§2.25.6ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως·
彼ら(オルネアイの人々)は、エレクテウスの子オルネウスにちなんで名付けられた。
τοῦ δὲ Ὀρνέως ἦν τούτου Πετεώς, τοῦ δὲ Μενεσθεύς, ὃς Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν.
このオルネウスの子がペテオスであり、その子がメネステウスであって、彼はアテナイ人らとともにアガメムノンを助け、プリアモスの王国を滅ぼした。
ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει, Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτας ἀνέστησαν·
この男にちなんで都市の名が生じたが、のちにアルゴス人はオルネアイの人々を追放した。
ἀναστάντες δὲ σύνοικοι γεγόνασιν Ἀργείοις.
追放された彼らはアルゴス人と合流して同居人となった。
ἔστι δὲ ἐν ταῖς Ὀρνεαῖς Ἀρτέμιδός τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτερος ναὸς θεοῖς πᾶσιν ἐς κοινὸν ἀνειμένος.
オルネアイには、アルテミスの神殿と直立した木像があり、またすべての神々に共同で捧げられた別の神殿もある。
τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν.
オルネアイの先は、シキュオン地方とプリウス地方である。
§2.25.7ἐρχομένοις δὲ ἐξ Ἄργους ἐς τὴν Ἐπιδαυρίαν ἐστὶν οἰκοδόμημα ἐν δεξιᾷ πυραμίδι μάλιστα εἰκασμένον, ἔχει δὲ ἀσπίδας σχῆμα Ἀργολικὰς ἐπειργασμένας.
アルゴスからエピダウロス地方へと行く者たちにとって、右手にピラミッドに非常によく似た建物があり、それにはアルゴス式の盾が浮き彫りで施されている。
ἐνταῦθα Προίτῳ περὶ τῆς ἀρχῆς πρὸς Ἀκρίσιον μάχη γίνεται, καὶ τέλος μὲν ἴσον τῷ ἀγῶνι συμβῆναί φασι καὶ ἀπʼ αὐτοῦ διαλλαγὰς ὕστερον, ὡς οὐδέτεροι βεβαίως κρατεῖν ἐδύναντο·
ここで、王権をめぐってプロイトスとアクリシオスの戦いが起こり、戦いの結末は引き分けに終わり、どちらも決定的な勝利を収めることができなかったため、この戦いののちに和平が結ばれたと言われている。
συμβάλλειν δὲ σφᾶς λέγουσιν ἀσπίσι πρῶτον τότε καὶ αὐτοὺς καὶ τὸ στράτευμα ὡπλισμένους.
また、彼ら自身も軍勢も盾で武装して衝突したのは、この時が最初であったと言われている。
τοῖς δὲ πεσοῦσιν ἀφʼ ἑκατέρων— πολῖται γὰρ καὶ συγγενεῖς ἦσαν—ἐποιήθη ταύτῃ μνῆμα ἐν κοινῷ.
双方の戦死者たち――彼らは同胞であり親族であったため――のために、ここに共同の墓が建てられた。
§2.25.8προϊοῦσι δὲ ἐντεῦθεν καὶ ἐκτραπεῖσιν ἐς δεξιὰν Τίρυνθός ἐστιν ἐρείπια.
そこからさらに進んで右に折れた者たちにとって、ティリュンスの遺跡がある。
ἀνέστησαν δὲ καὶ Τιρυνθίους Ἀργεῖοι, συνοίκους προσλαβεῖν καὶ τὸ Ἄργος ἐπαυξῆσαι θελήσαντες.
アルゴス人はティリュンスの人々をも追放したが、それは彼らを同居人として受け入れ、アルゴスを拡張したいと望んだからである。
Τίρυνθα δὲ ἥρωα, ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, παῖδα Ἄργου τοῦ Διὸς εἶναι λέγουσι.
都市の名のもととなった英雄ティリュンスは、ゼウスの子アルゴスの子であると言われている。
τὸ δὲ τεῖχος, ὃ δὴ μόνον τῶν ἐρειπίων λείπεται, Κυκλώπων μέν ἐστιν ἔργον, πεποίηται δὲ ἀργῶν λίθων, μέγεθος ἔχων ἕκαστος λίθος ὡς ἀπʼ αὐτῶν μηδʼ ἂν ἀρχὴν κινηθῆναι τὸν μικρότατον ὑπὸ ζεύγους ἡμιόνων·
遺跡の中で唯一残っている城壁はキュクロプスたちの作であり、未加工の石で造られており、個々の石は、その中で最も小さいものでさえラバのつがいによってはいささかも動かすことができないほどの大きさを持っている。
λιθία δὲ ἐνήρμοσται πάλαι, ὡς μάλιστα αὐτῶν ἕκαστον ἁρμονίαν τοῖς μεγάλοις λίθοις εἶναι.
また、それら小石の個々が大きな石の間の接合部となるよう、昔から小石がはめ込まれている。
§2.25.9καταβάντων δὲ ὡς ἐπὶ θάλασσαν, ἐνταῦθα οἱ θάλαμοι τῶν Προίτου θυγατέρων εἰσίν·
海の方へと下って行った者たちにとって、そこにはプロイトスの娘たちの部屋がある。
ἐπανελθόντων δὲ ἐς τὴν λεωφόρον, ἐπὶ Μήδειαν ἐς ἀριστερὰν ἥξεις.
そして公道に戻った者にとって、左手にミデイアへと至るだろう。
βασιλεῦσαι δέ φασιν Ἠλεκτρύωνα ἐν τῇ Μηδείᾳ τὸν πατέρα Ἀλκμήνης·
アルクメネの父エレクトリュオンがミデイアを支配したと言われている。
ἐπʼ ἐμοῦ δὲ Μηδείας πλὴν τὸ ἔδαφος ἄλλο οὐδὲν ἐλείπετο.
しかし私の時代には、ミデイアの土台以外には何も残っていなかった。
§2.25.10κατὰ δὲ τὴν ἐς Ἐπίδαυρον εὐθεῖάν ἐστι κώμη Λῆσσα, ναὸς δὲ Ἀθηνᾶς ἐν αὐτῇ καὶ ξόανον οὐδέν τι διάφορον ἢ τὸ ἐν ἀκροπόλει τῇ Λαρίσῃ.
エピダウロスへの直道沿いに、レッサーという村があり、村の中にはアテナの神殿と、ラリサの城塞にあるものと少しも変わらない木像がある。
ἔστι δὲ ὄρος ὑπὲρ τῆς Λήσσης τὸ Ἀραχναῖον, πάλαι δὲ †σάπυς ἐλάτων ἐπὶ Ἰνάχου τὸ ὄνομα εἰλήφει.
レッサーの上方にはアラクナイオン山があり、かつてイナコスの時代には、†サピュセラトン† という名を得ていた。
βωμοὶ δέ εἰσιν ἐν αὐτῷ Διός τε καὶ Ἥρας· δεῆσαν ὄμβρου σφίσιν ἐνταῦθα θύουσι.
その山にはゼウスとヘラの祭壇があり、彼らは雨が必要になると、ここで犠牲を捧げる。