§2.18.1ἐκ Μυκηνῶν δὲ ἐς Ἄργος ἐρχομένοις ἐν ἀριστερᾷ Περσέως παρὰ τὴν ὁδόν ἐστιν ἡρῷον.
ミュケナイからアルゴスへ向かう人々にとって、左手の道路沿いにペルセウスの英雄廟がある。
ἔχει μὲν δὴ καὶ ἐνταῦθα τιμὰς παρὰ τῶν προσχωρίων, μεγίστας δὲ ἔν τε Σερίφῳ καὶ παρʼ Ἀθηναίοις, οἷς Περσέως τέμενος καὶ Δίκτυος καὶ Κλυμένης βωμὸς σωτήρων καλουμένων Περσέως.
彼はここでも周辺の住民から敬意を受けているが、最も大きな敬意はセリポスにおいて、またアテナイ人のもとにおいてであり、アテナイ人にはペルセウスの聖域と、ペルセウスの救い手と呼ばれるディクテュスおよびクリュメネの祭壇がある。
ἐν δὲ τῇ Ἀργείᾳ προελθοῦσιν ὀλίγον ἀπὸ τοῦ ἡρῴου τούτου Θυέστου τάφος ἐστὶν ἐν δεξιᾷ·
アルゴリス地方において、この英雄廟から少し進んだ右手にはテュエステスの墓がある。
λίθου δὲ ἔπεστιν αὐτῷ κριός, ὅτι τὴν ἄρνα ὁ Θυέστης ἔσχε τὴν χρυσῆν, μοιχεύσας τοῦ ἀδελφοῦ τὴν γυναῖκα.
その上には石造りの雄羊が載っている。 なぜなら、テュエステスが兄弟の妻と不義を働いて、黄金の羊を手に入れたからである。
Ἀτρέα δὲ οὐκ ἐπέσχεν ὁ λογισμὸς μετρῆσαι τὴν ἴσην, ἀλλὰ τῶν Θυέστου παίδων σφαγὰς καὶ τὰ ᾀδόμενα δεῖπνα ἐξειργάσατο.
しかしアトレウスは、同等の仕返しをすることに理性が踏みとどまらせず、テュエステスの子らの虐殺と、噂に歌われるあの宴を実行した。
§2.18.2ὕστερον δὲ οὐκ ἔχω σαφὲς εἰπεῖν πότερον ἀδικίας ἦρξεν Αἴγισθος ἢ προϋπῆρξεν Ἀγαμέμνονι φόνος Ταντάλου τοῦ Θυέστου·
その後、アイギストスが不義を始めたのか、それともアガメムノンによるテュエステスの子タンタロスの殺害が先んじてあったのか、私は確かなことを言うことができない。
συνοικεῖν δέ φασιν αὐτὸν Κλυταιμνήστρᾳ παρθένῳ παρὰ Τυνδάρεω λαβόντα.
人々は、彼がテュンダレオスから乙女であったクリュタイムネストラを受け取って同居していたと言っている。
ἐγὼ δὲ καταγνῶναι μὲν οὐκ ἐθέλω φύσει σφᾶς γενέσθαι κακούς·
私は彼らが生まれつき悪人であったと断罪したくはない。
εἰ δὲ ἐπὶ τοσοῦτον αὐτοῖς τὸ μίασμα τὸ Πέλοπος καὶ ὁ Μυρτίλου προστρόπαιος ἠκολούθησε, τούτοις ἦν ἄρα ὁμολογοῦντα, ἡνίκα ἡ Πυθία Γλαύκῳ τῷ Ἐπικύδους Σπαρτιάτῃ, βουλεύσαντι ἐπίορκα ὀμόσαι, καὶ τοῦδε εἶπεν ἐς τοὺς ἀπογόνους κατιέναι τὴν δίκην.
しかし、もしペロプスの穢れとミュルティロスの復讐の神がそれほどまでに彼らを追いかけたのだとしたら、これらの出来事は、ピュティアが偽誓を企てたスパルタ人エピキュデスの子グラウコスに対して、罰はその子孫にまで下ると言ったことと一致しているのであろう。
§2.18.3ἀπὸ δὲ τῶν Κριῶν—οὕτω γὰρ τοῦ Θυέστου τὸ μνῆμα ὀνομάζουσι—προελθοῦσιν ὀλίγον ἐστὶν ἐν ἀριστερᾷ χωρίον Μυσία καὶ Δήμητρος Μυσίας ἱερὸν ἀπὸ ἀνδρὸς Μυσίου τὸ ὄνομα, γενομένου καὶ τούτου, καθάπερ λέγουσιν Ἀργεῖοι, ξένου τῇ Δήμητρι.
雄羊から――というのも、人々はテュエステスの墓をそう呼んでいるからである――少し進んだ左手には、ミュシアという場所と、ミュシアのデメテルの神殿がある。 その名は、アルゴス人の言うところでは彼もまたデメテルのホストとなったミュシオスという男に由来している。
τούτῳ μὲν οὖν οὐκ ἔπεστιν ὄροφος· ἐν δὲ αὐτῷ ναός ἐστιν ἄλλος ὀπτῆς πλίνθου, ξόανα δὲ Κόρης καὶ Πλούτωνος καὶ Δήμητρός ἐστι.
この神殿には屋根がないが、その内部に焼成煉瓦で作られた別の神殿があり、コレー、プルトン、デメテルの木像がある。
προελθοῦσι δὲ ποταμός ἐστιν Ἴναχος, καὶ διαβᾶσιν Ἡλίου βωμός.
さらに進むとイナコス川があり、それを渡るとヘリオスの祭壇がある。
ἐντεῦθεν δὲ ἐπὶ πύλην ἥξεις καλουμένην ἀπὸ τοῦ πλησίον ἱεροῦ· τὸ δὲ ἱερόν ἐστιν Εἰλειθυίας.
そこから、近くの神殿にちなんで名付けられた門に至るが、その神殿とはエイレイテュイアの神殿である。
§2.18.4μόνους δὲ Ἑλλήνων οἶδα Ἀργείους ἐς τρεῖς βασιλείας νεμηθέντας.
ギリシア人のうち、アルゴス人だけが三つの王国に分割されたことを私は知っている。
ἐπὶ γὰρ τῆς ἀρχῆς τῆς Ἀναξαγόρου τοῦ Ἀργείου τοῦ Μεγαπένθους μανία ταῖς γυναιξὶν ἐνέπεσεν, ἐκφοιτῶσαι δὲ ἐκ τῶν οἰκιῶν ἐπλανῶντο ἀνὰ τὴν χώραν, ἐς ὃ Μελάμπους ὁ Ἀμυθάονος ἔπαυσε σφᾶς τῆς νόσου, ἐφʼ ᾧ τε αὐτὸς καὶ ὁ ἀδελφὸς Βίας Ἀναξαγόρᾳ τὸ ἴσον ἕξουσιν.
なぜなら、メガペンテスの子アルゴス人アナクサゴラスの統治の時代に、女性たちに狂気が降りかかり、彼女たちは家から飛び出して国中を彷徨ったからである。 ついにアミュタオンの子メランプスが彼女たちを病から癒やしたが、その条件は、彼自身と彼の兄弟ビアスがアナクサゴラスと同等の王権を分け持つことであった。
ἀπὸ μὲν δὴ Βίαντος βασιλεύουσι πέντε ἄνδρες ἐπὶ γενεὰς τέσσαρας ἐς Κυάνιππον τὸν Αἰγιαλέως, ὄντες Νηλεῖδαι τὰ πρὸς μητρός, ἀπὸ δὲ Μελάμποδος γενεαί τε ἓξ καὶ ἄνδρες ἴσοι μέχρις Ἀμφιλόχου τοῦ Ἀμφιαράου·
さて、ビアスから始まって、アイギアレウスの子キュアニッポスに至るまで、4世代にわたって5人の男が王を務めた。 彼らは母方でネレウスの血を引く者であった。 メランプスからは、アムピアラオスの子アムピロコスに至るまで、6世代にわたり同数の男たちが王を務めた。
§2.18.5τὸ δὲ ἐγχώριον γένος οἱ Ἀναξαγορίδαι βασιλεύουσι πλέον.
一方、土着の家系であるアナクサゴラスの一族は、より長く支配した。
Ἶφις μὲν γὰρ ὁ Ἀλέκτορος τοῦ Ἀναξαγόρου Σθενέλῳ τῷ Καπανέως ἀδελφοῦ παιδὶ ἀπέλιπε τὴν ἀρχήν·
なぜなら、アナクサゴラスの子アレクトルの子イピスは、兄弟の子であるカパネウスの子ステネロスに支配権を残したからである。
Ἀμφιλόχου δὲ μετὰ ἅλωσιν Ἰλίου μετοικήσαντος ἐς τοὺς νῦν Ἀμφιλόχους, Κυανίππου δʼ ἄπαιδος τελευτήσαντος, οὕτω Κυλαράβης ὁ Σθενέλου μόνος τὴν βασιλείαν ἔσχεν.
アムピロコスがイリオス陥落後に現在のアンピロコイ人の地へと移住し、キュアニッポスが子供を残さずに死んだため、こうしてステネロスの子キュララベスが単独で王権を手に入れた。
οὐ μέντοι παῖδας κατέλιπεν οὐδʼ οὗτος, ἀλλὰ Ὀρέστης ὁ Ἀγαμέμνονος τὸ Ἄργος κατέσχε παροικῶν τε ἐγγὺς αὐτῷ καὶ ἄνευ τῆς πατρῴας ἀρχῆς προσπεποιημένος μὲν Ἀρκάδων τοὺς πολλούς, παρειληφὼς δὲ καὶ τὴν ἐν Σπάρτῃ βασιλείαν, συμμαχικοῦ δὲ ἐκ Φωκέων ἀεί ποτε ἐπʼ ὠφελείᾳ ἑτοίμου παρόντος.
しかし、彼もまた子供を残さず、アガメムノンの子オレステスがアルゴスを手に入れた。 彼はアルゴスの近くに住んでおり、父祖の領土以外にも、アルカディア人の多くを味方に引き入れ、スパルタの王権をも引き継いでおり、さらにフォキス人からの同盟軍が常に彼を助けるために待機していたからである。
§2.18.6Λακεδαιμονίων δὲ ἐβασίλευσεν Ὀρέστης Λακεδαιμονίων ἐφέντων αὐτῷ·
オレステスがラケダイモン人を支配したのは、ラケダイモン人たちが彼に委ねたからであった。
τοὺς γὰρ Τυνδάρεω θυγατριδοῦς τὴν ἀρχὴν ἔχειν ἠξίουν πρὸ Νικοστράτου καὶ Μεγαπένθους Μενελάῳ γεγενημένων ἐκ δούλης.
なぜなら彼らは、メネラオスが女奴隷との間に儲けたニコストラトスやメガペンテスよりも、テンダレオスの娘の孫たちが王権を持つのがふさわしいと考えたからである。
Ὀρέστου δὲ ἀποθανόντος ἔσχε Τισαμενὸς τὴν ἀρχήν, Ἑρμιόνης τῆς Μενελάου καὶ Ὀρέστου παῖς.
オレステスが死ぬと、メネラオスの娘ヘルミオネとオレステスの子であるティサメノスが王権を引き継いだ。
τὸν δὲ Ὀρέστου νόθον Πενθίλον Κιναίθων ἔγραψεν ἐν τοῖς ἔπεσιν Ἠριγόνην τὴν Αἰγίσθου τεκεῖν.
また、オレステスの庶子ペンティロスについては、キナイトンがその叙事詩の中で、アイギストスの娘エリゴネが産んだと書いている。
§2.18.7ἐπὶ δὲ τοῦ Τισαμενοῦ τούτου κατίασιν ἐς Πελοπόννησον Ἡρακλεῖδαι, Τήμενος μὲν καὶ Κρεσφόντης Ἀριστομάχου, τοῦ τρίτου δὲ Ἀριστοδήμου προτεθνεῶτος εἵποντο οἱ παῖδες.
このティサメノスの時代に、ヘラクレスの一族がペロポネソスへと帰還した。 アリストマコスの息子たちであるテメノスとクレスポンテス、そして、すでに亡くなっていた三人目のアリストデモスの子らが従った。
Ἄργους μὲν δὴ καὶ τῆς ἐν Ἄργει βασιλείας ὀρθότατα ἐμοὶ δοκεῖν ἠμφισβήτουν, ὅτι ἦν Πελοπίδης ὁ Τισαμενός, οἱ δὲ Ἡρακλεῖδαι τὸ ἀνέκαθέν εἰσι Περσεῖδαι·
アルゴスおよびアルゴスの王権に対する要求については、私に思われるところでは極めて当然のことであった。 なぜならティサメノスはペロプスの一族であったのに対し、ヘラクレスの一族は祖を辿ればペルセウスの一族だからである。
Τυνδάρεω δὲ καὶ αὐτὸν ἐκπεσόντα ἀπέφαινον ὑπὸ Ἱπποκόωντος, Ἡρακλέα δὲ ἔφασαν ἀποκτείναντα Ἱπποκόωντα καὶ τοὺς παῖδας παρακαταθέσθαι Τυνδάρεῳ τὴν χώραν·
また、彼らはテンダレオス自身もイッポコオンによって追放されたことを示し、ヘラクレスがイッポコオンとその息子たちを殺害した上で、その土地をテンダレオスに信託したのだと主張した。
τοιαῦτα δὲ καὶ περὶ τῆς Μεσσηνίας ἕτερα ἔλεγον, παρακαταθήκην Νέστορι δοθῆναι καὶ ταύτην ὑπὸ Ἡρακλέους ἑλόντος Πύλον.
彼らはメッセニアについても同様のことを主張した。 すなわち、これもまたヘラクレスがピュロスを攻略した際にネストルに与えられた信託物である、と。
§2.18.8ἐκβάλλουσιν οὖν ἐκ μὲν Λακεδαίμονος καὶ Ἄργους Τισαμενόν, ἐκ δὲ τῆς Μεσσηνίας τοὺς Νέστορος ἀπογόνους, Ἀλκμαίωνα Σίλλου τοῦ Θρασυμήδους καὶ Πεισίστρατον τὸν Πεισιστράτου καὶ τοὺς Παίονος τοῦ Ἀντιλόχου παῖδας, σὺν δὲ αὐτοῖς Μέλανθον τὸν Ἀνδροπόμπου τοῦ Βώρου τοῦ Πενθίλου τοῦ Περικλυμένου.
したがって、彼らはラケダイモンとアルゴスからティサメノスを、メッセニアからはネストルの末裔たち、すなわちトラスュメデスの子シロスの子アルクマイオン、ペイシストラトスの子ペイシストラトス、アンティロコスの子パイオンの子ら、そして彼らと共に、ペリクリュメノスの子ペンティロスの子ボロスの子アンドロポンポスの子メラントスを追放した。
Τισαμενὸς μὲν οὖν ἦλθε σὺν τῇ στρατιᾷ καὶ οἱ παῖδες ἐς τὴν νῦν Ἀχαΐαν·
それで、ティサメノスと彼の子らは軍勢を率いて、現在のアカイア地方へと赴いた。
§2.18.9οἱ δὲ Νηλεῖδαι πλὴν Πεισιστράτου—τοῦτον γὰρ οὐκ οἶδα παρʼ οὕστινας ἀπεχώρησεν—ἐς Ἀθήνας ἀφίκοντο οἱ λοιποί, καὶ τὸ Παιονιδῶν γένος καὶ Ἀλκμαιωνιδῶν ἀπὸ τούτων ὠνομάσθησαν.
ペイシストラトス(私は彼が誰のところへ立ち去ったのかを知らないが)を除く残りのネレウスの一族はアテナイに到着し、パイオンの一族とアルクマイオンの一族の家系は彼らにちなんで名付けられた。
Μέλανθος δὲ καὶ τὴν βασιλείαν ἔσχεν ἀφελόμενος Θυμοίτην τὸν Ὀξύντου·
そしてメラントスは、オクシュンテスの子テュモイテスから奪って王権をも手に入れた。
Θυμοίτης γὰρ Θησειδῶν ἔσχατος ἐβασίλευσεν Ἀθηναίων.
なぜならテュモイテスはテーセウスの一族のうちで、アテナイ人を支配した最後の王だったからである。