Humanitext Reader

パウサニアス · ギリシア案内記 §2.19.1-2.19.8

アルゴス王権の縮小とリュキオス・アポロン神殿

74 / 465 箇所 · ギリシア語

要旨

テメノスの死後にアルゴスで王権が制限されていく過程と、ダナオスによるリュキオス・アポロン神殿の創建の経緯が述べられる。さらに、その神殿内および周辺にある様々な彫像や碑、墓といった奉納物が紹介される。

§2.19.1τὰ μὲν οὖν Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων οὐκ ἤπειγεν ὁ λόγος με ἐνταῦθα δηλῶσαι·
それゆえ、クレスポンテスやアリストデモスの子らのことについては、ここで語ることを私の記述は急がせなかった。
Τήμενος δὲ ἐκ μὲν τοῦ φανεροῦ Δηιφόντῃ τῷ Ἀντιμάχου τοῦ Θρασυάνορος τοῦ Κτησίππου τοῦ Ἡρακλέους στρατηγῷ πρὸς τὰς μάχας ἐχρήσατο ἀντὶ τῶν υἱῶν καὶ σύμβουλον ἐς πάντα εἶχεν, ἅτε αὐτόν τε ἐκεῖνον πεποιημένος πρότερον ἔτι γαμβρὸν καὶ τῶν παίδων ἀρεσκόμενος τῇ Ὑρνηθοῖ μάλιστα, ὑπωπτεύετο δὲ ἤδη καὶ τὴν βασιλείαν ἐς ἐκείνην καὶ Δηιφόντην τρέπειν.
しかしテメノスは、公然と、自分の息子たちの代わりに、ヘラクレスの子クテシッポスの子トラスヤノルの子アンティマコスの子であるデイポンテスを戦闘のための将軍として用い、またあらゆる事において彼を顧問とした。 それは、すでに以前彼自身を婿にしており、また子供たちのうちでヒュルネトを最も気に入っていたためであるが、すでに王権をも彼女とデイポンテスへと移そうとしているのではないかと疑われていた。
ἐπεβουλεύθη δὲ τούτων ἕνεκα ὑπὸ τῶν υἱῶν·
このために、彼は息子たちによって陰謀を企てられた。
ἐκείνων δὲ αὐτῷ Κεῖσος πρεσβύτατος ὢν ἔσχε τὴν ἀρχήν.
そして、彼らのうちで最年長であったケイソスが彼から支配権を手に入れた。
§2.19.2Ἀργεῖοι δέ, ἅτε ἰσηγορίαν καὶ τὸ αὐτόνομον ἀγαπῶντες ἐκ παλαιοτάτου, τὰ τῆς ἐξουσίας τῶν βασιλέων ἐς ἐλάχιστον προήγαγον, ὡς Μήδωνι τῷ Κείσου καὶ τοῖς ἀπογόνοις τὸ ὄνομα λειφθῆναι τῆς βασιλείας μόνον.
アルゴス人たちは、極めて古い時代から発言の平等と自律を愛していたので、王たちの権限を最小限にまで縮小し、その結果、ケイソスの子メドンとその子孫たちには王位の名のみが残されることとなった。
Μέλταν δὲ τὸν Λακήδου δέκατον ἀπόγονον Μήδωνος τὸ παράπαν ἔπαυσεν ἀρχῆς καταγνοὺς ὁ δῆμος.
そして、メドンの十代目の子孫である、ラケデスの子メルタスについては、民衆が彼を弾劾して、支配権から完全に罷免した。
§2.19.3Ἀργείοις δὲ τῶν ἐν τῇ πόλει τὸ ἐπιφανέστατόν ἐστιν Ἀπόλλωνος ἱερὸν Λυκίου.
アルゴス人にとって、市内で最も有名なものはリュキオス・アポロンの神殿である。
τὸ μὲν οὖν ἄγαλμα τὸ ἐφʼ ἡμῶν Ἀττάλου ποίημα ἦν Ἀθηναίου, τὸ δὲ ἐξ ἀρχῆς Δαναοῦ καὶ ὁ ναὸς καὶ τὸ ξόανον ἀνάθημα ἦν·
さて、私たちの時代にある像はアテナイ人アッタロスの作品であったが、本来の神殿と木像はダナオスの奉納物であった。
ξόανα γὰρ δὴ τότε εἶναι πείθομαι πάντα καὶ μάλιστα τὰ Αἰγύπτια.
というのも、当時の像はすべて木像であり、とりわけエジプトのものはそうであったと私は確信しているからである。
Δαναὸς δὲ ἱδρύσατο Λύκιον Ἀπόλλωνα ἐπʼ αἰτίᾳ τοιαύτῃ.
ダナオスがリュキオス・アポロンを祀ったのは、以下のような理由からであった。
παραγενόμενος ἐς τὸ Ἄργος ἠμφισβήτει πρὸς Γελάνορα τὸν Σθενέλα περὶ τῆς ἀρχῆς.
アルゴスに到着すると、彼はステネラスの子ゲラノルと支配権をめぐって争った。
ῥηθέντων δὲ ἐπὶ τοῦ δήμου παρʼ ἀμφοτέρων πολλῶν τε καὶ ἐπαγωγῶν καὶ οὐχ ἧσσον δίκαια λέγειν τοῦ Γελάνορος δόξαντος, ὁ μὲν δῆμος ὑπερέθετο—φασὶν— ἐς τὴν ἐπιοῦσαν κρίνειν·
民衆の前で、両者によって多くの説得力のある言葉が語られ、ゲラノルの方が劣らず正当なことを述べていると思われたので、民衆は――彼らが言うには――判断を翌日に延期した。
§2.19.4ἀρχομένης δὲ ἡμέρας ἐς βοῶν ἀγέλην νεμομένην πρὸ τοῦ τείχους ἐσπίπτει λύκος, προσπεσὼν δὲ ἐμάχετο πρὸς ταῦρον ἡγεμόνα τῶν βοῶν.
一日の始まりに、城壁の前で草を食んでいた牛の群れに一匹のオオカミが襲いかかり、襲いかかって群れのリーダーである雄牛と戦った。
παρίσταται δὴ τοῖς Ἀργείοις τῷ μὲν Γελάνορα, Δαναὸν δὲ εἰκάσαι τῷ λύκῳ, ὅτι οὔτε τὸ θηρίον τοῦτό ἐστιν ἀνθρώποις σύντροφον οὔτε Δαναός σφισιν ἐς ἐκεῖνο τοῦ χρόνου.
そこで、アルゴス人たちには、ゲラノルを雄牛に、ダナオスをオオカミになぞらえるという考えが浮かんだ。 なぜなら、この獣が人間と共生するものではないのと同様に、ダナオスもその時まで彼らにとって共生する者ではなかったからである。
ἐπεὶ δὲ τὸν ταῦρον κατειργάσατο ὁ λύκος, διὰ τοῦτο ὁ Δαναὸς ἔσχε τὴν ἀρχήν.
そしてオオカミが雄牛を打ち倒したので、このためにダナオスが支配権を手に入れた。
οὕτω δὴ νομίζων Ἀπόλλωνα ἐπὶ τὴν ἀγέλην ἐπαγαγεῖν τῶν βοῶν τὸν λύκον, ἱδρύσατο Ἀπόλλωνος ἱερὸν Λυκίου.
このようにして、アポロンが牛の群れにオオカミを差し向けたのだと考えたので、彼はリュキオス・アポロンの神殿を創建した。
§2.19.5ἐνταῦθα ἀνάκειται μὲν θρόνος Δαναοῦ, κεῖται δὲ εἰκὼν Βίτωνος, ἀνὴρ ἐπὶ τῶν ὤμων φέρων ταῦρον·
そこにはダナオスの玉座が奉納されており、またビトンの像があるが、それは肩に雄牛を担いでいる男の像である。
ὡς δὲ Λυκέας ἐποίησεν, ἐς Νεμέαν Ἀργείων ἀγόντων θυσίαν τῷ Διὶ ὁ Βίτων ὑπὸ ῥώμης τε καὶ ἰσχύος ταῦρον ἀράμενος ἤνεγκεν.
リュケアスが書いているところでは、アルゴス人たちがネメアでゼウスに犠牲を捧げていた際、ビトンはその体力と強靭さによって、雄牛を持ち上げて運んだのである。
ἑξῆς δὲ τῆς εἰκόνος ταύτης πῦρ καίουσιν ὀνομάζοντες Φορωνέως εἶναι·
この像の隣で、彼らは「ポロネウスの火」と呼んで火を灯し続けている。
οὐ γάρ τι ὁμολογοῦσι δοῦναι πῦρ Προμηθέα ἀνθρώποις, ἀλλὰ ἐς Φορωνέα τοῦ πυρὸς μετάγειν ἐθέλουσι τὴν εὕρεσιν.
なぜなら、プロメテウスが人間に火を与えたということを彼らは全く認めず、火の発見をポロネウスに帰したいと考えているからである。
§2.19.6τὰ δὲ ξόανα Ἀφροδίτης καὶ Ἑρμοῦ, τὸ μὲν Ἐπειοῦ λέγουσιν ἔργον εἶναι, τὸ δὲ Ὑπερμήστρας ἀνάθημα.
アプロディテとヘルメスの木像については、一方はエペイオスの作品であると言い、他方はヒュペルムネストラの奉納物であると言う。
ταύτην γὰρ τῶν θυγατέρων μόνην τὸ πρόσταγμα ὑπεριδοῦσαν ὑπήγαγεν ὁ Δαναὸς ἐς δικαστήριον, τοῦ τε Λυγκέως οὐκ ἀκίνδυνον αὑτῷ τὴν σωτηρίαν ἡγούμενος καὶ ὅτι τοῦ τολμήματος οὐ μετασχοῦσα ταῖς ἀδελφαῖς καὶ τῷ βουλεύσαντι τὸ ὄνειδος ηὔξησε.
なぜなら、ダナオスは娘たちのうちでこの彼女だけが命令を無視したため、裁判にかけたからである。 それは、リュンケウスが生存していることが自分にとって危険でないとは考えなかったことと、彼女がその大胆な企てに加わらなかったことで姉妹たちとそれを企てた者への不名誉を増大させたからである。
κριθεῖσα δὲ ἐν τοῖς Ἀργείοις ἀποφεύγει τε καὶ Ἀφροδίτην ἐπὶ τῷδε ἀνέθηκε Νικηφόρον.
しかし、彼女はアルゴス人たちの間で裁判にかけられて無罪となり、このことを記念して「勝利をもたらす」アプロディテを奉納した。
§2.19.7τοῦ ναοῦ δέ ἐστιν ἐντὸς Λάδας ποδῶν ὠκύτητι ὑπερβαλλόμενος τοὺς ἐφʼ αὑτοῦ καὶ Ἑρμῆς ἐς λύρας ποίησιν χελώνην ᾑρηκώς.
神殿の内部には、同時代の人々を俊足において凌駕したラダスの像と、竪琴を作るために亀を捕らえたヘルメスの像がある。
ἔστι δὲ ἔμπροσθεν τοῦ ναοῦ βόθρος πεποιημένα ἐν τύπῳ ταύρου μάχην ἔχων καὶ λύκου, σὺν δὲ αὐτοῖς παρθένον ἀφιεῖσαν πέτραν ἐπὶ τὸν ταῦρον·
神殿の前には、雄牛とオオカミの戦いを浮彫で表した遺構があり、それらとともに、雄牛に向かって石を投げている乙女がいる。
Ἄρτεμιν εἶναι νομίζουσι τὴν παρθένον.
彼らはこの乙女をアルテミスであると考えている。
Δαναὸς δὲ ταῦτά τε ἀνέθηκε καὶ πλησίον κίονας καὶ Διὸς καὶ Ἀρτέμιδος ξόανον.
ダナオスはこれらを奉納し、またその近くに柱と、ゼウスおよびアルテミスの木像を奉納した。
§2.19.8τάφοι δέ εἰσιν ὁ μὲν Λίνου τοῦ Ἀπόλλωνος καὶ Ψαμάθης τῆς Κροτώπου, τὸν δὲ λέγουσιν εἶναι Λίνου τοῦ ποιήσαντος τὰ ἔπη.
また墓があり、一方はアポロンの子リノスとクロトポスの子プサマテの墓であり、もう一方は詩を作ったリノスの墓であると言われている。
τὰ μὲν οὖν ἐς τοῦτον οἰκειότερα ὄντα ἑτέρῳ λόγῳ παρίημι τῷδε, τὰ δὲ ἐς τὸν Ψαμάθης ἡ Μεγαρική μοι συγγραφὴ προεδήλωσεν.
さて、この詩人に関する事柄は別の記述により適しているので、今回は省略するが、プサマテに関する事柄は、私のメガラに関する記述がすでに明らかにしている。
ἐπὶ τούτοις ἐστὶν Ἀπόλλων Ἀγυιεὺς καὶ βωμὸς Ὑετίου Διός, ἔνθα οἱ συσπεύδοντες Πολυνείκει τὴν ἐς Θήβας κάθοδον ἀποθανεῖσθαι συνώμοσαν, ἢν μὴ τὰς Θήβας γένηταί σφισιν ἑλεῖν.
これらに続いて、アギュイエウス・アポロンとヒュエティオス・ゼウスの祭壇があり、そこでポリュネイケスとともにテーバイへの帰還を推し進めた人々が、テーバイを奪取することができないならば、死ぬことを誓い合った。
ἐς δὲ τοῦ Προμηθέως τὸ μνῆμα ἧσσόν μοι δοκοῦσιν Ὀπουντίων εἰκότα λέγειν, λέγουσι δὲ ὅμως.
プロメテウスの墓に関しては、彼らはオプース人たちに比べて、もっともらしさの劣ることを言っているように私には思われるが、それでも彼らはそう言っている。

語釈・文法注

  1. §2.19.1αὐτῷ — 「奪取・分離の与格」として機能しており、「彼(テメノス)から」支配権を奪ったことを意味する。
  2. §2.19.2ὡς ... λειφθῆναι — 接続詞 `ὡς` が不定詞を伴って結果を表す節(「その結果〜となる」)を導いている。主語は対格の `τὸ ὄνομα` である。
  3. §2.19.3δόξαντος — 属格独立構文 `οὐχ ἧσσον δίκαια λέγειν τοῦ Γελάνορος δόξαντος`(ゲラノルが劣らず正当なことを言っていると思われたので)の一部。先行する属格独立構文 `ῥηθέντων...` に並列している。
  4. §2.19.4εἰκάσαι — 非人称動詞 `παρίσταται`(考えが浮かぶ)の主語となる不定詞。対格の `Γελάνορα` と `Δαναὸν` を意味上の主語とし、「アルゴス人たち(与格 `τοῖς Ἀργείοις`)に、ゲラノルを〜になぞらえ、ダナオスを〜になぞらえるという考えが浮かんだ」という構造を作る。
  5. §2.19.6τοῦ τε Λυγκέως οὐκ ἀκίνδυνον αὑτῷ τὴν σωτηρίαν ἡγούμενος καὶ ὅτι... — 主節の動詞 `ὑπήγαγεν`(訴えた)の理由を説明する二つの要素を繋いでいる。前半は分詞句(`ἡγούμενος`)、後半は理由の `ὅτι` 節という非対称な構造が `τε... καί...` によって並列されている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §2.19.1-2.19.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.19.1-2.19.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。