§2.20.1παρέντι δὲ Κρεύγα τε εἰκόνα ἀνδρὸς πύκτου καὶ τρόπαιον ἐπὶ Κορινθίοις ἀνασταθέν, ἄγαλμά ἐστι καθήμενον Διὸς Μειλιχίου, λίθου λευκοῦ, Πολυκλείτου δὲ ἔργον.
拳闘士クレウガスの像とコリントス人に対する勝利のために建てられた戦勝記念碑を通り過ぎると、白い大理石でできたメイリキオス・ゼウスの座像があり、これはポリクレイトスの作品である。
ποιηθῆναι δὲ ἐπυνθανόμην αὐτὸ ἐπʼ αἰτίᾳ τοιαύτῃ.
これが作られたのは、以下のような理由からであると私は聞いた。
Λακεδαιμονίοις πολεμεῖν πρὸς Ἀργείους ἀρξαμένοις οὐδεμία ἦν ἔτι ἀπαλλαγή, πρὶν ἢ Φίλιππος σφᾶς ἠνάγκασεν ὁ Ἀμύντου μένειν ἐπὶ τοῖς καθεστηκόσιν ἐξ ἀρχῆς ὅροις τῆς χώρας.
ラケダイモン人たちがアルゴス人たちに対して戦争を始めて以来、アミュンタスの子フィリッポスが、彼らに当初から定められていた領土の境界にとどまるよう強制するまでは、もはや戦争の終息は全くなかった。
τὸν δὲ ἔμπροσθεν χρόνον οἱ Λακεδαιμόνιοι μηδὲν ἔξω Πελοποννήσου περιεργαζόμενοι τῆς Ἀργείας ἀεί τι ἀπετέμνοντο, ἢ οἱ Ἀργεῖοι τετραμμένων πρὸς πόλεμον ἐκείνων ὑπερόριον ἐν τῷ τοιούτῳ καὶ αὐτοί σφισιν ἐνέκειντο.
それ以前の時代には、ラケダイモン人たちはペロポネソスの外では何も活動せずにアルゴスの領地を常に切り取っていたか、あるいは彼らが国外での戦争に専念しているときには、そのような状況においてアルゴス人自身も彼らに襲いかかっていたのである。
§2.20.2προηγμένου δὲ ἀμφοτέροις ἐς ἄκρον τοῦ μίσους ἔδοξεν Ἀργείοις λογάδας τρέφειν χιλίους·
双方の憎しみが極限に達したとき、アルゴス人たちは1000人の精鋭を常設することを決定した。
ἡγεμὼν δὲ ἐτέτακτο ἐπʼ αὐτοῖς Βρύας Ἀργεῖος, ὃς ἄλλα τε ἐς ἄνδρας ὕβρισε τοῦ δήμου καὶ παρθένον κομιζομένην παρὰ τὸν νυμφίον ᾔσχυνεν ἀφελόμενος τοὺς ἄγοντας.
彼らの上にはアルゴス人ブリュアスが指揮官として配属されていたが、彼は民衆の男たちに対して他の様々な暴挙を働いただけでなく、花婿のもとへと連れて行かれる途中の処女を、連れていた者たちから奪い取って陵辱した。
ἐπιλαβούσης δὲ τῆς νυκτὸς τυφλοῖ τὸν Βρύαντα ἡ παῖς φυλάξασα ὑπνωμένον·
夜が訪れると、その少女は彼が眠るのを待ち構えて、ブリュアスの目を潰した。
φωραθεῖσα δὲ ὡς ἐπέσχεν ἡμέρα, κατέφυγεν ἱκέτις ἐς τὸν δῆμον.
朝になり、犯行が発覚すると、彼女は懇願者として民衆のもとへと逃げ込んだ。
οὐ προεμένων δὲ αὐτὴν τιμωρήσασθαι τοῖς χιλίοις καὶ ἀπὸ τούτου προαχθέντων ἐς μάχην ἀμφοτέρων, κρατοῦσιν οἱ τοῦ δήμου, κρατήσαντες δὲ οὐδένα ὑπὸ τοῦ θυμοῦ τῶν ἐναντίων ἔλιπον.
民衆が、復讐するために彼女を1000人の精鋭たちに引き渡さず、このことから双方が戦闘に至ったため、民衆側が勝利を収めた。 そして勝利を収めると、怒りのあまり、敵対する者のうち誰一人として生かしておかなかった。
ὕστερον δὲ ἄλλα τε ἐπηγάγοντο καθάρσια ὡς ἐπὶ αἵματι ἐμφυλίῳ καὶ ἄγαλμα ἀνέθηκαν Μειλιχίου Διός.
その後、彼らは同族の血を流したことに対する他の清めの儀式を行い、メイリキオス・ゼウスの像を奉納した。
§2.20.3πλησίον δέ εἰσιν ἐπειργασμένοι λίθῳ Κλέοβις καὶ Βίτων αὐτοί τε ἕλκοντες τὴν ἅμαξαν καὶ ἐπʼ αὐτῇ ἄγοντες τὴν μητέρα ἐς τὸ Ἡραῖον.
その近くには、石に刻まれたクレオビスとビトンがおり、彼ら自身が車を引いて、その車に母親を乗せてヘラ神殿へと運んでいる。
τούτων δὲ ἀπαντικρὺ Νεμείου Διός ἐστιν ἱερόν, ἄγαλμα ὀρθὸν χαλκοῦν, τέχνη Λυσίππου.
これらの向かいにはネメアのゼウスの神殿があり、青銅の立像があって、それはリュシッポスの作である。
μετὰ δὲ αὐτὸ προελθοῦσιν ἐν δεξιᾷ Φορωνέως τάφος ἐστίν·
この先へと進むと、右手にポロネウスの墓がある。
ἐναγίζουσι δὲ καὶ ἐς ἡμᾶς ἔτι τῷ Φορωνεῖ.
彼らは私たちの時代になっても、依然としてポロネウスに死者供養を行っている。
πέραν δὲ τοῦ Νεμείου Διὸς Τύχης ἐστὶν ἐκ παλαιοτάτου ναός, εἰ δὴ Παλαμήδης κύβους εὑρὼν ἀνέθηκεν ἐς τοῦτον τὸν ναόν.
ネメアのゼウスの神殿の向こう側には、極めて古い時代からのテュケの神殿があり、もし本当にパラメデスが賽を発明してこの神殿に奉納したというのであれば、それはここである。
§2.20.4τὸ δὲ μνῆμα τὸ πλησίον Χορείας μαινάδος ὀνομάζουσι, Διονύσῳ λέγοντες καὶ ἄλλας γυναῖκας καὶ ταύτην ἐς Ἄργος συστρατεύσασθαι, Περσέα δέ, ὡς ἐκράτει τῆς μάχης, φονεῦσαι τῶν γυναικῶν τὰς πολλάς·
その近くの墓を彼らはマイナスのコレイアの墓と呼んでおり、彼女を含む他の女たちもディオニュソスとともにアルゴスへの遠征に従軍したのだと言っている。 そして、ペルセウスが戦いに勝利したとき、それらの女たちの多くを殺害したのだと。
τὰς μὲν οὖν λοιπὰς θάπτουσιν ἐν κοινῷ, ταύτῃ δὲ—ἀξιώματι γὰρ δὴ προεῖχεν—ἰδίᾳ τὸ μνῆμα ἐποίησαν.
それで、残りの女たちは共同墓地に葬ったが、彼女については、地位において抜きん出ていたので、個別に墓を作ったのである。
§2.20.5ἀπωτέρω δὲ ὀλίγον Ὡρῶν ἱερόν ἐστιν.
少し離れたところにホライの神殿がある。
ἐπανιόντι δὲ ἐκεῖθεν ἀνδριάντες ἑστήκασι Πολυνείκους τοῦ Οἰδίποδος καὶ ὅσοι σὺν ἐκείνῳ τῶν ἐν τέλει πρὸς τὸ τεῖχος μαχόμενοι τὸ Θηβαίων ἐτελεύτησαν.
そこから戻ると、オイディポスの子ポリュネイケスの像と、彼とともに指導者のうちテーバイの城壁に向かって戦って死んだすべての者たちの像が立っている。
τούτους τοὺς ἄνδρας ἐς μόνων ἑπτὰ ἀριθμὸν κατήγαγεν Αἰσχύλος, πλειόνων ἔκ τε Ἄργους ἡγεμόνων καὶ Μεσσήνης καί τινων καὶ Ἀρκάδων στρατευσαμένων.
これらの男たちを、アイスキュロスはわずか7人という数に制限したが、実際にはアルゴスやメッセネ、また一部のアカルディアからもより多くの指導者たちが遠征に参加していた。
τούτων δὲ τῶν ἑπτὰ—ἐπηκολουθήκασι γὰρ καὶ Ἀργεῖοι τῇ Αἰσχύλου ποιήσει—πλησίον κεῖνται καὶ οἱ τὰς Θήβας ἑλόντες Αἰγιαλεὺς Ἀδράστου καὶ Πρόμαχος ὁ Παρθενοπαίου τοῦ Ταλαοῦ καὶ Πολύδωρος Ἱππομέδοντος καὶ Θέρσανδρος καὶ οἱ Ἀμφιαράου παῖδες, Ἀλκμαίων τε καὶ Ἀμφίλοχος, Διομήδης τε καὶ Σθένελος·
これらの7人の近くに(なぜならアルゴス人たちもアイスキュロスの詩に従ったからである)、テーバイを奪取した者たち、すなわちアドラストスの子アイギアレウス、タラオスの子パルテノパイオスの子プロマコス、ヒッポメドンの子ポリュドロス、テルサンドロス、アムピアラオスの子らであるアルクマイオンとアムピロコス、ディオメデス、ステネラスの像も置かれている。
παρῆν δὲ ἔτι καὶ ἐπὶ τούτων Εὐρύαλος Μηκιστέως καὶ Πολυνείκους Ἄδραστος καὶ Τιμέας.
そして、これらの者たちに加えて、さらにメキステウスの子エウリュアロス、ポリュネイケスの子アドラストス、そしてティメアスも加わっていた。