§2.32.1Ἱππολύτῳ δὲ τῷ Θησέως τέμενός τε ἐπιφανέστατον ἀνεῖται καὶ ναὸς ἐν αὐτῷ καὶ ἄγαλμά ἐστιν ἀρχαῖον.
对于特修斯之子希波吕托斯,有一处极其显赫的圣域奉献给他,其中有一座神殿和一尊古老的雕像。
ταῦτα μὲν Διομήδην λέγουσι ποιῆσαι καὶ προσέτι θῦσαι τῷ Ἱππολύτῳ πρῶτον·
人们说,这些是迪奥墨德斯建造的,而且他还是第一个向希波吕托斯献祭的人。
Τροιζηνίοις δὲ ἱερεὺς μέν ἐστιν Ἱππολύτου τὸν χρόνον τοῦ βίου πάντα ἱερώμενος καὶ θυσίαι καθεστήκασιν ἐπέτειοι, δρῶσι δὲ καὶ ἄλλο τοιόνδε· ἑκάστη παρθένος πλόκαμον ἀποκείρεταί οἱ πρὸ γάμου, κειραμένη δὲ ἀνέθηκεν ἐς τὸν ναὸν φέρουσα.
特罗伊曾人有希波吕托斯的祭司,终身任职,并确立了每年的祭祀;他们还举行另一种这样的仪式:每个少女在结婚前都要为他剪下一缕头发,剪下后带到神殿中奉献。
ἀποθανεῖν δὲ αὐτὸν οὐκ ἐθέλουσι συρέντα ὑπὸ τῶν ἵππων οὐδὲ τὸν τάφον ἀποφαίνουσιν εἰδότες· τὸν δὲ ἐν οὐρανῷ καλούμενον ἡνίοχον, τοῦτον εἶναι νομίζουσιν ἐκεῖνον Ἱππόλυτον τιμὴν παρὰ θεῶν ταύτην ἔχοντα.
然而,他们不愿承认他是被马拖死的,即使知道他的坟墓在哪里也不予指明;他们认为天空中被称为“御者”的星宿就是那个希波吕托斯,这是他从神明那里获得的荣耀。
§2.32.2τούτου δὲ ἐντὸς τοῦ περιβόλου ναός ἐστιν Ἀπόλλωνος Ἐπιβατηρίου, Διομήδους ἀνάθημα ἐκφυγόντος τὸν χειμῶνα ὃς τοῖς Ἕλλησιν ἐπεγένετο ἀπὸ Ἰλίου κομιζομένοις· καὶ τὸν ἀγῶνα τῶν Πυθίων Διομήδην πρῶτον θεῖναί φασι τῷ Ἀπόλλωνι.
在这个围墙内部有一座“乘船阿波罗”的神殿,是迪奥墨德斯在免于从伊利翁归来的希腊人所遭遇的风暴后所献纳的;人们还说迪奥墨德斯是第一个为阿波罗举办皮提亚竞技会的人。
ἐς δὲ τὴν Δαμίαν καὶ Αὐξησίαν—καὶ γὰρ Τροιζηνίοις μέτεστιν αὐτῶν—οὐ τὸν αὐτὸν λέγουσιν ὃν Ἐπιδαύριοι καὶ Αἰγινῆται λόγον, ἀλλὰ ἀφικέσθαι παρθένους ἐκ Κρήτης· στασιασάντων δὲ ὁμοίως τῶν ἐν τῇ πόλει ἁπάντων καὶ ταύτας φασὶν ὑπὸ τῶν ἀντιστασιωτῶν καταλευσθῆναι, καὶ ἑορτὴν ἄγουσί σφισι Λιθοβόλια ὀνομάζοντες.
关于达米亚和奥克塞西亚——因为特罗伊曾人也参与了对她们的崇拜——他们所说的传说与埃皮达夫鲁斯人和埃吉纳人不同,而是说她们是来自克里特岛的少女;当城里的所有人同样发生内讧时,据说她们也被敌对派别用石头砸死,于是他们为她们举办节日,称之为“投石祭”。
§2.32.3κατὰ δὲ τὸ ἕτερον τοῦ περιβόλου μέρος στάδιόν ἐστιν Ἱππολύτου καλούμενον καὶ ναὸς ὑπὲρ αὐτοῦ Ἀφροδίτης Κατασκοπίας· αὐτόθεν γάρ, ὁπότε γυμνάζοιτο ὁ Ἱππόλυτος, ἀπέβλεπεν ἐς αὐτὸν ἐρῶσα ἡ Φαίδρα.
在围墙的另一侧,有一个被称为希波吕托斯体育场的竞技场,在其上方有一座“窥望阿佛洛狄忒”的神殿;因为每当希波吕托斯在那里锻炼时,相思中的淮德拉就从那里俯视他。
ἐνταῦθα ἔτι πεφύκει ἡ μυρσίνη, τὰ φύλλα ὡς καὶ πρότερον ἔγραψα ἔχουσα τετρυπημένα· καὶ ἡνίκα ἠπορεῖτο ἡ Φαίδρα καὶ ῥᾳστώνην τῷ ἔρωτι οὐδεμίαν εὕρισκεν, ἐς ταύτης τὰ φύλλα ἐσιναμώρει τῆς μυρσίνης.
这里至今还生长着那棵香桃木,其叶子正如我之前所写的那样带有孔洞;当淮德拉陷入绝望、找不到任何减轻情伤的方法时,她便去折磨这棵香桃木的叶子。
§2.32.4ἔστι δὲ καὶ τάφος Φαίδρας, ἀπέχει δὲ οὐ πολὺ τοῦ Ἱππολύτου μνήματος· τὸ δὲ οὐ πόρρω κέχωσται τῆς μυρσίνης.
还有淮德拉的坟墓,距离希波吕托斯的纪念碑不远;而后者的坟墓就筑在离那棵香桃木不远的地方。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἐποίησε μὲν Τιμόθεος, Τροιζήνιοι δὲ οὐκ Ἀσκληπιὸν ἀλλὰ εἰκόνα Ἱππολύτου φασὶν εἶναι.
阿斯克勒庇俄斯的雕像是提摩太作的,但特罗伊曾人说这并不是阿斯克勒庇俄斯,而是希波吕托斯的肖像。
καὶ οἰκίαν ἰδὼν οἶδα Ἱππολύτου· πρὸ δὲ αὐτῆς ἐστιν Ἡράκλειος καλουμένη κρήνη, τὸ ὕδωρ ὡς οἱ Τροιζήνιοι λέγουσιν ἀνευρόντος Ἡρακλέους.
我也知道希波吕托斯的家,因为我曾亲眼见过;在它前面有一口被称为赫拉克勒斯的泉水,正如特罗伊曾人所说,是赫拉克勒斯发现了这泉水。
§2.32.5ἐν δὲ τῇ ἀκροπόλει τῆς Σθενιάδος καλουμένης ναός ἐστιν Ἀθηνᾶς, αὐτὸ δὲ εἰργάσατο τῆς θεοῦ τὸ ξόανον Κάλλων Αἰγινήτης· μαθητὴς δὲ ὁ Κάλλων ἦν Τεκταίου καὶ Ἀγγελίωνος, οἳ Δηλίοις ἐποίησαν τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος· ὁ δὲ Ἀγγελίων καὶ Τεκταῖος παρὰ Διποίνῳ καὶ Σκύλλιδι ἐδιδάχθησαν.
在卫城里有一座被称为“斯塞尼亚斯”的雅典娜神殿,女神的木雕像本身是由埃吉纳的卡隆制作的;卡隆是特克泰乌斯和安格利翁的弟子,他们曾为德洛斯人制作了阿波罗的雕像;而安格利翁和特克泰乌斯则是向狄波伊努斯和斯库利斯学习的。
§2.32.6κατιόντων δὲ αὐτόθεν Λυτηρίου Πανός ἐστιν ἱερόν· Τροιζηνίων γὰρ τοῖς τὰς ἀρχὰς ἔχουσιν ἔδειξεν ὀνείρατα ἃ εἶχεν ἄκεσιν λοιμοῦ πιέσαντος τὴν Τροιζηνίαν, Ἀθηναίους δὲ μάλιστα.
从那里走下去,有一座“解救者潘”的神殿;因为当瘟疫折磨特罗伊曾土地、尤其是雅典人时,他向特罗伊曾的执政官们在梦中示示了解毒之法。
διαβὰς δὲ καὶ ναὸν ἂν ἴδοις Ἴσιδος καὶ ὑπὲρ αὐτὸν Ἀφροδίτης Ἀκραίας· τὸν μὲν ἅτε ἐν μητροπόλει τῇ Τροιζῆνι Ἁλικαρνασσεῖς ἐποίησαν, τὸ δὲ ἄγαλμα τῆς Ἴσιδος ἀνέθηκε Τροιζηνίων δῆμος.
穿过去,你还可以看到一座伊西斯神殿,在其上方是“高地阿佛洛狄忒”神殿;前者因为特罗伊曾是他们的母邦,由哈利卡尔纳苏斯人建造,而伊西斯的雕像则是特罗伊曾民众所奉献。
§2.32.7ἰοῦσι δὲ τὴν διὰ τῶν ὀρέων ἐς Ἑρμιόνην πηγή τέ ἐστι τοῦ Ὑλλικοῦ ποταμοῦ, Ταυρίου δὲ τὸ ἐξ ἀρχῆς καλουμένου, καὶ πέτρα Θησέως ὀνομαζομένη, μεταβαλοῦσα καὶ αὐτὴ τὸ ὄνομα ἀνελομένου Θησέως ὑπʼ αὐτῇ κρηπῖδας τὰς Αἰγέως καὶ ξίφος· πρότερον δὲ βωμὸς ἐκαλεῖτο Σθενίου Διός.
顺着穿过山脉前往赫耳弥俄涅的道路前行,有许利科斯河(最初被称为陶里乌斯河)的源头,还有一块被称为“特修斯之石”的岩石,它也是在特修斯从其下方取走埃勾斯的鞋和剑之后改变了名字;而在那之前,它被称为斯塞尼乌斯宙斯的祭坛。
τῆς δὲ πέτρας πλησίον Ἀφροδίτης ἐστὶν ἱερὸν Νυμφίας, ποιήσαντος Θησέως ἡνίκα ἔσχε γυναῖκα Ἑλένην.
在这块岩石附近有一座“新娘阿佛洛狄忒”的圣所,是特修斯娶海伦为妻时建造的。
§2.32.8ἔστι δὲ ἔξω τείχους καὶ Ποσειδῶνος ἱερὸν Φυταλμίου· μηνίσαντα γάρ σφισι τὸν Ποσειδῶνα ποιεῖν φασιν ἄκαρπον τὴν χώραν ἅλμης ἐς τὰ σπέρματα καὶ τῶν φυτῶν τὰς ῥίζας καθικνουμένης, ἐς ὃ θυσίαις τε εἴξας καὶ εὐχαῖς οὐκέτι ἅλμην ἀνῆκεν ἐς τὴν γῆν.
在城墙外还有一座“滋养者波塞冬”的圣所;因为据说,由于波塞冬对他们发怒,使得盐水渗透到种子和植物的根部,令土地变得不育,直到他屈服于祭祀和祈祷,不再让盐水上升到土地中。
ὑπὲρ δὲ τοῦ Ποσειδῶνος τὸν ναόν ἐστι Δημήτηρ Θεσμοφόρος, Ἀλθήπου καθὰ λέγουσιν ἱδρυσαμένου.
在波塞冬神殿的上方是“立法者德墨忒尔”,据说是阿勒特普斯建立的。
§2.32.9καταβαίνουσι δὲ ἐπὶ τὸν πρὸς τῇ Κελενδέρει καλουμένῃ λιμένα χωρίον ἐστὶν ὃ Γενέθλιον ὀνομάζουσι, τεχθῆναι Θησέα ἐνταῦθα λέγοντες.
向着被称为凯伦德里斯旁边的港口走下去,有一个他们称为“诞生之所”的地方,据说特修斯就是在这里出生的。
πρὸ δὲ τοῦ χωρίου τούτου ναός ἐστιν Ἄρεως, Θησέως καὶ ἐνταῦθα Ἀμαζόνας μάχῃ κρατήσαντος· αὗται δʼ ἂν εἴησαν τῶν ἐν τῇ Ἀττικῇ πρὸς Θησέα καὶ Ἀθηναίους ἀγωνισαμένων.
在这地方的前面有一座阿瑞斯神殿,特修斯曾在这里的战斗中击败了亚马逊人;她们应该是曾在阿提卡与特修斯及雅典人交战的那些人。
§2.32.10ἐπὶ θάλασσαν δὲ τὴν Ψιφαίαν πορευομένοις κότινος πέφυκεν ὀνομαζόμενος ῥᾶχος στρεπτός.
对于走向被称为普西斐亚之海的人们来说,生长着一棵被称为“拧弯的灌木”的野橄榄树。
ῥάχους μὲν δὴ καλοῦσι Τροιζήνιοι πᾶν ὅσον ἄκαρπον ἐλαίας, κότινον καὶ φυλλίαν καὶ ἔλαιον· στρεπτὸν δὲ ἐπονομάζουσι τοῦτον, ὅτι ἐνσχεθεισῶν αὐτῷ τῶν ἡνιῶν ἀνετράπη τοῦ Ἱππολύτου τὸ ἅρμα.
特罗伊曾人将所有不结果的橄榄树——野橄榄、普拉利亚和科提诺斯——都称为“灌木”;他们给这棵树冠以“拧弯的”别名,是因为由于他的缰绳被缠在这棵树上,希波吕托斯的战车才被掀翻。
τούτου δὲ οὐ πολὺ τῆς Σαρωνίας Ἀρτέμιδος ἀφέστηκε τὸ ἱερόν, καὶ τὰ ἐς αὐτὸ ἐμήνυσεν ὁ λόγος ἤδη μοι.
距离这里不远是萨罗尼亚阿耳忒弥斯的圣所,关于它的情况,我的传说之前已经说明。
τοσόνδε δὲ ἔτι δηλώσω· Σαρώνια γὰρ δὴ κατὰ ἔτος τῇ Ἀρτέμιδι ἑορτὴν ἄγουσι.
但我还要说明这一点:他们每年为阿耳忒弥斯举办名为萨罗尼亚的节日。