§2.20.6τῶν δὲ ἀνδριάντων οὐ πόρρω δείκνυται Δαναοῦ μνῆμα καὶ Ἀργείων τάφος κενὸς ὁπόσους ἔν τε Ἰλίῳ καὶ ὀπίσω κομιζομένους ἐπέλαβεν ἡ τελευτή.
それらの像から遠くないところに、ダナオスの墓と、トロイアにおいて、あるいは帰還の途上で死に見舞われたアルゴス人たちの空墓が示されている。
καὶ Διός ἐστιν ἐνταῦθα ἱερὸν Σωτῆρος καὶ παριοῦσίν ἐστιν οἴκημα·
またそこには救済者ゼウスの神殿があり、通り過ぎる者たちには一つの建物がある。
ἐνταῦθα τὸν Ἄδωνιν αἱ γυναῖκες Ἀργείων ὀδύρονται.
その建物の中で、アルゴス人の女たちがアドニスを哀悼している。
ἐν δεξιᾷ δὲ τῆς ἐσόδου τῷ Κηφισῷ πεποίηται τὸ ἱερόν·
入り口の右手にはケフィソスのために神殿が作られている。
τῷ δὲ ποταμῷ τούτῳ τὸ ὕδωρ φασὶν οὐ καθάπαξ ὑπὸ τοῦ Ποσειδῶνος ἀφανισθῆναι, ἀλλὰ ἐνταῦθα δὴ μάλιστα, ἔνθα καὶ τὸ ἱερόν ἐστι, συνιᾶσιν ὑπὸ γῆν ῥέοντος.
この川について、その水はポセイドンによって完全に消し去られたわけではなく、まさにこの神殿がある場所において、彼らはそれが地下を流れているのを感じ取るのだと人々は言っている。
§2.20.7παρὰ δὲ τὸ ἱερὸν τοῦ Κηφισοῦ Μεδούσης λίθου πεποιημένη κεφαλή·
ケフィソスの神殿の傍らには、石で作られたメドゥーサの頭部がある。
Κυκλώπων φασὶν εἶναι καὶ τοῦτο ἔργον.
彼らは、これもまたキュクロプスたちの作品であると言っている。
τὸ δὲ χωρίον τὸ ὄπισθεν καὶ ἐς τόδε Κριτήριον ὀνομάζουσιν, Ὑπερμήστραν ἐνταῦθα ὑπὸ Δαναοῦ κριθῆναι λέγοντες.
その背後の場所を、彼らは今日に至るまで「クリテリオン」と呼んでおり、これはハイペルムネストラがここでダナオスによって裁判にかけられたと彼らが言っているためである。
τούτου δέ ἐστιν οὐ πόρρω θέατρον·
これの遠くないところに劇場がある。
ἐν δὲ αὐτῷ καὶ ἄλλα θέας ἄξια καὶ ἀνὴρ φονεύων ἐστὶν ἄνδρα, Ὀθρυάδαν τὸν Σπαρτιάτην Περίλαος Ἀργεῖος ὁ Ἀλκήνορος·
その中には他の見応えのあるものに加えて、一人の男がもう一人の男を殺害している像があり、それはアルケノルの子であるアルゴス人ペリラオスが、スパルタ人オトリュアダスを殺害しているところである。
Περιλάῳ δὲ τούτῳ καὶ πρότερον ἔτι ὑπῆρχε Νεμείων ἀνῃρῆσθαι νίκην παλαίοντι.
このペリラオスには、これより以前にレスリングの選手としてネメアの競技会で勝利を収めたことがあった。
§2.20.8ὑπὲρ δὲ τὸ θέατρον Ἀφροδίτης ἐστὶν ἱερόν, ἔμπροσθεν δὲ τοῦ ἕδους Τελέσιλλα ἡ ποιήσασα τὰ ᾄσματα ἐπείργασται στήλῃ·
劇場の高いところにはアプロディテの神殿があり、その神像の前には、歌を作ったテレシラが石碑に刻まれている。
καὶ βιβλία μὲν ἐκεῖνα ἔρριπταί οἱ πρὸς τοῖς ποσίν, αὐτὴ δὲ ἐς κράνος ὁρᾷ κατέχουσα τῇ χειρὶ καὶ ἐπιτίθεσθαι τῇ κεφαλῇ μέλλουσα.
彼女の足元にはそれらの書物が投げ出されており、彼女自身は手に兜を抱え、それを頭に被ろうと兜を見つめている。
ἦν δὲ ἡ Τελέσιλλα καὶ ἄλλως ἐν ταῖς γυναιξὶν εὐδόκιμος καὶ μᾶλλον ἐτιμᾶτο ἔτι ἐπὶ τῇ ποιήσει.
テレシラは他の点でも女たちの間で定評があり、その詩作のためにさらにいっそう重んじられていた。
συμβάντος δὲ Ἀργείοις ἀτυχῆσαι λόγου μειζόνως πρὸς Κλεομένην τὸν Ἀναξανδρίδου καὶ Λακεδαιμονίους, καὶ τῶν μὲν ἐν αὐτῇ πεπτωκότων τῇ μάχῃ, ὅσοι δὲ ἐς τὸ ἄλσος τοῦ Ἄργου κατέφευγον διαφθαρέντων καὶ τούτων, τὰ μὲν πρῶτα ἐξιόντων κατὰ ὁμολογίαν, ὡς δὲ ἔγνωσαν ἀπατώμενοι συγκατακαυθέντων τῷ ἄλσει τῶν λοιπῶν, οὕτω τοὺς Λακεδαιμονίους Κλεομένης ἦγεν ἐπὶ ἔρημον ἀνδρῶν τὸ Ἄργος.
しかし、アルゴス人たちがアナクサンドリダスの子クレオメネスとラケダイモン人たちに対して言葉に尽くせないほどの不運に見舞われ、ある者たちはその戦闘自体で倒れ、アルゴスの聖林に逃げ込んだ者たちも、最初は合意に基づいて出て行ったものの、騙されていると知るや、残りの者たちは聖林とともに焼き殺されてこれも全滅したため、このようにしてクレオメネスはラケダイモン人たちを率いて、男のいなくなったアルゴスへと進軍した。
§2.20.9Τελέσιλλα δὲ οἰκέτας μὲν καὶ ὅσοι διὰ νεότητα ἢ γῆρας ὅπλα ἀδύνατοι φέρειν ἦσαν, τούτους μὲν πάντας ἀνεβίβασεν ἐπὶ τὸ τεῖχος, αὐτὴ δὲ ὁπόσα ἐν ταῖς οἰκίαις ὑπελείπετο καὶ τὰ ἐκ τῶν ἱερῶν ὅπλα ἀθροίσασα τὰς ἀκμαζούσας ἡλικίᾳ τῶν γυναικῶν ὥπλιζεν, ὁπλίσασα δὲ ἔτασσε κατὰ τοῦτο ᾗ τοὺς πολεμίους προσιόντας ἠπίστατο.
そこでテレシラは、奴隷たちや、若さや老齢のために武器を運ぶことができない者たちを全員城壁の上に登らせ、彼女自身は家々に残されていたものや神殿の武器を集めて、年齢の盛りにあった女たちを武装させ、彼女たちを武装させると、敵が近づいてくるのが分かっているまさにその場所に配置した。
ὡς δὲ ἐγγὺς ἐγίνοντο οἱ Λακεδαιμόνιοι καὶ αἱ γυναῖκες οὔτε τῷ ἀλαλαγμῷ κατεπλάγησαν δεξάμεναί τε ἐμάχοντο ἐρρωμένως, ἐνταῦθα οἱ Λακεδαιμόνιοι, φρονήσαντες ὡς καὶ διαφθείρασί σφισι τὰς γυναῖκας ἐπιφθόνως τὸ κατόρθωμα ἕξει καὶ σφαλεῖσι μετὰ ὀνειδῶν γενήσοιτο ἡ συμφορά, ὑπείκουσι ταῖς γυναιξί.
ラケダイモン人たちが近づき、女たちが彼らの時の声に怯むことなく、攻撃を受け止めて精力的に戦うと、ここでラケダイモン人たちは、女たちを皆殺しにしたところでその成功は非難を買うだけであり、敗北した場合にはその災難は不名誉を伴うことになるだろうと考え、女たちに屈した。
§2.20.10πρότερον δὲ ἔτι τὸν ἀγῶνα τοῦτον προεσήμηνεν ἡ Πυθία, καὶ τὸ λόγιον εἴτε ἄλλως εἴτε καὶ ὡς συνεὶς ἐδήλωσεν Ἡρόδοτος·
これよりさらに以前に、ピュティアはこの戦いをあらかじめ示しており、ヘロドトスはその神託を、別の意味でであれ、あるいはそれを理解した上でであれ、次のように明らかにした。
"
ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
「しかし、雌が雄を打ち負かして追い払い、アルゴス人たちの間で栄光を勝ち取るとき、彼女は多くのアルゴスの女たちの両頬を涙で掻きむしらせるであろう。
"
τὰ μὲν ἐς τὸ ἔργον τῶν γυναικῶν ἔχοντα τοῦ χρησμοῦ ταῦτα ἦν·
」神託のうち女たちの事績に関するものは、以上の通りであった。