Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.3.6-2.3.11

通往西基翁的道路与美狄亚传说

第 57 段,共 465 段 · 希腊语

内容简介

作者介绍了从阿哥拉通往西基翁路上的古迹以及美狄亚子女的悲剧,并结合不同史诗与谱系资料,探讨了关于美狄亚、伊阿宋以及科林斯早期统治者的多种神话异说。

§2.3.6ἑτέραν δὲ ἐκ τῆς ἀγορᾶς τὴν ἐπὶ Σικυῶνα ἐρχομένοις ἔστιν ἰδεῖν ἐν δεξιᾷ τῆς ὁδοῦ ναὸς καὶ ἄγαλμα χαλκοῦν Ἀπόλλωνος καὶ ὀλίγον ἀπωτέρω κρήνη καλουμένη Γλαύκης· ἐς γὰρ ταύτην ἔρριψεν αὑτήν, ὡς λέγουσι, τῶν Μηδείας ἔσεσθαι φαρμάκων τὸ ὕδωρ νομίζουσα ἴαμα.
对于那些从阿哥拉沿着另一条通往西基翁的路前行的人来说,在路的右侧可以看到一座阿波罗神殿和一尊青铜雕像,再往前一点有一座被称为格劳刻的泉水;因为据人们说,她投身于此,认为这泉水会成为医治美狄亚毒药的药剂。
ὑπὲρ ταύτην πεποίηται τὴν κρήνην καὶ τὸ καλούμενον Ὠιδεῖον, παρὰ δὲ αὐτὸ μνῆμά ἐστι τοῖς Μηδείας παισίν·
在这座泉水之上建有被称为音乐堂的建筑,其旁是美狄亚孩子们的纪念碑。
ὀνόματα μέν σφισι Μέρμερος καὶ Φέρης, καταλιθωθῆναι δὲ ὑπὸ Κορινθίων λέγονται τῶν δώρων ἕνεκα ὧν τῇ Γλαύκῃ κομίσαι φασὶν αὐτούς·
他们的名字是美尔美洛斯和佩雷斯,据说由于他们被认为带给格劳刻的礼物,他们被科林斯人石击致死。
§2.3.7ἅτε δὲ τοῦ θανάτου βιαίου καὶ οὐ σὺν τῷ δικαίῳ γενομένου, τὰ τέκνα Κορινθίων τὰ νήπια ὑπʼ αὐτῶν ἐφθείρετο, πρὶν ἢ χρήσαντος τοῦ θεοῦ θυσίαι τε αὐτοῖς ἐπέτειοι κατέστησαν καὶ Δεῖμα ἐπεστάθη.
由于他们的死亡是暴力且不公的,科林斯人的幼童们不断被他们毁灭,直到神下达神谕,为他们设立了年度祭祀,并树立了“恐惧”(德伊玛)的雕像。
τοῦτο μὲν δὴ καὶ ἐς ἡμᾶς ἔτι λείπεται, γυναικὸς ἐς τὸ φοβερώτερον εἰκὼν πεποιημένη· Κορίνθου δὲ ἀναστάτου γενομένης ὑπὸ Ῥωμαίων καὶ Κορινθίων τῶν ἀρχαίων ἀπολομένων, οὐκέτι ἐκεῖναι καθεστήκασιν αὐτοῖς αἱ θυσίαι παρὰ τῶν ἐποίκων οὐδὲ ἀποκείρονταί σφισιν οἱ παῖδες οὐδὲ μέλαιναν φοροῦσιν ἐσθῆτα.
这尊雕像确实直到我们的时代依然保留着,是一尊塑造成颇为恐怖形象的女子像;但当科林斯被罗马人夷为平地、古科林斯人灭绝后,如今的定居者不再为他们举行这些祭祀,他们的孩子也不再剃发,不再穿黑色衣服。
§2.3.8Μήδεια δὲ τότε μὲν ἐλθοῦσα ἐς Ἀθήνας συνῴκησεν Αἰγεῖ, χρόνῳ δὲ ὕστερον φωραθεῖσα ἐπιβουλεύειν Θησεῖ καὶ ἐξ Ἀθηνῶν ἔφυγε, παραγενομένη δὲ ἐς τὴν λεγομένην τότε Ἀρίαν τοῖς ἀνθρώποις ἔδωκε τὸ ὄνομα καλεῖσθαι Μήδους ἀπʼ αὐτῆς·
美狄亚当时前往雅典并与埃格乌斯同居,但后来因被发觉对忒修斯图谋不轨,亦逃离了雅典,她来到了当时被称为阿里亚的土地,将自己的名字赋予那里的人民,使他们因她而被称为米底人(美德斯人)。
τὸν δὲ παῖδα, ὃν ἐπήγετο φεύγουσα ἐς τοὺς Ἀρίους, γενέσθαι λέγουσιν ἐξ Αἰγέως, ὄνομα δέ οἱ Μῆδον εἶναι· Ἑλλάνικος δὲ αὐτὸν Πολύξενον καλεῖ καὶ πατρὸς Ἰάσονός φησιν εἶναι.
关于她在逃往阿里亚人那里时随身携带的儿子,人们说他是她与埃格乌斯所生,名字叫米底奥斯;但赫拉尼科斯称他为波吕克塞诺斯,并说他的父亲是伊阿宋。
§2.3.9ἔπη δὲ ἔστιν ἐν Ἕλλησι Ναυπάκτια ὀνομαζόμενα·
此外,在希腊人中流传着一部名为《瑙帕克提亚》的叙事诗。
πεποίηται δὲ ἐν αὐτοῖς Ἰάσονα ἐξ Ἰωλκοῦ μετὰ τὸν Πελίου θάνατον ἐς Κόρκυραν μετοικῆσαι καί οἱ Μέρμερον μὲν τὸν πρεσβύτερον τῶν παίδων ὑπὸ λεαίνης διαφθαρῆναι θηρεύοντα ἐν τῇ πέραν ἠπείρῳ· Φέρητι δὲ οὐδέν ἐστιν ἐς μνήμην προσκείμενον.
在诗中,伊阿宋在培利亚斯死后,从约尔科斯迁往科尔基拉,而他的长子美尔美洛斯在对岸的大陆上狩猎时被一头雌狮咬死;关于佩雷斯,则没有添加任何纪念。
Κιναίθων δὲ ὁ Λακεδαιμόνιος—ἐγενεαλόγησε γὰρ καὶ οὗτος ἔπεσι —Μήδειον καὶ θυγατέρα Ἐριῶπιν Ἰάσονι εἶπεν ἐκ Μηδείας γενέσθαι· πέρα δὲ ἐς τοὺς παῖδας οὐδὲ τούτῳ πεποιημένα ἐστίν.
拉刻代蒙人奇奈通——因为他也曾用叙事诗来编写谱系——说美底奥斯和女儿埃里奥皮斯是美狄亚为伊阿宋所生;但关于孩子们,他也同样没有写出更多的内容。
§2.3.10Εὔμηλος δὲ Ἥλιον ἔφη δοῦναι τὴν χώραν Ἀλωεῖ. μὲν τὴν Ἀσωπίαν, Αἰήτῃ δὲ τὴν Ἐφυραίαν· καὶ Αἰήτην ἀπιόντα ἐς Κόλχους παρακαταθέσθαι Βούνῳ τὴν γῆν, Βοῦνον δὲ Ἑρμοῦ καὶ Ἀλκιδαμείας εἶναι, καὶ ἐπεὶ Βοῦνος ἐτελεύτησεν, οὕτως Ἐπωπέα τὸν Ἀλωέως καὶ τὴν Ἐφυραίων σχεῖν ἀρχήν·
欧律墨洛斯(欧美洛斯)说,赫利俄斯将土地赐予了阿洛乌斯,即阿索皮亚,而将叶菲拉(科林斯)赐予了埃埃忒斯;埃埃忒斯在前往科尔基斯时,将土地委托给布诺斯,布诺斯是赫耳墨斯和阿尔基达美亚的儿子,当布诺斯去世后,阿洛乌斯之子叶波佩乌斯便以这种方式也取得了叶菲拉人的统治权。
Κορίνθου δὲ ὕστερον τοῦ Μαραθῶνος οὐδένα ὑπολιπομένου παῖδα, τοὺς Κορινθίους Μήδειαν μεταπεμψαμένους ἐξ Ἰωλκοῦ παραδοῦναί οἱ τὴν ἀρχήν.
后来,当马拉松之子科林斯没有留下孩子而死,科林斯人便从约尔科斯召回美狄亚,将统治权交给了她。
§2.3.11βασιλεύειν μὲν δὴ διʼ αὐτὴν Ἰάσονα ἐν Κορίνθῳ, Μηδείᾳ δὲ παῖδας μὲν γίνεσθαι, τὸ δὲ ἀεὶ τικτόμενον κατακρύπτειν αὐτὸ ἐς τὸ ἱερὸν φέρουσαν τῆς Ἥρας, κατακρύπτειν δὲ ἀθανάτους ἔσεσθαι νομίζουσαν·
因此,正是因为她,伊阿宋才在科林斯称王,而美狄亚也生下了孩子,但每当孩子出生,她便将其带到赫拉的神殿中隐藏起来,她隐藏孩子是因为相信他们会变得长生不死。
τέλος δὲ αὐτήν τε μαθεῖν ὡς ἡμαρτήκοι τῆς ἐλπίδος καὶ ἅμα ὑπὸ τοῦ Ἰάσονος φωραθεῖσαν—οὐ γὰρ αὐτὸν ἔχειν δεομένῃ συγγνώμην, ἀποπλέοντα δὲ ἐς Ἰωλκὸν οἴχεσθαι—, τούτων δὲ ἕνεκα ἀπελθεῖν καὶ Μήδειαν παραδοῦσαν Σισύφῳ τὴν ἀρχήν.
但最终她明白自己错失了希望,同时也被伊阿宋发觉——因为当她哀求时他不原谅她,而是乘船离去前往约尔科斯——由于这些原因,美狄亚也离开了,并将统治权交给了西西弗斯。

词汇与语法注释

  1. 2.3.6ἑτέραν δὲ ἐκ τῆς ἀγορᾶς τὴν ἐπὶ Σικυῶνα ἐρχομένοις ἔστιν ἰδεῖν ἐν δεξιᾷ τῆς ὁδοῦ ναὸς καὶ ἄγαλμα — 句首的阴性单数宾格 ἑτέραν 省略了名词 ὁδόν。尽管后半部分的中心词(ναὸς καὶ ἄγαλμα)在句法上应作为不定式 ἰδεῖν(在 ἔστιν ἰδεῖν “可以看到”结构中)的直接宾语而使用宾格,但由于句式断裂(anacoluthon)而出现了主格形式。
  2. 2.3.6ὧν τῇ Γλαύκῃ κομίσαι φασὶν αὐτούς — 关系代词 ὧν 受其先行词 δώρων(属格)的影响而同化为属格(格吸引)。在句法上,它作为不定式 κομίσαι 的直接宾语,原本应当使用宾格(ἅ 或 ἅπερ)。
  3. 2.3.10Ἀλωεῖ. μὲν τὴν Ἀσωπίαν, Αἰήτῃ δὲ τὴν Ἐφυραίαν — 尽管部分抄本在 Ἀλωεῖ 后标有句号,但在语境上 Ἀλωεῖ 与后续的 μὲν... δέ 结构相呼应(即“给阿洛乌斯以阿索皮亚,给埃埃忒斯以叶菲拉”)。因此,翻译时应视其为一个连续的从句,不作停顿。
  4. 2.3.11ὡς ἡμαρτήκοι τῆς ἐλπίδος — 在 ὡς 引导的从句中,使用希求法 ημαρτήκοι(完成时主动希求法)作为斜格希求法(optativus obliquus),用以表示依附于过去时主控动词(由마θεῖν 引入的间接陈述)的间接想法或事实。

引用这一段

保萨尼亚斯, 希腊志 §2.3.6-2.3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.3.6-2.3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。