§2.21.6Καρχηδονίῳ δὲ ἀνδρὶ Προκλεῖ τῷ Εὐκράτους ἕτερος λόγος ὅδε ἐφαίνετο εἶναι τοῦ προτέρου πιθανώτερος.
カルタゴの男、エウクラテスの子プロクレスには、もう一つの次の説の方が先の説よりも説得力があるように思われた。
Λιβύης ἡ ἔρημος καὶ ἄλλα παρέχεται θηρία ἀκούσασιν οὐ πιστὰ καὶ ἄνδρες ἐνταῦθα ἄγριοι καὶ ἄγριαι γίνονται γυναῖκες·
リビアの砂漠は、聞く者には信じがたいような他の野獣をも生み出し、そこには野生の男たちや野生の女たちも生まれる。
ἔλεγέ τε ὁ Προκλῆς ἀπʼ αὐτῶν ἄνδρα ἰδεῖν κομισθέντα ἐς Ῥώμην.
プロクレスは、それら野生の人々の中から一人の男がローマに連れてこられたのを見た、と言っていた。
εἴκαζεν οὖν πλανηθεῖσαν γυναῖκα ἐκ τούτων καὶ ἀφικομένην ἐπὶ τὴν λίμνην τὴν Τριτωνίδα λυμαίνεσθαι τοὺς προσοίκους, ἐς ὃ Περσεὺς ἀπέκτεινεν αὐτήν·
それゆえ彼は、これら野生の女の一人がさまよい出て、トリトニス湖にやってきては近隣の住民に危害を加えていたが、ついにペルセウスが彼女を殺害したのだと推測した。
Ἀθηνᾶν δέ οἱ συνεπιλαβέσθαι δοκεῖν τοῦ ἔργου, ὅτι οἱ περὶ τὴν λίμνην τὴν Τριτωνίδα ἄνθρωποι ταύτης εἰσὶν ἱεροί.
そして、アテナが彼のその行為を手助けしたように思われるのは、トリトニス湖の周辺の人々がこの女神に帰属する聖なる者たちだからである。
§2.21.7ἐν δὲ Ἄργει παρὰ τοῦτο δὴ τὸ μνῆμα τῆς Γοργόνος Γοργοφόνης τάφος ἐστὶ τῆς Περσέως.
アルゴスには、まさにこのゴルゴンの墓の傍らに、ペルセウスの娘ゴルゴポネの墓がある。
καὶ ἐφʼ ὅτῳ μὲν αὐτῇ τὸ ὄνομα ἐτέθη, δῆλον εὐθὺς ἀκούσαντι·
彼女にどのような理由でその名が付けられたかは、聞いただけで直ちに明らかである。
γυναικῶν δὲ πρώτην αὐτήν φασι τελευτήσαντος τοῦ ἀνδρὸς Περιήρους τοῦ Αἰόλου—τούτῳ γὰρ παρθένος συνῴκησε—, τὴν δὲ αὖθις Οἰβάλῳ γήμασθαι·
彼女は、夫であるアイオロスの子ペリエレスが死んだのち(彼女は彼と処女のまま結婚したのだが)、再びオイバロスと結婚した最初の女性であると言われている。
πρότερον δὲ καθεστήκει ταῖς γυναιξὶν ἐπὶ ἀνδρὶ ἀποθανόντι χηρεύειν.
それ以前は、夫が死んだ女性は未亡人のままでいることが習慣となっていた。
§2.21.8τοῦ τάφου δὲ ἔμπροσθεν τρόπαιον λίθου πεποίηται κατὰ ἀνδρὸς Ἀργείου Λαφάους·
その墓の前には、アルゴスの男ラパエスに対する、石造りの戦勝記念碑が建てられている。
τοῦτον γὰρ—γράφω δὲ ὁπόσα λέγουσιν αὐτοὶ περὶ σφῶν Ἀργεῖοι—τυραννοῦντα ἐξέβαλεν ἐπαναστὰς ὁ δῆμος, φυγόντα δὲ ἐς Σπάρτην Λακεδαιμόνιοι κατάγειν ἐπειρῶντο ἐπὶ τυραννίδι, νικήσαντες δὲ οἱ Ἀργεῖοι τῇ μάχῃ Λαφάην τε καὶ τῶν Λακεδαιμονίων τοὺς πολλοὺς ἀπέκτειναν.
というのも、彼が僭主として支配していたのを民衆が決起して追放し(私はアルゴス人たち自身が自らについて語る通りのことを書いているのだが)、スパルタに逃亡した彼を、ラケダイモン人たちは再び僭主の座につけようと復帰させようとしたが、アルゴス人たちは戦いで勝利を収め、ラパエスとラケダイモン人の多くを殺害したからである。
τὸ δὲ ἱερὸν τῆς Λητοῦς ἔστι μὲν οὐ μακρὰν τοῦ τροπαίου, τέχνη δὲ τὸ ἄγαλμα Πραξιτέλους.
レトの神殿はその記念碑から遠くないところにあり、神像はプラクシテレスの作である。
§2.21.9τὴν δὲ εἰκόνα παρὰ τῇ θεῷ τῆς παρθένου Χλῶριν ὀνομάζουσι, Νιόβης μὲν θυγατέρα εἶναι λέγοντες, Μελίβοιαν δὲ καλεῖσθαι τὸ ἐξ ἀρχῆς·
女神の傍らにある乙女の像を彼らはクロリスと呼んでおり、彼女をニオベの娘であると言い、元々はメリボイアと呼ばれていたとしている。
ἀπολλυμένων δὲ ὑπὸ Ἀρτέμιδος καὶ Ἀπόλλωνος τῶν Ἀμφίονος παίδων περιγενέσθαι μόνην τῶν ἀδελφῶν ταύτην καὶ Ἀμύκλαν, περιγενέσθαι δὲ εὐξαμένους τῇ Λητοῖ.
そして、アムピオンの子らがアルテミスとアポロンによって滅ぼされた際、彼女とアミュクラスだけが兄弟姉妹の中で生き残り、彼らがレトに祈りを捧げたことで生き延びることができたのだと。
Μελίβοιαν δὲ οὕτω δή τι παραυτίκα τε χλωρὰν τὸ δεῖμα ἐποίησε καὶ ἐς τὸ λοιπὸν τοῦ βίου παρέμεινεν ὡς καὶ τὸ ὄνομα ἐπὶ τῷ συμβάντι ἀντὶ Μελιβοίας αὐτῇ γενέσθαι Χλῶριν.
そしてまさに、その恐怖がメリボイアをその瞬間に青ざめさせ、それがその後の生涯にわたって残ったため、その出来事に基づいて、メリボイアという名の代わりに彼女の名はクロリスとなったのである。
§2.21.10τούτους δή φασιν Ἀργεῖοι τὸ ἐξ ἀρχῆς οἰκοδομῆσαι τῇ Λητοῖ τὸν ναόν·
まさにこれら二人が、元々レトに神殿を建立したのだとアルゴス人たちは言っている。
ἐγὼ δὲ—πρόσκειμαι γὰρ πλέον τι ἢ οἱ λοιποὶ τῇ Ὁμήρου ποιήσει—δοκῶ τῇ Νιόβῃ τῶν παίδων μηδένα ὑπόλοιπον γενέσθαι.
しかし私は――というのも他の人々よりもいくらか余計にホメロスの詩を重んじているからだが――ニオベの子らは一人も生き残らなかったと考えている。
μαρτυρεῖ δέ μοι τὸ ἔπος
"
τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
そしてその詩の一節が私を支持している。 "あの二柱は、たった二人であったのに、彼らを全員滅ぼしてしまった。
"
οὗτος μὲν δὴ τὸν οἶκον τὸν Ἀμφίονος ἐκ βάθρων ἀνατραπέντα οἶδε·
"実に、この詩人はアムピオンの家が根本から覆されたことを知っているのである。