Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.20.1-2.20.5

梅里基奥斯·宙斯像与远征底比斯的七将雕像

第 75 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯阐述了梅里基奥斯·宙斯像的建立背景、千人精兵队的兴衰、克莱奥比斯与毕同的石雕、福罗纽斯的墓葬,以及远征底比斯的七将和后代(后生辈)的雕像群。

§2.20.1παρέντι δὲ Κρεύγα τε εἰκόνα ἀνδρὸς πύκτου καὶ τρόπαιον ἐπὶ Κορινθίοις ἀνασταθέν, ἄγαλμά ἐστι καθήμενον Διὸς Μειλιχίου, λίθου λευκοῦ, Πολυκλείτου δὲ ἔργον.
如果有人走过拳击手克雷乌加斯的雕像以及为战胜科林斯人而树立的战胜纪念碑,便会看到一座用白大理石雕刻的梅里基奥斯·宙斯坐像,这是波利克莱托斯的作品。
ποιηθῆναι δὲ ἐπυνθανόμην αὐτὸ ἐπʼ αἰτίᾳ τοιαύτῃ.
我听闻它是因为以下的原因而制作的。
Λακεδαιμονίοις πολεμεῖν πρὸς Ἀργείους ἀρξαμένοις οὐδεμία ἦν ἔτι ἀπαλλαγή, πρὶν ἢ Φίλιππος σφᾶς ἠνάγκασεν ὁ Ἀμύντου μένειν ἐπὶ τοῖς καθεστηκόσιν ἐξ ἀρχῆς ὅροις τῆς χώρας.
自拉凯戴蒙人开始对阿尔戈斯人发动战争以来,便一直没有停战,直到阿米恩塔斯之子腓力强迫他们留在最初确立的领土边界之内。
τὸν δὲ ἔμπροσθεν χρόνον οἱ Λακεδαιμόνιοι μηδὲν ἔξω Πελοποννήσου περιεργαζόμενοι τῆς Ἀργείας ἀεί τι ἀπετέμνοντο, ἢ οἱ Ἀργεῖοι τετραμμένων πρὸς πόλεμον ἐκείνων ὑπερόριον ἐν τῷ τοιούτῳ καὶ αὐτοί σφισιν ἐνέκειντο.
在此之前,拉凯戴蒙人在伯罗奔尼撒半岛以外并无任何活动,却总是侵占阿尔戈斯的部分领土;或者当他们专注于国外的战争时,阿尔戈斯人自己也会在那种情况下袭击他们。
§2.20.2προηγμένου δὲ ἀμφοτέροις ἐς ἄκρον τοῦ μίσους ἔδοξεν Ἀργείοις λογάδας τρέφειν χιλίους·
当双方的仇恨达到顶点时,阿尔戈斯人决定维持一千名精兵。
ἡγεμὼν δὲ ἐτέτακτο ἐπʼ αὐτοῖς Βρύας Ἀργεῖος, ὃς ἄλλα τε ἐς ἄνδρας ὕβρισε τοῦ δήμου καὶ παρθένον κομιζομένην παρὰ τὸν νυμφίον ᾔσχυνεν ἀφελόμενος τοὺς ἄγοντας.
在他们之上,阿尔戈斯人布里亚斯被任命为指挥官,他除了对平民男子犯下各种暴行外,还强行从送亲者手中抢走并蹂躏了一位正被送往新郎处的少女。
ἐπιλαβούσης δὲ τῆς νυκτὸς τυφλοῖ τὸν Βρύαντα ἡ παῖς φυλάξασα ὑπνωμένον·
当夜幕降临时,少女乘着布里亚斯入睡,刺瞎了他的眼睛。
φωραθεῖσα δὲ ὡς ἐπέσχεν ἡμέρα, κατέφυγεν ἱκέτις ἐς τὸν δῆμον.
天亮后,她的行为败露,便作为求庇护者逃往平民那里。
οὐ προεμένων δὲ αὐτὴν τιμωρήσασθαι τοῖς χιλίοις καὶ ἀπὸ τούτου προαχθέντων ἐς μάχην ἀμφοτέρων, κρατοῦσιν οἱ τοῦ δήμου, κρατήσαντες δὲ οὐδένα ὑπὸ τοῦ θυμοῦ τῶν ἐναντίων ἔλιπον.
由于平民没有将她交给那一千人去惩罚,双方因此爆发了战斗,平民派获得了胜利;在获胜后,由于愤怒,他们没有让任何对手存活。
ὕστερον δὲ ἄλλα τε ἐπηγάγοντο καθάρσια ὡς ἐπὶ αἵματι ἐμφυλίῳ καὶ ἄγαλμα ἀνέθηκαν Μειλιχίου Διός.
后来,他们又因流了同胞之血而进行了其他净化仪式,并奉纳了梅里基奥斯·宙斯的神像。
§2.20.3πλησίον δέ εἰσιν ἐπειργασμένοι λίθῳ Κλέοβις καὶ Βίτων αὐτοί τε ἕλκοντες τὴν ἅμαξαν καὶ ἐπʼ αὐτῇ ἄγοντες τὴν μητέρα ἐς τὸ Ἡραῖον.
在附近有石刻的克莱奥比斯与毕同,他们自己拉着马车,载着母亲前往赫拉神殿。
τούτων δὲ ἀπαντικρὺ Νεμείου Διός ἐστιν ἱερόν, ἄγαλμα ὀρθὸν χαλκοῦν, τέχνη Λυσίππου.
在这些的对面是内墨亚·宙斯的神殿,有一尊青铜立像,是吕西波斯的手艺。
μετὰ δὲ αὐτὸ προελθοῦσιν ἐν δεξιᾷ Φορωνέως τάφος ἐστίν· ἐναγίζουσι δὲ καὶ ἐς ἡμᾶς ἔτι τῷ Φορωνεῖ.
从这里继续向前走,右侧是福罗纽斯的坟墓;即使在我们的时代,他们仍依然向福罗纽斯献祭。
πέραν δὲ τοῦ Νεμείου Διὸς Τύχης ἐστὶν ἐκ παλαιοτάτου ναός, εἰ δὴ Παλαμήδης κύβους εὑρὼν ἀνέθηκεν ἐς τοῦτον τὸν ναόν.
在内墨亚·宙斯神殿的对面,是自古以来的命运女神神殿,如果确实是帕拉墨得斯发明了骰子并将其奉纳在这座神殿中的话。
§2.20.4τὸ δὲ μνῆμα τὸ πλησίον Χορείας μαινάδος ὀνομάζουσι, Διονύσῳ λέγοντες καὶ ἄλλας γυναῖκας καὶ ταύτην ἐς Ἄργος συστρατεύσασθαι, Περσέα δέ, ὡς ἐκράτει τῆς μάχης, φονεῦσαι τῶν γυναικῶν τὰς πολλάς· τὰς μὲν οὖν λοιπὰς θάπτουσιν ἐν κοινῷ, ταύτῃ δὲ—ἀξιώματι γὰρ δὴ προεῖχεν—ἰδίᾳ τὸ μνῆμα ἐποίησαν.
他们将附近的墓称为女信徒科雷亚的墓,说她和其他女子一起随同狄奥尼索斯远征阿尔戈斯,而佩尔塞乌斯在战争中获胜时,杀死了这些女子的多半;因此,其余的人被合葬在一起,而对于她,因为她在声望上出类拔萃,他们便为她单独建造了墓。
§2.20.5ἀπωτέρω δὲ ὀλίγον Ὡρῶν ἱερόν ἐστιν.
稍远一点是时序女神们的神殿。
ἐπανιόντι δὲ ἐκεῖθεν ἀνδριάντες ἑστήκασι Πολυνείκους τοῦ Οἰδίποδος καὶ ὅσοι σὺν ἐκείνῳ τῶν ἐν τέλει πρὸς τὸ τεῖχος μαχόμενοι τὸ Θηβαίων ἐτελεύτησαν.
从那里折返回来的人,会看到奥伊迪波斯之子波吕涅克斯的雕像,以及所有与他一起、在管理事务者中在迎战底比斯城墙时战死的男人们的雕像。
τούτους τοὺς ἄνδρας ἐς μόνων ἑπτὰ ἀριθμὸν κατήγαγεν Αἰσχύλος, πλειόνων ἔκ τε Ἄργους ἡγεμόνων καὶ Μεσσήνης καί τινων καὶ Ἀρκάδων στρατευσαμένων.
这些男人被埃斯库罗斯削减到了仅有七人的数量,而实际上来自阿尔戈斯、麦塞内以及一些阿卡迪亚的更多领袖也参与了远征。
τούτων δὲ τῶν ἑπτὰ—ἐπηκολουθήκασι γὰρ καὶ Ἀργεῖοι τῇ Αἰσχύλου ποιήσει—πλησίον κεῖνται καὶ οἱ τὰς Θήβας ἑλόντες Αἰγιαλεὺς Ἀδράστου καὶ Πρόμαχος ὁ Παρθενοπαίου τοῦ Ταλαοῦ καὶ Πολύδωρος Ἱππομέδοντος καὶ Θέρσανδρος καὶ οἱ Ἀμφιαράου παῖδες, Ἀλκμαίων τε καὶ Ἀμφίλοχος, Διομήδης τε καὶ Σθένελος· παρῆν δὲ ἔτι καὶ ἐπὶ τούτων Εὐρύαλος Μηκιστέως καὶ Πολυνείκους Ἄδραστος καὶ Τιμέας.
在这七人附近——因为阿尔戈斯人也遵循了埃斯库罗斯的诗作——也安放着那些攻陷底比斯的人:阿德拉斯托斯之子艾吉亚莱乌斯、塔拉俄斯之子帕尔特诺帕伊斯之子普罗马科斯、希波墨冬之子波吕多罗斯、帖耳珊德罗斯,以及阿姆菲阿拉俄斯之子阿尔克迈翁与阿姆菲洛科斯、迪奥墨得斯与斯忒涅拉斯。 而在这些人之外,当时还有墨喀斯透斯之子欧律阿洛斯、波吕涅克斯之子阿德拉斯托斯,以及蒂梅阿斯。

词汇与语法注释

  1. §2.20.1παρέντι — 主动分词 `παρίημι`(走过、经过)的单数与格。属于“移动与格”或“关系与格”,在保萨尼亚斯的地理叙述中极为常见,用以指示旅行者的视角:“对于走过……的人来说,这里有……”
  2. §2.20.2λογάδας — 形容词/名词 `λογάς`(精选的、精锐)的阳性复数宾格,作不定式 `τρέφειν`(维持、养活)的宾格主语或直接宾语。指阿尔戈斯城邦所建立的著名的千人精兵常备军。
  3. §2.20.2οὐ προεμένων — 动词 `προΐημι`(交出、遗弃)的不定过去时中间因分词属格复数,带否定词 `οὐ`,与逻辑主语“民众”(指代上文的 `ὁ δῆμος`)构成属格绝对结构,意为“由于平民不愿将她交出”。
  4. §2.20.5ἐπὶ τούτων — 介词 `ἐπί` 接属格。尽管在时间上可以解释为“在这些人的时代”,但在这里最好理解为表示追加或伴随的“在这些人之外(还加上了)”,指在前面列出的后生辈(Epigoni)雕像之外,还有其余人并存。

引用这一段

保萨尼亚斯, 希腊志 §2.20.1-2.20.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.20.1-2.20.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。