§2.25.1ἡ δʼ ἐς Μαντίνειαν ἄγουσα ἐξ Ἄργους ἐστὶν οὐχ ἥπερ καὶ ἐπὶ Τεγέαν, ἀλλὰ ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι.
アルゴスからマンティネイアへと通じる道は、テゲアへと通じるものと同じではなく、デイラスの近くの門から出発する。
ἐπὶ δὲ τῆς ὁδοῦ ταύτης ἱερὸν διπλοῦν πεποίηται, καὶ πρὸς ἡλίου δύνοντος ἔσοδον καὶ κατὰ ἀνατολὰς ἑτέραν ἔχον.
この道路沿いに、二重の神殿が建てられており、日没の方向(西)に入口を、日の出の方向(東)にもう一つの入口を有している。
κατὰ μὲν δὴ τοῦτο Ἀφροδίτης κεῖται ξόανον, πρὸς δὲ ἡλίου δυσμὰς Ἄρεως·
こちら側(東側)にはアプロディテの木像が置かれ、日没の方向(西側)にはアレスの木像が置かれている。
εἶναι δὲ τὰ ἀγάλματα· Πολυνείκους λέγουσιν ἀναθήματα καὶ Ἀργείων, ὅσοι τιμωρήσοντες αὐτῷ συνεστρατεύοντο.
人々は、これらの神像がポリュネイケスと、彼を援助してともに遠征したアルゴス人たちの奉納物であると言っている。
§2.25.2προελθοῦσι δὲ αὐτόθεν διαβάντων ποταμὸν χείμαρρον Χάραδρον καλούμενον ἔστιν Οἰνόη, τὸ ὄνομα ἔχουσα, ὡς Ἀργεῖοί φασιν, ἀπὸ Οἰνέως.
そこからさらに進んだ者たちにとって、ハラドロスと呼ばれる急流を渡るとオイノエがあり、アルゴス人たちの言うところでは、その名はオイネウスにちなんで名付けられた。
Οἰνέα γὰρ τὸν βασιλεύσαντα ἐν Αἰτωλίᾳ λέγουσιν ὑπὸ τῶν Ἀγρίου παίδων ἐκβληθέντα τῆς ἀρχῆς παρὰ Διομήδην ἐς Ἄργος ἀφικέσθαι.
というのも、アイトリアで王であったオイネウスが、アグリオスの子らによって王権から追放され、ディオメデスのところへとアルゴスにやって来たと人々は言っているからである。
ὁ δὲ τὰ μὲν ἄλλα ἐτιμώρησεν αὐτῷ στρατεύσας ἐς τὴν Καλυδωνίαν, παραμένειν δὲ οὐκ ἔφη οἱ δύνασθαι· συνακολουθεῖν δέ, εἰ βούλοιτο, ἐς Ἄργος ἐκεῖνον ἐκέλευεν.
ディオメデスは、カリュドニア地方へと遠征して他の一切において彼を助けたが、(その地に)留まることは自分にはできないと言い、もし望むならアルゴスへと同行するようにと彼に勧めた。
ἀφικόμενον δὲ τά τε ἄλλα ἐθεράπευεν, ὡς πατρὸς θεραπεύειν πατέρα εἰκὸς ἦν, καὶ ἀποθανόντα ἔθαψεν ἐνταῦθα.
そして彼が到着すると、実の父の父を世話するのが当然であるように他の一切において彼を世話し、亡くなると彼をここに葬った。
ἀπὸ τούτου μὲν Οἰνόη χωρίον ἐστὶν Ἀργείοις·
これにちなんで、アルゴス人にとってオイノエという土地がある。
§2.25.3ὑπὲρ δὲ Οἰνόης ὄρος ἐστὶν Ἀρτεμίσιον καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ κορυφῇ τοῦ ὄρους.
オイノエの上方にはアルテミシオン山があり、その山の頂上にはアルテミスの神殿がある。
ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ πηγαὶ τοῦ Ἰνάχου·
また、この山にはイナコス川の源流もある。
πηγαὶ γὰρ δὴ τῷ ὄντι εἰσὶν αὐτῷ, τὸ δὲ ὕδωρ οὐκ ἐπὶ πολὺ ἐξικνεῖται τῆς γῆς.
というのも、実際そこにはこの川の源流があるが、その水は地上のそれほど遠くまでは流れていかないからである。
§2.25.4ταύτῃ μὲν δὴ θέας οὐδὲν ἔτι ἦν ἄξιον·
この方面には、もはや見る価値のあるものは何もない。
ἑτέρα δὲ ὁδὸς ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι ἐστὶν ἐπὶ Λύρκειαν.
しかし、デイラスの近くの門からリュルケイアへと通じる別の道がある。
ἐς τοῦτο λέγεται τὸ χωρίον Λυγκέα ἀποσωθῆναι τῶν πεντήκοντα ἀδελφῶν μόνον·
この場所へと、リュンケウスが50人の兄弟の中で唯一、無事に逃げ延びたと言われている。
καὶ ἡνίκα ἐσώθη, πυρσὸν ἀνέσχεν ἐντεῦθεν.
そして彼が無事に逃れたとき、ここから松明を掲げた。
συνέκειτο δὲ ἄρα αὐτῷ πρὸς τὴν Ὑπερμήστραν ἀνασχεῖν τὸν πυρσόν, ἢν διαφυγὼν Δαναὸν ἐς ἀσφαλὲς ἀφίκηταί ποι·
もし彼がダナオスから逃れてどこか安全な場所に到着したならば、松明を掲げることが彼とヒュペルムネストラとの間で約束されていたのである。
τὴν δὲ καὶ αὐτὴν ἀνάψαι λέγουσιν ἕτερον ἀπὸ τῆς Λαρίσης, δῆλα καὶ ταύτην ποιοῦσαν ὅτι ἐν οὐδενὶ οὐδὲ αὐτὴ καθέστηκεν ἔτι κινδύνῳ.
そして彼女自身もまた、ラリサから別の松明を灯したと言われており、彼女自身もまた、もはやいかなる危険にもさらされていないことを明らかにした。
ἐπὶ τούτῳ δὲ Ἀργεῖοι κατὰ ἔτος ἕκαστον πυρσῶν ἑορτὴν ἄγουσι.
このことにちなんで、アルゴス人たちは毎年、松明の祭りを催している。
§2.25.5τὸ δὲ χωρίον τότε μὲν Λυγκεία ἐκαλεῖτο, οἰκήσαντος δὲ ὕστερον ἐν αὐτῷ Λύρκου—παῖς δὲ ἦν Ἄβαντος νόθος— τὸ ὄνομα διʼ αὐτὸν ἔσχηκε·
この場所は当時はリュンケイアと呼ばれていたが、のちにアバスの庶子であったリュルコスがそこに住んだため、彼にちなんで現在の名を持つようになった。
καὶ ἄλλα τέ ἐστιν οὐκ ἀξιόλογα ἐν τοῖς ἐρειπίοις καὶ εἰκὼν ἐπὶ στήλῃ τοῦ Λύρκου.
その遺跡の中には、他には取るに足りないものがあるとともに、石碑に刻まれたリュルコスの肖像がある。
ἐς μὲν δὴ ταύτην ἐστὶν ἐξ Ἄργους ἑξήκοντα μάλιστά που στάδια, ἐκ δὲ Λυρκείας ἕτερα τοσαῦτα ἐς Ὀρνεάς.
アルゴスからこの都市まではおよそ60スタディオンあり、リュルケイアからはそれと同程度の距離がオルネアイまである。
Λυρκείας μὲν δὴ πόλεως, ἅτε ἠρημωμένης ἤδη κατὰ τὴν Ἑλλήνων στρατείαν ἐπὶ Ἴλιον, οὐκ ἐποιήσατο Ὅμηρος ἐν καταλόγῳ μνήμην·
リュルケイアの都市は、ギリシア人のイリオンへの遠征の時点ですでに廃墟となっていたため、ホメロスはカタログにおいて言及しなかった。
Ὀρνεὰς δέ—ἔτι γὰρ ᾠκοῦντο—, ὥσπερ τῷ τόπῳ τῆς Ἀργείας ἔκειντο, οὕτω καὶ ἐν τοῖς ἔπεσι προτέρας ἢ Φλιοῦντά τε καὶ Σικυῶνα κατέλεξεν.
しかし、オルネアイは――まだ人が住んでいたので――、その位置においてアルゴリス地方にあったのと同様に、詩句の中でもプリウスやシキュオンよりも前に列挙された。