Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.25.1-2.25.5

通往曼提尼亚的道路与俄伊诺厄及吕尔凯亚

第 82 段,共 465 段 · 希腊语

内容简介

文中记述了从阿尔戈斯通往曼提尼亚和吕尔凯亚的两条道路沿途的神殿、遗迹,以及与俄伊纽斯和林克斯相关的神话起源。

§2.25.1ἡ δʼ ἐς Μαντίνειαν ἄγουσα ἐξ Ἄργους ἐστὶν οὐχ ἥπερ καὶ ἐπὶ Τεγέαν, ἀλλὰ ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι.
从阿尔戈斯出发前往曼提尼亚的道路,并非通往特盖亚的那条,而是始于德拉斯附近的城门。
ἐπὶ δὲ τῆς ὁδοῦ ταύτης ἱερὸν διπλοῦν πεποίηται, καὶ πρὸς ἡλίου δύνοντος ἔσοδον καὶ κατὰ ἀνατολὰς ἑτέραν ἔχον.
在这条道路上建有一座双重神殿,一个入口朝向日落,另一个朝向日出。
κατὰ μὲν δὴ τοῦτο Ἀφροδίτης κεῖται ξόανον, πρὸς δὲ ἡλίου δυσμὰς Ἄρεως·
在这一侧(东侧)安置着阿芙洛狄忒的木雕像,在朝向日落的一侧(西侧)则安置着阿瑞斯的木雕像。
εἶναι δὲ τὰ ἀγάλματα· Πολυνείκους λέγουσιν ἀναθήματα καὶ Ἀργείων, ὅσοι τιμωρήσοντες αὐτῷ συνεστρατεύοντο.
他们说这些神像是波留奈克斯以及那些为了帮助他而一同出征的阿尔戈斯人的奉纳物。
§2.25.2προελθοῦσι δὲ αὐτόθεν διαβάντων ποταμὸν χείμαρρον Χάραδρον καλούμενον ἔστιν Οἰνόη, τὸ ὄνομα ἔχουσα, ὡς Ἀργεῖοί φασιν, ἀπὸ Οἰνέως.
对于从该处前行的人来说,在渡过一条被称为哈拉德罗斯的急流后,便是奥伊诺埃,阿尔戈斯人说这个名字得自俄伊纽斯。
Οἰνέα γὰρ τὸν βασιλεύσαντα ἐν Αἰτωλίᾳ λέγουσιν ὑπὸ τῶν Ἀγρίου παίδων ἐκβληθέντα τῆς ἀρχῆς παρὰ Διομήδην ἐς Ἄργος ἀφικέσθαι.
因为他们说,曾在埃托利亚称王的俄伊纽斯,被阿格里乌斯之子驱逐出王位,来到阿尔戈斯的狄奥墨得斯处。
ὁ δὲ τὰ μὲν ἄλλα ἐτιμώρησεν αὐτῷ στρατεύσας ἐς τὴν Καλυδωνίαν, παραμένειν δὲ οὐκ ἔφη οἱ δύνασθαι· συνακολουθεῖν δέ, εἰ βούλοιτο, ἐς Ἄργος ἐκεῖνον ἐκέλευεν.
狄奥墨得斯通过出征卡吕多尼亚,在其他事务上帮助了他,但表示自己无法留在那里,并劝说他若愿意可一同前往阿尔戈斯。
ἀφικόμενον δὲ τά τε ἄλλα ἐθεράπευεν, ὡς πατρὸς θεραπεύειν πατέρα εἰκὸς ἦν, καὶ ἀποθανόντα ἔθαψεν ἐνταῦθα.
当他到达后,狄奥墨得斯在各方面照料他,正如照料父亲的父亲乃是理所当然之事,并在他死后将其葬在这里。
ἀπὸ τούτου μὲν Οἰνόη χωρίον ἐστὶν Ἀργείοις·
因他的缘故,这个地方被阿尔戈斯人称为奥伊诺埃。
§2.25.3ὑπὲρ δὲ Οἰνόης ὄρος ἐστὶν Ἀρτεμίσιον καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ κορυφῇ τοῦ ὄρους.
在奥伊诺埃上方是阿尔特米西翁山,山顶上有一座阿耳忒弥斯的神殿。
ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ πηγαὶ τοῦ Ἰνάχου· πηγαὶ γὰρ δὴ τῷ ὄντι εἰσὶν αὐτῷ, τὸ δὲ ὕδωρ οὐκ ἐπὶ πολὺ ἐξικνεῖται τῆς γῆς.
在这座山里也有伊纳科斯河的源头;因为实际上它确实有源头,但其河水在陆地上流得并不算远。
§2.25.4ταύτῃ μὲν δὴ θέας οὐδὲν ἔτι ἦν ἄξιον· ἑτέρα δὲ ὁδὸς ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι ἐστὶν ἐπὶ Λύρκειαν.
在这条路线上,已无任何值得一瞻的事物;但从德拉斯附近的城门出发,另有一条通往吕尔凯亚的道路。
ἐς τοῦτο λέγεται τὸ χωρίον Λυγκέα ἀποσωθῆναι τῶν πεντήκοντα ἀδελφῶν μόνον·
据说,在这五十个兄弟中,唯有林克斯一人安全逃到了这个地方。
καὶ ἡνίκα ἐσώθη, πυρσὸν ἀνέσχεν ἐντεῦθεν.
当他得救时,他从这里举起了火炬。
συνέκειτο δὲ ἄρα αὐτῷ πρὸς τὴν Ὑπερμήστραν ἀνασχεῖν τὸν πυρσόν, ἢν διαφυγὼν Δαναὸν ἐς ἀσφαλὲς ἀφίκηταί ποι· τὴν δὲ καὶ αὐτὴν ἀνάψαι λέγουσιν ἕτερον ἀπὸ τῆς Λαρίσης, δῆλα καὶ ταύτην ποιοῦσαν ὅτι ἐν οὐδενὶ οὐδὲ αὐτὴ καθέστηκεν ἔτι κινδύνῳ.
因为他与许珀耳涅斯特拉曾有约定,如果他逃脱达那俄斯到达安全的地方,就举起火炬;据说她自己也从拉里萨点燃了另一支火炬,以此表明她自己也不再处于任何危险之中。
ἐπὶ τούτῳ δὲ Ἀργεῖοι κατὰ ἔτος ἕκαστον πυρσῶν ἑορτὴν ἄγουσι.
为了纪念此事,阿尔戈斯人每年都举办火炬节。
§2.25.5τὸ δὲ χωρίον τότε μὲν Λυγκεία ἐκαλεῖτο, οἰκήσαντος δὲ ὕστερον ἐν αὐτῷ Λύρκου—παῖς δὲ ἦν Ἄβαντος νόθος— τὸ ὄνομα διʼ αὐτὸν ἔσχηκε·
这个地方当时被称为林凯亚,但后来,由于阿巴斯的庶子吕尔科斯居住在此,它便因他而得名。
καὶ ἄλλα τέ ἐστιν οὐκ ἀξιόλογα ἐν τοῖς ἐρειπίοις καὶ εἰκὼν ἐπὶ στήλῃ τοῦ Λύρκου.
在废墟中还有其他一些不值一提的事物,以及一块刻有吕尔科斯肖像的石碑。
ἐς μὲν δὴ ταύτην ἐστὶν ἐξ Ἄργους ἑξήκοντα μάλιστά που στάδια, ἐκ δὲ Λυρκείας ἕτερα τοσαῦτα ἐς Ὀρνεάς.
从阿尔戈斯到这里大约有六十斯塔迪翁,从吕尔凯亚到奥尔内埃也是相同的距离。
Λυρκείας μὲν δὴ πόλεως, ἅτε ἠρημωμένης ἤδη κατὰ τὴν Ἑλλήνων στρατείαν ἐπὶ Ἴλιον, οὐκ ἐποιήσατο Ὅμηρος ἐν καταλόγῳ μνήμην·
至于吕尔凯亚城,在希腊人远征伊利昂时,它已经荒废了,因此荷马在目录中没有提及它。
Ὀρνεὰς δέ—ἔτι γὰρ ᾠκοῦντο—, ὥσπερ τῷ τόπῳ τῆς Ἀργείας ἔκειντο, οὕτω καὶ ἐν τοῖς ἔπεσι προτέρας ἢ Φλιοῦντά τε καὶ Σικυῶνα κατέλεξεν.
然而,奥尔内埃——因为当时仍有人居住——不仅在地理位置上位于阿尔戈利斯,在诗句中也被列在普里乌斯和西库昂之前。

词汇与语法注释

  1. 2.25.1κατὰ μὲν δὴ τοῦτο — 指示代名词 `τοῦτο` 指代前文的 `κατὰ ἀνατολὰς ἑτέραν`(朝向日出的另一个入口,即东侧)。与其相对照的是后文的 `πρὸς δὲ ἡλίου δυσμὰς`(朝向日落,即西侧),该处安置了阿瑞斯的木雕像。
  2. 2.25.2διαβάντων — 属格独立结构,分词的逻辑主语(意指“行进中的人们”)被省略,在实际指代上与前文的与格 `προελθοῦσι`(对于前行的人们)的主体一致。
  3. 2.25.2ὡς πατρὸς θεραπεύειν πατέρα εἰκὸς ἦν — 属格 `πατρὸς` 修饰 `πατέρα`,意为“照料(自己)父亲的父亲(即祖父)”。这反映了在世系上,俄伊纽斯是狄奥墨德斯(堤丢斯之子)的祖父的关系。
  4. 2.25.4δῆλα ... ποιοῦσαν — 阴性单数宾格分词 `ποιοῦσαν` 修饰 `τὴν δὲ`(许珀耳涅斯特拉),而中性复数 `δῆλα` 与 `ὅ词` 从句连用作宾语补足语,意为“使……变得明朗”。

引用这一段

保萨尼亚斯, 希腊志 §2.25.1-2.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.25.1-2.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。