§2.20.6τῶν δὲ ἀνδριάντων οὐ πόρρω δείκνυται Δαναοῦ μνῆμα καὶ Ἀργείων τάφος κενὸς ὁπόσους ἔν τε Ἰλίῳ καὶ ὀπίσω κομιζομένους ἐπέλαβεν ἡ τελευτή.
离这些雕像不远处,展示着达那俄斯的坟墓,以及在伊利翁或在归途中被死亡夺去生命之阿尔戈斯人的空墓。
καὶ Διός ἐστιν ἐνταῦθα ἱερὸν Σωτῆρος καὶ παριοῦσίν ἐστιν οἴκημα· ἐνταῦθα τὸν Ἄδωνιν αἱ γυναῖκες Ἀργείων ὀδύρονται.
这里还有一座救主宙斯的神殿,在路过的人旁边有一座房屋;在里面,阿尔戈斯人的妇女们哀悼阿多尼斯。
ἐν δεξιᾷ δὲ τῆς ἐσόδου τῷ Κηφισῷ πεποίηται τὸ ἱερόν· τῷ δὲ ποταμῷ τούτῳ τὸ ὕδωρ φασὶν οὐ καθάπαξ ὑπὸ τοῦ Ποσειδῶνος ἀφανισθῆναι, ἀλλὰ ἐνταῦθα δὴ μάλιστα, ἔνθα καὶ τὸ ἱερόν ἐστι, συνιᾶσιν ὑπὸ γῆν ῥέοντος.
在入口的右侧,建有献给凯菲索斯的神殿;人们说这条河的水并未被波塞冬彻底消灭,而是在这里,也就是神殿所在地,他们能感知到它在地下流淌。
§2.20.7παρὰ δὲ τὸ ἱερὸν τοῦ Κηφισοῦ Μεδούσης λίθου πεποιημένη κεφαλή· Κυκλώπων φασὶν εἶναι καὶ τοῦτο ἔργον.
在凯菲索斯神殿的旁边,有一个用石头雕刻的美杜莎头像;他们说这同样也是库克罗普斯的作品。
τὸ δὲ χωρίον τὸ ὄπισθεν καὶ ἐς τόδε Κριτήριον ὀνομάζουσιν, Ὑπερμήστραν ἐνταῦθα ὑπὸ Δαναοῦ κριθῆναι λέγοντες.
其背后的地方,他们直到今天仍称之为“克里特里翁”,因为他们说许珀耳涅斯特拉曾在这里被达那俄斯审判。
τούτου δέ ἐστιν οὐ πόρρω θέατρον· ἐν δὲ αὐτῷ καὶ ἄλλα θέας ἄξια καὶ ἀνὴρ φονεύων ἐστὶν ἄνδρα, Ὀθρυάδαν τὸν Σπαρτιάτην Περίλαος Ἀργεῖος ὁ Ἀλκήνορος·
离这里不远处是一个剧场;在里面,除了其他值得一看的事物外,还有一尊表现一男子杀害另一男子的雕像,即阿尔克诺尔之子阿尔戈斯人佩里劳斯杀害斯巴达人奥特律阿达斯。
Περιλάῳ δὲ τούτῳ καὶ πρότερον ἔτι ὑπῆρχε Νεμείων ἀνῃρῆσθαι νίκην παλαίοντι.
对这位佩里劳斯来说,甚至在更早之前,他就曾作为摔跤选手在内墨亚竞技会中赢得过胜利。
§2.20.8ὑπὲρ δὲ τὸ θέατρον Ἀφροδίτης ἐστὶν ἱερόν, ἔμπροσθεν δὲ τοῦ ἕδους Τελέσιλλα ἡ ποιήσασα τὰ ᾄσματα ἐπείργασται στήλῃ· καὶ βιβλία μὲν ἐκεῖνα ἔρριπταί οἱ πρὸς τοῖς ποσίν, αὐτὴ δὲ ἐς κράνος ὁρᾷ κατέχουσα τῇ χειρὶ καὶ ἐπιτίθεσθαι τῇ κεφαλῇ μέλλουσα.
剧场上方是阿佛洛狄忒的神殿,在神像前,创作了诗歌的特蕾西拉被刻在石碑上;她的那些书卷被扔在她的脚下,而她自己手里拿着一顶头盔,正注视着它,准备戴在头上。
ἦν δὲ ἡ Τελέσιλλα καὶ ἄλλως ἐν ταῖς γυναιξὶν εὐδόκιμος καὶ μᾶλλον ἐτιμᾶτο ἔτι ἐπὶ τῇ ποιήσει.
特蕾西拉在妇女中本来就极有声誉,因其诗作更是受到人们的尊崇。
συμβάντος δὲ Ἀργείοις ἀτυχῆσαι λόγου μειζόνως πρὸς Κλεομένην τὸν Ἀναξανδρίδου καὶ Λακεδαιμονίους, καὶ τῶν μὲν ἐν αὐτῇ πεπτωκότων τῇ μάχῃ, ὅσοι δὲ ἐς τὸ ἄλσος τοῦ Ἄργου κατέφευγον διαφθαρέντων καὶ τούτων, τὰ μὲν πρῶτα ἐξιόντων κατὰ ὁμολογίαν, ὡς δὲ ἔγνωσαν ἀπατώμενοι συγκατακαυθέντων τῷ ἄλσει τῶν λοιπῶν, οὕτω τοὺς Λακεδαιμονίους Κλεομένης ἦγεν ἐπὶ ἔρημον ἀνδρῶν τὸ Ἄργος.
然而,当阿尔戈斯人因面对阿那克桑德里达斯之子克莱奥梅内斯和拉凯戴蒙人而遭遇了无法用语言形容的灾难——有些人战死在沙场,而逃往阿尔戈斯圣林的人也遭到了毁灭,这些人起初是根据协定出来的,但当他们发现受骗时,其余的人随圣林一同被烧死——因此,克莱奥梅内斯率领拉凯戴蒙人直逼已经没有男人的阿尔戈斯城。
§2.20.9Τελέσιλλα δὲ οἰκέτας μὲν καὶ ὅσοι διὰ νεότητα ἢ γῆρας ὅπλα ἀδύνατοι φέρειν ἦσαν, τούτους μὲν πάντας ἀνεβίβασεν ἐπὶ τὸ τεῖχος, αὐτὴ δὲ ὁπόσα ἐν ταῖς οἰκίαις ὑπελείπετο καὶ τὰ ἐκ τῶν ἱερῶν ὅπλα ἀθροίσασα τὰς ἀκμαζούσας ἡλικίᾳ τῶν γυναικῶν ὥπλιζεν, ὁπλίσασα δὲ ἔτασσε κατὰ τοῦτο ᾗ τοὺς πολεμίους προσιόντας ἠπίστατο.
特蕾西拉将奴隶以及因年轻或年老而无法拿武器的人全部送上城墙,而她自己则收集了房屋中留下的和神殿里的武器,将年龄正值壮年的妇女武装起来,并在武装后将她们部署在她明知敌人会逼近的地方。
ὡς δὲ ἐγγὺς ἐγίνοντο οἱ Λακεδαιμόνιοι καὶ αἱ γυναῖκες οὔτε τῷ ἀλαλαγμῷ κατεπλάγησαν δεξάμεναί τε ἐμάχοντο ἐρρωμένως, ἐνταῦθα οἱ Λακεδαιμόνιοι, φρονήσαντες ὡς καὶ διαφθείρασί σφισι τὰς γυναῖκας ἐπιφθόνως τὸ κατόρθωμα ἕξει καὶ σφαλεῖσι μετὰ ὀνειδῶν γενήσοιτο ἡ συμφορά, ὑπείκουσι ταῖς γυναιξί.
当拉凯戴蒙人逼近,而妇女们不仅没有被他们的战吼吓倒,反而迎面痛击,奋勇战斗。 此时拉凯戴蒙人考虑到,如果他们消灭了这些妇女,即便成功也只会招致嫉恨,而一旦失败,这场灾难更将带来耻辱,于是他们便向妇女们让步。
§2.20.10πρότερον δὲ ἔτι τὸν ἀγῶνα τοῦτον προεσήμηνεν ἡ Πυθία, καὶ τὸ λόγιον εἴτε ἄλλως εἴτε καὶ ὡς συνεὶς ἐδήλωσεν Ἡρόδοτος· "
ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
甚至在此之前,皮提亚就已经预示了这场战斗,赫罗多德也指明了这句神谕,无论是作其他解释,还是因为他理解了它: “但当雌性战胜了雄性,将其驱逐,并在阿尔戈斯人中赢得荣耀时,她将使许多阿尔戈斯的妇女双手抓破双颊。
"
τὰ μὲν ἐς τὸ ἔργον τῶν γυναικῶν ἔχοντα τοῦ χρησμοῦ ταῦτα ἦν·
” 神谕中有关妇女事迹的内容就是这些。