§2.21.6Καρχηδονίῳ δὲ ἀνδρὶ Προκλεῖ τῷ Εὐκράτους ἕτερος λόγος ὅδε ἐφαίνετο εἶναι τοῦ προτέρου πιθανώτερος.
对于一个迦太基人,即欧克拉底之子普罗克勒斯而言,以下这另一个说法显得比先前的说法更为可信。
Λιβύης ἡ ἔρημος καὶ ἄλλα παρέχεται θηρία ἀκούσασιν οὐ πιστὰ καὶ ἄνδρες ἐνταῦθα ἄγριοι καὶ ἄγριαι γίνονται γυναῖκες· ἔλεγέ τε ὁ Προκλῆς ἀπʼ αὐτῶν ἄνδρα ἰδεῖν κομισθέντα ἐς Ῥώμην.
利比亚的荒漠也产出其他令听闻者难以置信的野兽,那里也会产生野蛮的男人和野蛮的女人;普罗克勒斯说,他曾看见其中一个男人被带到罗马。
εἴκαζεν οὖν πλανηθεῖσαν γυναῖκα ἐκ τούτων καὶ ἀφικομένην ἐπὶ τὴν λίμνην τὴν Τριτωνίδα λυμαίνεσθαι τοὺς προσοίκους, ἐς ὃ Περσεὺς ἀπέκτεινεν αὐτήν· Ἀθηνᾶν δέ οἱ συνεπιλαβέσθαι δοκεῖν τοῦ ἔργου, ὅτι οἱ περὶ τὴν λίμνην τὴν Τριτωνίδα ἄνθρωποι ταύτης εἰσὶν ἱεροί.
因此,他推测是这些野生女人中的一个流浪出来,来到了特里托尼斯湖,并危害邻近的居民,直到波耳修斯杀死了她;而在他看来,雅典娜在这一行动中协助了波耳修斯,因为特里托尼斯湖周围的人民是归属于这位女神的。
§2.21.7ἐν δὲ Ἄργει παρὰ τοῦτο δὴ τὸ μνῆμα τῆς Γοργόνος Γοργοφόνης τάφος ἐστὶ τῆς Περσέως.
在阿尔戈斯,就在这座戈耳工的墓旁,有波耳修斯之女戈耳戈福涅的坟墓。
καὶ ἐφʼ ὅτῳ μὲν αὐτῇ τὸ ὄνομα ἐτέθη, δῆλον εὐθὺς ἀκούσαντι· γυναικῶν δὲ πρώτην αὐτήν φασι τελευτήσαντος τοῦ ἀνδρὸς Περιήρους τοῦ Αἰόλου—τούτῳ γὰρ παρθένος συνῴκησε—, τὴν δὲ αὖθις Οἰβάλῳ γήμασθαι· πρότερον δὲ καθεστήκει ταῖς γυναιξὶν ἐπὶ ἀνδρὶ ἀποθανόντι χηρεύειν.
至于为何给她起这个名字,任何人一听便能立刻明白;人们说她是丈夫——埃俄洛斯之子佩里埃雷斯(她与他结婚时还是处女)去世后,第一位再次嫁人(嫁给奥伊巴洛斯)的女性;而在此之前,妇女在丈夫死后保持守寡已成为惯例。
§2.21.8τοῦ τάφου δὲ ἔμπροσθεν τρόπαιον λίθου πεποίηται κατὰ ἀνδρὸς Ἀργείου Λαφάους· τοῦτον γὰρ—γράφω δὲ ὁπόσα λέγουσιν αὐτοὶ περὶ σφῶν Ἀργεῖοι—τυραννοῦντα ἐξέβαλεν ἐπαναστὰς ὁ δῆμος, φυγόντα δὲ ἐς Σπάρτην Λακεδαιμόνιοι κατάγειν ἐπειρῶντο ἐπὶ τυραννίδι, νικήσαντες δὲ οἱ Ἀργεῖοι τῇ μάχῃ Λαφάην τε καὶ τῶν Λακεδαιμονίων τοὺς πολλοὺς ἀπέκτειναν.
在坟墓的前面,建有一座用石头制成的战胜阿尔戈斯人拉法埃斯的纪念碑;因为当他作为僭主统治时,起义的民众将他驱逐——我在此写下的是阿尔戈斯人自己关于他们自己的说法——而当他逃往斯巴达时,拉凯戴蒙人企图帮他恢复僭主统治,但阿尔戈斯人在战斗中获胜,杀死了拉法埃斯以及大部分拉凯戴蒙人。
τὸ δὲ ἱερὸν τῆς Λητοῦς ἔστι μὲν οὐ μακρὰν τοῦ τροπαίου, τέχνη δὲ τὸ ἄγαλμα Πραξιτέλους.
勒托的神殿离纪念碑不远,其神像是普拉克西特列斯的作品。
§2.21.9τὴν δὲ εἰκόνα παρὰ τῇ θεῷ τῆς παρθένου Χλῶριν ὀνομάζουσι, Νιόβης μὲν θυγατέρα εἶναι λέγοντες, Μελίβοιαν δὲ καλεῖσθαι τὸ ἐξ ἀρχῆς· ἀπολλυμένων δὲ ὑπὸ Ἀρτέμιδος καὶ Ἀπόλλωνος τῶν Ἀμφίονος παίδων περιγενέσθαι μόνην τῶν ἀδελφῶν ταύτην καὶ Ἀμύκλαν, περιγενέσθαι δὲ εὐξαμένους τῇ Λητοῖ.
在女神身旁的少女雕像,他们称之为克洛里斯,说她是尼俄伯的女儿,最初名叫美里波亚;当阿姆菲翁的孩子们被阿耳忒弥斯和阿波罗消灭时,在兄弟姐妹中只有她和阿米克拉斯幸存下来,而他们是因为向勒托祈祷才得以幸存。
Μελίβοιαν δὲ οὕτω δή τι παραυτίκα τε χλωρὰν τὸ δεῖμα ἐποίησε καὶ ἐς τὸ λοιπὸν τοῦ βίου παρέμεινεν ὡς καὶ τὸ ὄνομα ἐπὶ τῷ συμβάντι ἀντὶ Μελιβοίας αὐτῇ γενέσθαι Χλῶριν.
而那场恐怖在当时使美里波亚变得如此苍白,并持续了她的余生,以至于由于这一遭遇,她的名字变成了克洛里斯,以代替美里波亚。
§2.21.10τούτους δή φασιν Ἀργεῖοι τὸ ἐξ ἀρχῆς οἰκοδομῆσαι τῇ Λητοῖ τὸν ναόν· ἐγὼ δὲ—πρόσκειμαι γὰρ πλέον τι ἢ οἱ λοιποὶ τῇ Ὁμήρου ποιήσει—δοκῶ τῇ Νιόβῃ τῶν παίδων μηδένα ὑπόλοιπον γενέσθαι.
阿尔戈斯人说正是这两个人最初为勒托建造了神殿;但我——因为我比其他人更推崇荷马的诗作——认为尼俄伯的孩子中没有一个幸存下来。
μαρτυρεῖ δέ μοι τὸ ἔπος
"
τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
这首诗为我作证: "他们虽然只有两位,却将他们全部消灭。
"
οὗτος μὲν δὴ τὸν οἶκον τὸν Ἀμφίονος ἐκ βάθρων ἀνατραπέντα οἶδε·
"这位诗人确实知道阿姆菲翁的家族从根基上被颠覆了;