότινον καὶ φυλλίαν καὶ ἔλαιον·
トロイゼン人は、実のならないオリーブ、野生のオリーブ、プラリア、野生のオリーブの木などを、すべて『ラコス』と呼んでいる。
στρεπτὸν δὲ ἐπονομάζουσι τοῦτον, ὅτι ἐνσχεθεισῶν αὐτῷ τῶν ἡνιῶν ἀνετράπη τοῦ Ἱππολύτου τὸ ἅρμα.
そして、これを『ねじれた』と呼ぶのは、その木に手綱が絡まってヒッポリュトスの戦車が転覆したからである。
τούτου δὲ οὐ πολὺ τῆς Σαρωνίας Ἀρτέμιδος ἀφέστηκε τὸ ἱερόν, καὶ τὰ ἐς αὐτὸ ἐμήνυσεν ὁ λόγος ἤδη μοι.
これからそれほど遠くないところに『サロニアのアルテミス』の聖域があり、これについてはすでに私の記述が示している。
τοσόνδε δὲ ἔτι δηλώσω·
だが、さらにこれだけは明らかにしておこう。
Σαρώνια γὰρ δὴ κατὰ ἔτος τῇ Ἀρτέμιδι ἑορτὴν ἄγουσι.
彼らは毎年アルテミスのために『サロニア』という祭りを執り行っている。

語釈・文法注

  1. 2.32.1Ἱππολύτῳ δὲ τῷ Θησέως — テセウスの子ヒッポリュトスに対する捧げ物であることを示す与格。後続の ἀνεῖται(捧げられている)に依存する。
  2. 2.32.1ἀποθανεῖν δὲ αὐτὸν οὐκ ἐθέλουσι συρέντα — οὐκ ἐθέλουσι は「〜することを望まない」ではなく、「〜することを(事実として)認めようとしない」という意味で使われている。不定詞 ἀποθανεῖν(死んだこと)の主語は対格 αὐτόν、分詞 συρέντα はそれに係る。
  3. 2.32.2ἐκφυγόντος τὸν χειμῶνα — 関係代名詞節 ὃς τοῖς Ἕλλησιν ἐπεγένετο が先行詞 τὸν χειμῶνα に修飾する。属格 Διομήδους ἐκφυγόντος は、前の ἀνάθημα にかかる所有または行為者の属格。
  4. 2.32.4τὸ δὲ οὐ πόρρω κέχωσται — 指示代名詞の中性主格 τὸ δὲ は文脈上、前文の Ἱππολύτου μνήματος(ヒッポリュトスの記念碑)を指す。
  5. 2.32.6κατιόντων δὲ αὐτόθεν — 独立属格構文(主語の「人々」が省略されている)。「そこから人々が下っていくと」の意味。
  6. 2.32.7ἰοῦσι δὲ τὴν διὰ τῶν ὀρέων ἐς Ἑρμιόνην — 与格複数分詞 ἰοῦσι は「〜を進む人々にとって」という基準または関与の与格として、空間の位置関係を示す際に用いられる慣用的表現。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §2.32.1-2.32.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.32.1-2.32.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。