§2.2.1τοῦ περιβόλου δέ ἐστιν ἐντὸς Παλαίμονος ἐν ἀριστερᾷ ναός, ἀγάλματα δὲ ἐν αὐτῷ Ποσειδῶν καὶ Λευκοθέα καὶ αὐτὸς ὁ Παλαίμων.
囲い(ペリボロス)の内側、左手にはパライモンの神殿があり、その中にはポセイドンとレウコテア、そしてパライモン自身の像がある。
ἔστι δὲ καὶ ἄλλο Ἄδυτον καλούμενον, κάθοδος δὲ ἐς αὐτὸ ὑπόγεως, ἔνθα δὴ τὸν Παλαίμονα κεκρύφθαι φασίν·
また、「アデュトン」と呼ばれる別の場所もあり、そこへの入り口は地下にあり、そこにパライモンが隠されたと人々は言っている。
ὃς δʼ ἂν ἐνταῦθα ἢ Κορινθίων ἢ ξένος ἐπίορκα ὀμόσῃ, οὐδεμία ἐστίν οἱ μηχανὴ διαφυγεῖν τοῦ ὅρκου.
コリントス人であれ異邦人であれ、ここで偽誓を立てた者には、その誓いから逃れる手段はいかなるものもない。
καὶ δὴ ἱερόν ἐστιν ἀρχαῖον Κυκλώπων καλούμενος βωμός, καὶ θύουσιν ἐπʼ αὐτῷ Κύκλωψι.
そして「キクロプスの祭壇」と呼ばれる古い聖域があり、彼らはその上でキクロプスたちに犠牲を捧げている。
§2.2.2τάφους δὲ Σισύφου καὶ Νηλέως—καὶ γὰρ Νηλέα ἀφικόμενον ἐς Κόρινθον νόσῳ τελευτῆσαί φασι καὶ περὶ τὸν ἰσθμὸν ταφῆναι—οὐκ ἂν οἶδʼ εἰ ζητοίη τις ἐπιλεξάμενος τὰ Εὐμήλου·
シシュポスとネレウスの墓については――というのも、ネレウスはコリントスに到着して病死し、地峡のあたりに葬られたと言われているからである――エウメロスの詩を読んだ者なら、誰もそれを捜そうとはしないだろう。
Νηλέως μὲν γὰρ οὐδὲ Νέστορι ἐπιδειχθῆναι τὸ μνῆμα ὑπὸ τοῦ Σισύφου φησί, χρῆναι γὰρ ἄγνωστον τοῖς πᾶσιν ὁμοίως εἶναι, Σίσυφον δὲ ταφῆναι μὲν ἐν τῷ ἰσθμῷ, τὸν δέ οἱ τάφον καὶ τῶν ἐφʼ αὑτοῦ Κορινθίων ὀλίγους εἶναι τοὺς εἰδότας.
というのも、エウメロスによれば、ネレウスの墓はシシュポスによってネストルにさえ示されなかった。 なぜなら、それはすべての人に対して等しく未知であるべきだからである。 また、シシュポスは地峡に葬られたが、彼の墓は彼の時代のコリントス人でさえ、知っている者はわずかであったという。
ὁ δὲ Ἰσθμικὸς ἀγὼν οὐδὲ ἀναστάντων ὑπὸ Μομμίου Κορινθίων ἐξέλιπεν, ἀλλʼ ὅσον μὲν χρόνον ἠρήμωτο ἡ πόλις, Σικυωνίοις ἄγειν ἐπετέτραπτο τὰ Ἴσθμια, οἰκισθείσης δὲ αὖθις ἐς τοὺς νῦν οἰκήτορας περιῆλθεν ἡ τιμή.
イストミア競技会は、ムンミウスによってコリントス人が追放された時にも廃れることはなかった。 むしろ、市が荒廃していた期間は、シキュオン人がイストミア競技会を催すよう委ねられており、再び植民されて現在の住民になってからは、その栄誉が彼らに戻ってきた。
§2.2.3Κορινθίοις δὲ τοῖς ἐπινείοις τὰ ὀνόματα Λέχης καὶ Κεγχρίας ἔδοσαν, Ποσειδῶνος εἶναι καὶ Πειρήνης τῆς Ἀχελῴου λεγόμενοι·
コリントス人たちの港にその名を与えたのはレケスとケンクリアスであり、彼らはポセイドンと、アケロオスの娘と言われるペイレーネの子らと言われている。
πεποίηται δὲ ἐν Ἠοίαις μεγάλαις Οἰβάλου θυγατέρα εἶναι Πειρήνην.
しかし、『大エホイアイ』においては、ペイレーネはオイバロスの娘であると詠まれている。
ἔστι δὲ ἐν Λεχαίῳ μὲν Ποσειδῶνος ἱερὸν καὶ ἄγαλμα χαλκοῦν, τὴν δὲ ἐς Κεγχρέας ἰόντων ἐξ ἰσθμοῦ ναὸς Ἀρτέμιδος καὶ ξόανον ἀρχαῖον.
レカイオンにはポセイドンの神殿と青銅の像があり、地峡からケンクレアイへ向かう途中にはアルテミスの神殿と古い木像がある。
ἐν δὲ Κεγχρέαις Ἀφροδίτης τέ ἐστι ναὸς καὶ ἄγαλμα λίθου, μετὰ δὲ αὐτὸν ἐπὶ τῷ ἐρύματι τῷ διὰ τῆς θαλάσσης Ποσειδῶνος χαλκοῦν, κατὰ δὲ τὸ ἕτερον πέρας τοῦ λιμένος Ἀσκληπιοῦ καὶ Ἴσιδος ἱερά.
ケンクレアイにはアプロディテの神殿と石像があり、その先、海へと突き出た防波堤の上にはポセイドンの青銅像があり、港のもう一方の端には、アスクレピオスとイシスの聖域がある。
Κεγχρεῶν δὲ ἀπαντικρὺ τὸ Ἑλένης ἐστὶ λουτρόν·
ケンクレアイの真向かいにはヘレネの浴場がある。
ὕδωρ ἐς θάλασσαν ἐκ πέτρας ῥεῖ πολὺ καὶ ἁλμυρὸν ὕδατι ὅμοιον ἀρχομένῳ θερμαίνεσθαι.
そこでは岩から大量の水が海へと流れ込んでおり、それは塩分を含み、温まり始めたばかりの水に似ている。
§2.2.4ἀνιοῦσι δὲ ἐς Κόρινθον καὶ ἄλλα ἐστὶ κατὰ τὴν ὁδὸν μνήματα καὶ πρὸς τῇ πύλῃ Διογένης τέθαπται ὁ Σινωπεύς, ὃν κύνα ἐπίκλησιν καλοῦσιν Ἕλληνες.
コリントスへ上っていく道中には、他にも様々な墓があり、門の近くにはシノペのディオゲネスが葬られている。 ギリシア人は彼を「犬」というあだ名で呼んでいる。
πρὸ δὲ τῆς πόλεως κυπαρίσσων ἐστὶν ἄλσος ὀνομαζόμενον Κράνειον.
市の前にはクラネイオンと呼ばれるイトスギの森がある。
ἐνταῦθα Βελλεροφόντου τέ ἐστι τέμενος καὶ Ἀφροδίτης ναὸς Μελαινίδος καὶ τάφος Λαΐδος, ᾧ δὴ λέαινα ἐπίθημά ἐστι κριὸν ἔχουσα ἐν τοῖς προτέροις ποσίν.
そこにはベレロポンの聖域と、「黒い」アプロディテの神殿、そして前脚で雄羊を掴んでいる雌獅子の乗った、ライスの墓がある。
§2.2.5ἔστι δὲ καὶ ἄλλο ἐν Θεσσαλίᾳ Λαΐδος φάμενον μνῆμα εἶναι·
またテッサリアにもライスの墓と称される別のものがある。
παρεγένετο γὰρ καὶ ἐς Θεσσαλίαν ἐρασθεῖσα Ἱπποστράτου.
というのも、彼女はヒッポストラトスに恋をしてテッサリアへも行ったからである。
τὸ δὲ ἐξ ἀρχῆς ἐξ Ὑκάρων αὐτὴν τῶν ἐν Σικελίᾳ λέγεται παῖδα οὖσαν ὑπὸ Νικίου καὶ Ἀθηναίων ἁλῶναι, πραθεῖσαν δὲ ἐς Κόρινθον ὑπερβαλέσθαι κάλλει τὰς τότε ἑταίρας, θαυμασθῆναί τε·
そもそも彼女は、幼い頃にシシリアのヒュカラでニキアスとアテナイ人たちによって捕らえられ、コリントスへと売られたが、当時のヘタイラたちを美しさで凌駕し、絶賛されたと言われている。
οὕτω παρὰ Κορινθίοις ὡς ἀμφισβητεῖν σφᾶς καὶ νῦν ἔτι Λαΐδος.
彼女はコリントス人の間で非常に有名であったため、彼らは今でもライスのことで張り合っているほどである。
§2.2.6λόγου δὲ ἄξια ἐν τῇ πόλει τὰ μὲν λειπόμενα ἔτι τῶν ἀρχαίων ἐστίν, τὰ δὲ πολλὰ αὐτῶν ἐπὶ τῆς ἀκμῆς ἐποιήθη τῆς ὕστερον.
市内の注目すべきもののうち、あるものは古代のものの生き残りであり、その多くは後世の繁栄期に作られた。
ἔστιν οὖν ἐπὶ τῆς ἀγορᾶς— ἐνταῦθα γὰρ πλεῖστά ἐστι τῶν ἱερῶν—Ἄρτεμίς τε ἐπίκλησιν Ἐφεσία καὶ Διονύσου ξόανα ἐπίχρυσα πλὴν τῶν προσώπων·
アゴラ(広場)の上には――ここにはほとんどの聖域が集まっているが――「エフェソスの」とあだ名されるアルテミスがあり、さらに顔の部分を除いて金箔を施したディオニュソスの木像がある。
τὰ δὲ πρόσωπα ἀλοιφῇ σφισιν ἐρυθρᾷ κεκόσμηται· Λύσιον δέ, τὸν δὲ Βάκχειον ὀνομάζουσι.
彼らの顔は赤い塗料で飾られており、一方を「リュシオス(解放者)」、他方を「バクケイオス」と人々は呼んでいる。
§2.2.7τὰ δὲ λεγόμενα ἐς τὰ ξόανα καὶ ἐγὼ γράφω.
これらの木像に関して語られていることを私も記しておこう。
Πενθέα ὑβρίζοντα ἐς Διόνυσον καὶ ἄλλα τολμᾶν λέγουσι καὶ τέλος ἐς τὸν Κιθαιρῶνα ἐλθεῖν ἐπὶ κατασκοπῇ τῶν γυναικῶν, ἀναβάντα δὲ ἐς δένδρον θεάσασθαι τὰ ποιούμενα·
ディオニュソスに対して不遜であったペンテウスは、他にも数々の不遜な挙に出たと言われており、最後には女たちの様子を覗き見るためにキタイロン山へ行き、木に登って行われていることを見物したという。
τὰς δέ, ὡς ἐφώρασαν, καθελκύσαι τε αὐτίκα Πενθέα καὶ ζῶντος ἀποσπᾶν ἄλλο ἄλλην τοῦ σώματος.
女たちは彼を発見すると、すぐにペンテウスを引きずり下ろし、生きたまま、彼の身体をそれぞれ別の部分から引き裂いた。
ὕστερον δέ, ὡς Κορίνθιοι λέγουσιν, ἡ Πυθία χρᾷ σφισιν ἀνευρόντας τὸ δένδρον ἐκεῖνο ἴσα τῷ θεῷ σέβειν·
後に、コリントス人の伝えるところでは、ピュティアの巫女が彼らに、あの木を見つけ出して神と同じように崇めるようにと神託を下した。
καὶ ἀπʼ αὐτοῦ διὰ τόδε τὰς εἰκόνας πεποίηνται ταύτας.
そのために、彼らはその木からこれらの像を作ったのである。
§2.2.8ἔστι δὲ καὶ Τύχης ναός·
またテュケの神殿もある。
ἄγαλμα ὀρθὸν Παρίου λίθου·
そこにはパロス島の大理石で作られた、直立する像がある。
παρὰ δὲ αὐτὸν θεοῖς πᾶσίν ἐστιν ἱερόν.
その隣には、すべての神々に捧げられた聖所がある。
πλησίον δὲ ᾠκοδόμηται κρήνη, καὶ Ποσειδῶν ἐπʼ αὐτῇ χαλκοῦς καὶ δελφὶς ὑπὸ τοῖς ποσίν ἐστι τοῦ Ποσειδῶνος ἀφιεὶς ὕδωρ.
その近くには泉が作られており、その上には青銅製のポセイドンがおり、ポセイドンの足元には水を噴き出すイルカがいる。
καὶ Ἀπόλλων ἐπίκλησιν Κλάριος χαλκοῦς ἐστι καὶ ἄγαλμα Ἀφροδίτης Ἑρμογένους Κυθηρίου ποιήσαντος.
また「クラリオス」とあだ名される青銅製のアポロンがあり、クテラ人のヘルモゲネスの制作によるアプロディテの像がある。
Ἑρμοῦ τέ ἐστιν ἀγάλματα χαλκοῦ μὲν καὶ ὀρθὰ ἀμφότερα, τῷ δὲ ἑτέρῳ καὶ ναὸς πεποίηται.
またヘルメスの像もあり、どちらも青銅製で直立しているが、一方の像には神殿も建てられている。
τὰ δὲ τοῦ Διός, καὶ ταῦτα ὄντα ἐν ὑπαίθρῳ, τὸ μὲν ἐπίκλησιν οὐκ εἶχε, τὸν δὲ αὐτῶν Χθόνιον καὶ τὸν τρίτον καλοῦσιν Ὕψιστον.
ゼウスの像もあり、これらもまた屋外にあるが、一方は特に異名を持たず、他方のうち一方は「クトニオス」、三番目は「ヒュプシストス」と人々は呼んでいる。