§2.24.1τὴν δὲ ἀκρόπολιν Λάρισαν μὲν καλοῦσιν ἀπὸ τῆς Πελασγοῦ θυγατρός· ἀπὸ ταύτης δὲ καὶ δύο τῶν ἐν Θεσσαλίᾳ πόλεων, ἥ τε ἐπὶ θαλάσσῃ καὶ ἡ παρὰ τὸν Πηνειόν, ὠνομάσθησαν.
人们称这座阿克罗波利斯为拉里萨,得名于佩拉斯戈斯之女;在此之后,色萨利的两座城市——一座在海边,另一座在佩涅俄斯河畔——也以此命名。
ἀνιόντων δὲ ἐς τὴν ἀκρόπολιν ἔστι μὲν τῆς Ἀκραίας Ἥρας τὸ ἱερόν, ἔστι δὲ καὶ ναὸς Ἀπόλλωνος, ὃν Πυθαεὺς πρῶτος παραγενόμενος ἐκ Δελφῶν λέγεται ποιῆσαι.
对于登上阿克罗波利斯的人来说,有阿克赖亚赫拉的圣域,还有一座阿波罗的神殿,据说这是皮特乌斯从德尔斐初次到来时建造的。
τὸ δὲ ἄγαλμα τὸ νῦν χαλκοῦν ἐστιν ὀρθόν, Δειραδιώτης Ἀπόλλων καλούμενος, ὅτι καὶ ὁ τόπος οὗτος καλεῖται Δειράς.
现在的神像是青铜立像,被称为“德拉狄俄忒斯”阿波罗,因为这个地方也被称为“德拉斯”。
ἡ δέ οἱ μαντικὴ—μαντεύεται γὰρ ἔτι καὶ ἐς ἡμᾶς— καθέστηκε τρόπον τοῦτον.
他的占卜方式——因为直到我们的时代仍在进行占卜——是按以下方式确立的。
γυνὴ μὲν προφητεύουσά ἐστιν, ἀνδρὸς εὐνῆς εἰργομένη· θυομένης δὲ ἐν νυκτὶ ἀρνὸς κατὰ μῆνα ἕκαστον, γευσαμένη δὴ τοῦ αἵματος ἡ γυνὴ κάτοχος ἐκ τοῦ θεοῦ γίνεται.
有一位女祭司负责传达神谕,她被禁止与丈夫同床;在每个月夜间宰杀一只母羊作祭品时,这名女子一旦尝了血,就会被神附身。
§2.24.2τοῦ Δειραδιώτου δὲ Ἀπόλλωνος ἔχεται μὲν ἱερὸν Ἀθηνᾶς Ὀξυδερκοῦς καλουμένης, Διομήδους ἀνάθημα, ὅτι οἱ μαχομένῳ ποτὲ ἐν Ἰλίῳ τὴν ἀχλὺν ἀφεῖλεν ἡ θεὸς ἀπὸ τῶν ὀφθαλμῶν· ἔχεται δὲ τὸ στάδιον, ἐν ᾧ τὸν ἀγῶνα τῷ Νεμείῳ Διὶ καὶ τὰ Ἡραῖα ἄγουσιν.
紧邻“德拉狄俄忒斯”阿波罗神殿的是被称为“奥克绪德耳克斯”的雅典娜圣域,这是狄奥墨得斯的奉纳物,因为当年他在伊利昂交战时,女神从他的双眼中驱散了迷雾;紧邻它的是竞技场,他们在其中为内梅亚的宙斯举办竞技会并庆祝赫拉节。
ἐς δὲ τὴν ἀκρόπολιν ἰοῦσίν ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῶν Αἰγύπτου παίδων καὶ ταύτῃ μνῆμα.
对于前往阿克罗波利斯的人来说,在道路左侧在此处也有埃及之子们的陵墓。
χωρὶς μὲν γὰρ ἀπὸ τῶν σωμάτων ἐνταῦθα αἱ κεφαλαί, χωρὶς δὲ ἐν Λέρνῃ σώματα τὰ λοιπά· ἐν Λέρνῃ γὰρ καὶ ὁ φόνος ἐξειργάσθη τῶν νεανίσκων, ἀποθανόντων δὲ ἀποτέμνουσιν αἱ γυναῖκες τὰς κεφαλὰς ἀπόδειξιν πρὸς τὸν πατέρα ὧν ἐτόλμησαν.
因为他们的头部与身体分开在此时此地,而其余的身体则分开在勒耳那;因为对这些青年人的杀戮确实是在勒耳那进行的,当他们死后,妇女们割下他们的头颅,向父亲展示她们所敢于做出的事情。
§2.24.3ἐπʼ ἄκρᾳ δέ ἐστι τῇ Λαρίσῃ Διὸς ἐπίκλησιν Λαρισαίου ναός, οὐκ ἔχων ὄροφον· τὸ δὲ ἄγαλμα ξύλου πεποιημένον οὐκέτι ἑστηκὸς ἦν ἐπὶ τῷ βάθρῳ.
在拉里萨的顶峰上有一座被称为“拉里萨伊俄斯”的宙斯神殿,没有屋顶;而木制的雕像已不再立于底座之上。
καὶ Ἀθηνᾶς δὲ ναός ἐστι θέας ἄξιος· ἐνταῦθα ἀναθήματα κεῖται καὶ ἄλλα καὶ Ζεὺς ξόανον, δύο μὲν ᾗ πεφύκαμεν ἔχον ὀφθαλμούς, τρίτον δὲ ἐπὶ τοῦ μετώπου.
此外还有一座值得一瞻的雅典娜神殿;这里陈列着其他奉纳物,尤其是宙斯的木雕神像,它拥有两只我们天生拥有的眼睛,第三只眼睛在额头上。
τοῦτον τὸν Δία Πριάμῳ φασὶν εἶναι τῷ Λαομέδοντος πατρῷον ἐν ὑπαίθρῳ τῆς αὐλῆς ἱδρυμένον, καὶ ὅτε ἡλίσκετο ὑπὸ Ἑλλήνων Ἴλιον, ἐπὶ τούτου κατέφυγεν ὁ Πρίαμος τὸν βωμόν.
他们说这尊宙斯像是拉奥墨冬之子普里阿摩斯的祖传神像,安置在庭院的露天处,当伊利昂被希腊人攻陷时,普里阿摩斯逃往这尊神像的祭坛避难。
ἐπεὶ δὲ τὰ λάφυρα ἐνέμοντο, λαμβάνει Σθένελος ὁ Καπανέως αὐτόν, καὶ ἀνάκειται μὲν διὰ τοῦτο ἐνταῦθα·
当他们瓜分战利品时,卡帕纽斯之子斯塞内洛斯得到了它,因此它被奉纳在这里。
§2.24.4τρεῖς δὲ ὀφθαλμοὺς ἔχειν ἐπὶ τῷδε ἄν τις τεκμαίροιτο αὐτόν.
人们可以根据以下理由推测它拥有三只眼睛。
Δία γὰρ ἐν οὐρανῷ βασιλεύειν, οὗτος μὲν λόγος κοινὸς πάντων ἐστὶν ἀνθρώπων.
宙斯在天界称王,这是所有人共同的说法。
ὃν δὲ ἄρχειν φασὶν ὑπὸ γῆς, ἔστιν ἔπος τῶν Ὁμήρου Δία ὀνομάζον καὶ τοῦτον· "
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
但关于人们所说统治地下的那位,在荷马的诗句中也称其为宙斯: "冥界宙斯与令人敬畏的珀耳塞福涅。
"
Αἰσχύλος δὲ ὁ Εὐφορίωνος καλεῖ Δία καὶ τὸν ἐν θαλάσσῃ.
"而欧福里翁之子埃斯库罗斯也称海中的神为宙斯。
τρισὶν οὖν ὁρῶντα ἐποίησεν ὀφθαλμοῖς ὅστις δὴ ἦν ὁ ποιήσας, ἅτε ἐν ταῖς τρισὶ ταῖς λεγομέναις λήξεσιν ἄρχοντα τὸν αὐτὸν τοῦτον θεόν.
因此,无论建造者是谁,他都将其创造成用三只眼睛观看,因为这同一位神明统治着上述的三个领地。
§2.24.5ὁδοὶ δὲ ἐξ Ἄργους καὶ κατʼ ἄλλα εἰσὶ τῆς Πελοποννήσου καὶ πρὸς Ἀρκαδίας ἐπὶ Τεγέαν.
从阿尔戈斯出发前往伯罗奔尼撒其他地方的道路有很多,也有前往阿卡迪亚的特盖亚的道路。
ἐν δεξιᾷ δὲ ὄρος ἐστὶν ἡ Λυκώνη, δένδρα κυπαρίσσου μάλιστα ἔχουσα.
在右侧是吕科内山,山上主要生着柏树。
ᾠκοδόμηται δὲ ἐπὶ κορυφῇ τοῦ ὄρους Ἀρτέμιδος Ὀρθίας ἱερόν, καὶ ἀγάλματα Ἀπόλλωνος καὶ Λητοῦς καὶ Ἀρτέμιδος πεποίηται λευκοῦ λίθου· Πολυκλείτου δέ φασιν εἶναι ἔργα.
在山顶上建有奥尔提亚阿耳忒弥斯的圣域,阿波罗、勒托和阿耳忒弥斯的神像是由白石雕刻而成的;据说这些是波留克列特斯的作品。
καταβάντων δὲ ἐκ τοῦ ὄρους αὖθίς ἐστιν ἐν ἀριστερᾷ τῆς λεωφόρου ναὸς Ἀρτέμιδος.
对于从山上下来的人来说,在大路左侧又有一座阿耳忒弥斯的神殿。
§2.24.6ὀλίγον δὲ ἀπωτέρω ἐν δεξιᾷ τῆς ὁδοῦ Χάον ἐστὶν ὄρος ὀνομαζόμενον, ὑπὸ δὲ αὐτῷ δένδρα πέφυκεν ἥμερα καὶ ἄνεισι τοῦ Ἐρασίνου φανερὸν ἐνταῦθα δὴ τὸ ὕδωρ· τέως δὲ ἐκ Στυμφάλου ῥεῖ τῆς Ἀρκάδων ὥσπερ ἐξ Εὐρίπου κατὰ Ἐλευσῖνα καὶ τὴν ταύτῃ θάλασσαν οἱ Ῥειτοί.
稍远一点在道路右侧是被称为卡翁的山,山下生着栽培的果树,而埃拉西诺斯川的水就在这里显现并涌出;在此之前,它从阿卡迪亚的斯廷法洛斯流出,就像雷托伊河从埃夫里普斯海峡流向埃莱夫西斯以及那里的海一样。
πρὸς δὲ τοῦ Ἐρασίνου ταῖς κατὰ τὸ ὄρος ἐκβολαῖς Διονύσῳ καὶ Πανὶ θύουσι, τῷ Διονύσῳ δὲ καὶ ἑορτὴν ἄγουσι καλουμένην Τύρβην.
在埃拉西诺斯川靠近山脚的涌出口旁,人们向狄奥尼索斯和潘献祭,并为狄奥尼索斯举办被称为“蒂尔贝”的节日。
§2.24.7ἐπανελθοῦσι δὲ ἐς τὴν ἐπὶ Τεγέας ὁδόν ἐστιν ἐν δεξιᾷ τοῦ ὀνομαζομένου Τρόχου Κεγχρεαί.
对于返回特盖亚道路的人来说,在被称为“托罗科斯”的地方右侧是肯克勒埃。
τὸ δὲ ὄνομα ἐφʼ ὅτῳ τῷ χωρίῳ γέγονεν, οὐ λέγουσι, πλὴν εἰ μὴ καὶ τοῦτο ἄρα ὠνομάσθη διὰ τὸν Πειρήνης παῖδα Κεγχρίαν.
他们没有说明这个地方因何得名,除非这确实是因培雷涅之子肯克里阿斯而得名。
καὶ πολυάνδρια ἐνταῦθά ἐστιν Ἀργείων νικησάντων μάχῃ Λακεδαιμονίους περὶ Ὑσιάς.
这里还有在赫西亚伊附近战胜拉刻代蒙人的阿尔戈斯人的合葬墓。
τὸν δὲ ἀγῶνα τοῦτον συμβάντα εὕρισκον Ἀθηναίοις ἄρχοντος Πεισιστράτου, τετάρτῳ δὲ ἔτει τῆς ἑβδόμης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἣν Εὐρύβοτος Ἀθηναῖος ἐνίκα στάδιον.
我查出这场交战发生在皮西斯特拉托斯担任雅典执政官期间,即第27届奥林匹克运动会的第四年,当时雅典人欧律博托斯获得了短跑冠军。
καταβάντος δὲ ἐς τὸ χθαμαλώτερον ἐρείπια Ὑσιῶν ἐστι πόλεώς ποτε ἐν τῇ Ἀργολίδι, καὶ τὸ πταῖσμα Λακεδαιμονίοις ἐνταῦθα γενέσθαι λέγουσιν.
对于下到低地的人来说,有赫西亚伊的遗迹,这里曾是阿尔戈利斯的一座城市,人们说拉刻代蒙人的挫败就是在这里发生的。