§2.3.1ἐν μέσῳ δὲ τῆς ἀγορᾶς ἐστιν Ἀθηνᾶ χαλκῆ· τῷ βάθρῳ δὲ αὐτῆς ἐστι Μουσῶν ἀγάλματα ἐπειργασμένα.
アゴラの真ん中には青銅のアテナ像があり、その台座にはムーサイの像が浮き彫りにされている。
ὑπὲρ δὲ τὴν ἀγοράν ἐστιν Ὀκταβίας ναὸς ἀδελφῆς Αὐγούστου βασιλεύσαντος Ῥωμαίων μετὰ Καίσαρα τὸν οἰκιστὴν Κορίνθου τῆς νῦν.
アゴラの上には、現在のコリントスの再建者であるカイサルの後にローマ人の支配者となった、アウグストゥスの姉オクタウィアの神殿がある。
§2.3.2ἐκ δὲ τῆς ἀγορᾶς ἐξιόντων τὴν ἐπὶ Λεχαίου προπύλαιά ἐστι καὶ ἐπʼ αὐτῶν ἅρματα ἐπίχρυσα, τὸ μὲν Φαέθοντα Ἡλίου παῖδα, τὸ δὲ Ἥλιον αὐτὸν φέρον.
アゴラから出てレカイオンへ向かう道を進むとプロピュライアがあり、その上には金箔を施した二台の戦車があって、一方は太陽の子ファエトンを、他方は太陽自身を乗せている。
ὀλίγον δὲ ἀπωτέρω τῶν προπυλαίων ἐσιοῦσιν ἐν δεξιᾷ ἐστιν Ἡρακλῆς χαλκοῦς.
プロピュライアから少し離れた、入っていく右手に、青銅のヘラクレス像がある。
μετὰ δὲ αὐτὸν ἔσοδός ἐστι τῆς Πειρήνης ἐς τὸ ὕδωρ.
その後に、ペイレーネの泉への入り口がある。
ἐπὶ δὲ αὐτῇ λέγουσιν ὡς ἥ Πειρήνη γένοιτο ὑπὸ δακρύων ἐξ ἀνθρώπου πηγή, τὸν παῖδα ὀδυρομένη Κεγχρίαν ὑπὸ Ἀρτέμιδος ἀκούσης ἀποθανόντα.
この泉について人々は、ペイレーネが、意図せぬアルテミスによって殺された息子ケンクリアスを嘆き悲しみ、涙によって人間から泉になったと言っている。
§2.3.3κεκόσμηται δὲ ἡ πηγὴ λίθῳ λευκῷ, καὶ πεποιημένα ἐστὶν οἰκήματα σπηλαίοις κατὰ ταὐτά, ἐξ ὧν τὸ ὕδωρ ἐς κρήνην ὕπαιθρον ῥεῖ πιεῖν τε ἡδὺ καὶ τὸν Κορίνθιον χαλκὸν διάπυρον καὶ θερμὸν ὄντα ὑπὸ ὕδατος τούτου βάπτεσθαι λέγουσιν, ἐπεὶ χαλκός γε οὐκ ἔστι Κορινθίοις.
この泉は白い大理石で飾られており、洞窟に似せて作られた小部屋があり、そこから水が屋外の池に流れ出ている。 その水は飲むのに心地よく、また赤く熱したコリントス青銅はこの水によって焼き入れられると言われている。 というのも、コリントス人にはそもそも銅の鉱石がないからである。
ἔτι γε δὴ καὶ Ἀπόλλωνος ἄγαλμα πρὸς τῇ Πειρήνῃ καὶ περίβολός ἐστιν, ἐν δὲ αὐτῷ γραφὴ τὸ Ὀδυσσέως ἐς τοὺς μνηστῆρας ἔχουσα τόλμημα.
さらにペイレーネの側にはアポロンの像と囲いがあり、その中には求婚者たちに対するオデュッセウスの不敵な暴挙を描いた絵がある。
§2.3.4αὖθις δʼ ἰοῦσιν ἐπὶ Λεχαίου τὴν εὐθεῖαν χαλκοῦς καθήμενός ἐστιν Ἑρμῆς, παρέστηκε δέ οἱ κριός, ὅτι Ἑρμῆς μάλιστα δοκεῖ θεῶν ἐφορᾶν καὶ αὔξειν ποίμνας, καθὰ δὴ καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποίησεν
"
υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
ふたたびレカイオンへの直進路を進んでいくと、青銅の座せるヘルメス像があり、その側には雄羊が立っている。 これは、ヘルメスが神々の中で最も群れを見守り増やすと考えられているからであり、ちょうどホメロスも『イリアス』において以下のように詠んでいる。 「多くの家畜を持つポルバスの息子、彼をヘルメアスはトロイア人の中で最も愛し、富を授けた。
"
τὸν δὲ ἐν τελετῇ Μητρὸς ἐπὶ Ἑρμῇ λεγόμενον καὶ τῷ κριῷ λόγον ἐπιστάμενος οὐ λέγω.
」母神の秘儀においてヘルメスと雄羊に関して語られている説話については、私は知っているが語らない。
μετὰ δὲ τὸ ἄγαλμα τοῦ Ἑρμοῦ Ποσειδῶν καὶ Λευκοθέα καὶ ἐπὶ δελφῖνός ἐστιν ὁ Παλαίμων.
ヘルメスの像の後に、ポセイドン、レウコテア、そしてイルカに乗ったパライモンがいる。
§2.3.5λουτρὰ δὲ ἔστι μὲν πολλαχοῦ Κορινθίοις καὶ ἄλλα, τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὸ δὲ βασιλέως Ἀδριανοῦ κατασκευάσαντος·
コリントス人にはあちこちに他にも多くの浴場があり、あるものは公共の費用で、あるものはアドリアヌス帝が建設したものである。
τὸ δὲ ὀνομαστότατον αὐτῶν πλησίον τοῦ Ποσειδῶνος.
その中で最も有名なものは、ポセイドンの近くにある。
τοῦτο δὲ Εὐρυκλῆς ἐποίησεν ἀνὴρ Σπαρτιάτης λίθοις κοσμήσας καὶ ἄλλοις καὶ ὃν ἐν Κροκεαῖς χώρας τῆς Λακωνικῆς ὀρύσσουσιν.
これはスパルタ人エウリュクレスが作ったもので、様々な石、特にラコニア地方のクロケアイで採掘される石で飾られている。
ἐν ἀριστερᾷ δὲ τῆς ἐσόδου Ποσειδῶν καὶ μετʼ αὐτὸν Ἄρτεμις θηρεύουσα ἕστηκε.
入口の左側にはポセイドンが立っており、その隣には狩りをするアルテミスが立っている。
κρῆναι δὲ πολλαὶ μὲν ἀνὰ τὴν πόλιν πεποίηνται πᾶσαν ἅτε ἀφθόνου ῥέοντός σφισιν ὕδατος καὶ ὃ δὴ βασιλεὺς Ἀδριανὸς ἐσήγαγεν ἐκ Στυμφήλου, θέας δὲ μάλιστα ἀξία ἡ παρὰ τὸ ἄγαλμα τὸ τῆς Ἀρτέμιδος·
水が豊富に流れ込んでおり、またアドリアヌス帝がステュムパロスから引いてきた水もあるため、街全体に多くの泉が造られている。 しかし最も見るに値するのは、アルテミス像の側にあるものである。
καί οἱ Βελλεροφόντης ἔπεστι καὶ τὸ ὕδωρ διʼ ὁπλῆς ἵππου ῥεῖ τοῦ Πηγάσου.
そこにはベレロポンが乗っており、水は馬のペガサスの蹄から流れている。