Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.18.1-2.18.9

通往阿尔戈斯之路与王权的三分及重组

第 73 段,共 465 段 · 希腊语

内容简介

作者讲述了珀尔修斯英雄庙与塞斯忒斯之墓相关的神话与家族恩怨,并介绍了经由伊纳科斯河前往阿尔戈斯的路线。同时,他还详述了阿尔戈斯王权分裂为三部分的由来,以及赫拉克勒斯子嗣回归后对这些领土进行的重组。

§2.18.1ἐκ Μυκηνῶν δὲ ἐς Ἄργος ἐρχομένοις ἐν ἀριστερᾷ Περσέως παρὰ τὴν ὁδόν ἐστιν ἡρῷον.
对于从迈锡尼前往阿尔戈斯的人来说,路旁左侧有一座珀尔修斯的英雄庙。
ἔχει μὲν δὴ καὶ ἐνταῦθα τιμὰς παρὰ τῶν προσχωρίων, μεγίστας δὲ ἔν τε Σερίφῳ καὶ παρʼ Ἀθηναίοις, οἷς Περσέως τέμενος καὶ Δίκτυος καὶ Κλυμένης βωμὸς σωτήρων καλουμένων Περσέως.
在此处,他也受到周边居民的敬奉,但最崇高的敬奉是在塞里福斯以及阿提奈人那里,后者拥有珀尔修斯的圣域,以及被称为珀尔修斯救星的迪克提斯与克吕墨涅的祭坛。
ἐν δὲ τῇ Ἀργείᾳ προελθοῦσιν ὀλίγον ἀπὸ τοῦ ἡρῴου τούτου Θυέστου τάφος ἐστὶν ἐν δεξιᾷ· λίθου δὲ ἔπεστιν αὐτῷ κριός, ὅτι τὴν ἄρνα ὁ Θυέστης ἔσχε τὴν χρυσῆν, μοιχεύσας τοῦ ἀδελφοῦ τὴν γυναῖκα.
在阿尔戈斯地区,从这座英雄庙向前走一点,右侧是塞斯忒斯的坟墓;墓上有一只石雕的公羊,因为塞斯忒斯与他兄弟的妻子通奸,从而占有了那只黄金羔羊。
Ἀτρέα δὲ οὐκ ἐπέσχεν ὁ λογισμὸς μετρῆσαι τὴν ἴσην, ἀλλὰ τῶν Θυέστου παίδων σφαγὰς καὶ τὰ ᾀδόμενα δεῖπνα ἐξειργάσατο.
然而,理智并未能阻止阿特柔斯进行等同的报复,反而制造了屠杀塞斯忒斯之子以及在歌谣中流传的那场宴会。
§2.18.2ὕστερον δὲ οὐκ ἔχω σαφὲς εἰπεῖν πότερον ἀδικίας ἦρξεν Αἴγισθος ἢ προϋπῆρξεν Ἀγαμέμνονι φόνος Ταντάλου τοῦ Θυέστου· συνοικεῖν δέ φασιν αὐτὸν Κλυταιμνήστρᾳ παρθένῳ παρὰ Τυνδάρεω λαβόντα.
此后,究竟是埃癸斯托斯先作恶,还是阿伽门农先前杀害了塞斯忒斯之子坦塔罗斯,我无法确切地说明;人们说坦塔罗斯曾与克吕泰涅斯特拉共同生活,他是从廷达瑞俄斯那里娶了还是处女的她。
ἐγὼ δὲ καταγνῶναι μὲν οὐκ ἐθέλω φύσει σφᾶς γενέσθαι κακούς· εἰ δὲ ἐπὶ τοσοῦτον αὐτοῖς τὸ μίασμα τὸ Πέλοπος καὶ ὁ Μυρτίλου προστρόπαιος ἠκολούθησε, τούτοις ἦν ἄρα ὁμολογοῦντα, ἡνίκα ἡ Πυθία Γλαύκῳ τῷ Ἐπικύδους Σπαρτιάτῃ, βουλεύσαντι ἐπίορκα ὀμόσαι, καὶ τοῦδε εἶπεν ἐς τοὺς ἀπογόνους κατιέναι τὴν δίκην.
我不愿断定他们天生就是恶人;但如果珀罗普斯的污秽和密耳提罗斯的复仇神灵对他们的纠缠达到了如此地步,那么这些事确实与女祭司皮提亚对计划发假誓的斯巴达人、埃庇库得斯之子格劳科斯所说的话相吻合——她说惩罚也会降临到其后代身上。
§2.18.3ἀπὸ δὲ τῶν Κριῶν—οὕτω γὰρ τοῦ Θυέστου τὸ μνῆμα ὀνομάζουσι—προελθοῦσιν ὀλίγον ἐστὶν ἐν ἀριστερᾷ χωρίον Μυσία καὶ Δήμητρος Μυσίας ἱερὸν ἀπὸ ἀνδρὸς Μυσίου τὸ ὄνομα, γενομένου καὶ τούτου, καθάπερ λέγουσιν Ἀργεῖοι, ξένου τῇ Δήμητρι.
从“公羊”——因为人们是这样称呼塞斯忒斯的墓——向前走一点,左侧是一个叫做缪西亚的地方,以及缪西亚的德墨忒尔神庙,其名字源于一个叫缪西奥斯的人,据阿尔戈斯人说,他也曾款待过德墨忒尔。
τούτῳ μὲν οὖν οὐκ ἔπεστιν ὄροφος· ἐν δὲ αὐτῷ ναός ἐστιν ἄλλος ὀπτῆς πλίνθου, ξόανα δὲ Κόρης καὶ Πλούτωνος καὶ Δήμητρός ἐστι.
神庙本身没有屋顶;但在它内部有另一座用烧砖建成的神殿,里面有科瑞、普鲁托和德墨忒尔的木雕像。
προελθοῦσι δὲ ποταμός ἐστιν Ἴναχος, καὶ διαβᾶσιν Ἡλίου βωμός.
再往前走是伊纳科斯河,渡过河后,有一座赫利俄斯的祭坛。
ἐντεῦθεν δὲ ἐπὶ πύλην ἥξεις καλουμένην ἀπὸ τοῦ πλησίον ἱεροῦ· τὸ δὲ ἱερόν ἐστιν Εἰλειθυίας.
从那里你会到达一扇因附近的圣所而得名的城门;而那圣所是属于埃勒提亚的。
§2.18.4μόνους δὲ Ἑλλήνων οἶδα Ἀργείους ἐς τρεῖς βασιλείας νεμηθέντας.
在希腊人中,我知道只有阿尔戈斯人曾被划分为三个王国。
ἐπὶ γὰρ τῆς ἀρχῆς τῆς Ἀναξαγόρου τοῦ Ἀργείου τοῦ Μεγαπένθους μανία ταῖς γυναιξὶν ἐνέπεσεν, ἐκφοιτῶσαι δὲ ἐκ τῶν οἰκιῶν ἐπλανῶντο ἀνὰ τὴν χώραν, ἐς ὃ Μελάμπους ὁ Ἀμυθάονος ἔπαυσε σφᾶς τῆς νόσου, ἐφʼ ᾧ τε αὐτὸς καὶ ὁ ἀδελφὸς Βίας Ἀναξαγόρᾳ τὸ ἴσον ἕξουσιν.
因为在梅加朋忒斯之子、阿尔戈斯人阿那克萨戈拉斯统治期间,妇女们被狂气所侵袭,她们逃出家门,在国土上四处漂泊,直到阿米塔翁之子梅兰普斯治愈了她们的疾病,条件是他自己和他的兄弟庇阿斯要与阿那克萨戈拉斯平分王权。
ἀπὸ μὲν δὴ Βίαντος βασιλεύουσι πέντε ἄνδρες ἐπὶ γενεὰς τέσσαρας ἐς Κυάνιππον τὸν Αἰγιαλέως, ὄντες Νηλεῖδαι τὰ πρὸς μητρός, ἀπὸ δὲ Μελάμποδος γενεαί τε ἓξ καὶ ἄνδρες ἴσοι μέχρις Ἀμφιλόχου τοῦ Ἀμφιαράου·
从庇阿斯开始,共有五人历经四代,一直到埃癸阿勒乌斯之子库阿尼波斯,他们从母亲那边继承了奈琉斯家族的血统;而从梅兰普斯开始,共有六代以及同等数量的人,一直到安菲阿拉俄斯之子安菲洛科斯。
§2.18.5τὸ δὲ ἐγχώριον γένος οἱ Ἀναξαγορίδαι βασιλεύουσι πλέον.
而土着的一支阿那克萨戈拉家族则统治了更长时间。
Ἶφις μὲν γὰρ ὁ Ἀλέκτορος τοῦ Ἀναξαγόρου Σθενέλῳ τῷ Καπανέως ἀδελφοῦ παιδὶ ἀπέλιπε τὴν ἀρχήν·
因为阿那克萨戈拉斯之子阿莱克托之子伊菲斯,将统治权留给了其兄弟之子卡帕纽斯的儿子斯忒涅洛斯。
Ἀμφιλόχου δὲ μετὰ ἅλωσιν Ἰλίου μετοικήσαντος ἐς τοὺς νῦν Ἀμφιλόχους, Κυανίππου δʼ ἄπαιδος τελευτήσαντος, οὕτω Κυλαράβης ὁ Σθενέλου μόνος τὴν βασιλείαν ἔσχεν.
在伊利翁沦陷后安菲洛科斯迁徙到如今的安菲洛科斯人那里,且库阿尼波斯无嗣而终,因此斯忒涅洛斯之子库拉拉贝斯独掌了王权。
οὐ μέντοι παῖδας κατέλιπεν οὐδʼ οὗτος, ἀλλὰ Ὀρέστης ὁ Ἀγαμέμνονος τὸ Ἄργος κατέσχε παροικῶν τε ἐγγὺς αὐτῷ καὶ ἄνευ τῆς πατρῴας ἀρχῆς προσπεποιημένος μὲν Ἀρκάδων τοὺς πολλούς, παρειληφὼς δὲ καὶ τὴν ἐν Σπάρτῃ βασιλείαν, συμμαχικοῦ δὲ ἐκ Φωκέων ἀεί ποτε ἐπʼ ὠφελείᾳ ἑτοίμου παρόντος.
然而,他也未曾留下子嗣,而是阿伽门农之子俄瑞斯忒斯夺取了阿尔戈斯,他不仅居住在它附近,且在父祖的领土之外还争取到了大多数阿卡迪亚人的依附,并接管了斯巴达的王权,此外还有来自福基斯人的同盟军随时听候他的调遣。
§2.18.6Λακεδαιμονίων δὲ ἐβασίλευσεν Ὀρέστης Λακεδαιμονίων ἐφέντων αὐτῷ· τοὺς γὰρ Τυνδάρεω θυγατριδοῦς τὴν ἀρχὴν ἔχειν ἠξίουν πρὸ Νικοστράτου καὶ Μεγαπένθους Μενελάῳ γεγενημένων ἐκ δούλης.
俄瑞斯忒斯统治拉刻代蒙人,是因为拉刻代蒙人自己托付给他的;因为他们认为,应该由廷达瑞俄斯的外孙们掌权,而不是由梅涅劳斯与女奴所生的尼科斯特拉托斯和梅加朋忒斯掌权。
Ὀρέστου δὲ ἀποθανόντος ἔσχε Τισαμενὸς τὴν ἀρχήν, Ἑρμιόνης τῆς Μενελάου καὶ Ὀρέστου παῖς.
俄瑞斯忒斯死后,由梅涅劳斯之女赫耳弥俄涅与俄瑞斯忒斯之子提萨梅诺斯继承了统治权。
τὸν δὲ Ὀρέστου νόθον Πενθίλον Κιναίθων ἔγραψεν ἐν τοῖς ἔπεσιν Ἠριγόνην τὴν Αἰγίσθου τεκεῖν.
至于俄瑞斯忒斯的庶子彭提洛斯,奇奈松在叙事诗中写道,他是埃癸斯托斯之女埃里戈涅所生。
§2.18.7ἐπὶ δὲ τοῦ Τισαμενοῦ τούτου κατίασιν ἐς Πελοπόννησον Ἡρακλεῖδαι, Τήμενος μὲν καὶ Κρεσφόντης Ἀριστομάχου, τοῦ τρίτου δὲ Ἀριστοδήμου προτεθνεῶτος εἵποντο οἱ παῖδες.
在这位提萨梅诺斯统治时期,赫拉克勒斯家族返回伯罗奔尼撒,即阿里斯托马科斯之子忒墨诺斯与克雷斯丰忒斯,以及先前已亡故的第三子阿里斯托德摩斯的孩子们跟随着他们。
Ἄργους μὲν δὴ καὶ τῆς ἐν Ἄργει βασιλείας ὀρθότατα ἐμοὶ δοκεῖν ἠμφισβήτουν, ὅτι ἦν Πελοπίδης ὁ Τισαμενός, οἱ δὲ Ἡρακλεῖδαι τὸ ἀνέκαθέν εἰσι Περσεῖδαι·
至于争夺阿尔戈斯及阿尔戈斯的王权,在我看来这是最为正当的,因为提萨梅诺斯是珀罗普斯家族的后裔,而赫拉克勒斯家族在溯源上是珀尔修斯家族的后裔。
Τυνδάρεω δὲ καὶ αὐτὸν ἐκπεσόντα ἀπέφαινον ὑπὸ Ἱπποκόωντος, Ἡρακλέα δὲ ἔφασαν ἀποκτείναντα Ἱπποκόωντα καὶ τοὺς παῖδας παρακαταθέσθαι Τυνδάρεῳ τὴν χώραν·
此外,他们还指出廷达瑞俄斯本人也曾被希波科翁驱逐,并声称赫拉克勒斯杀死了希波科翁及其子嗣后,将那片土地委托给廷达瑞俄斯保管。
τοιαῦτα δὲ καὶ περὶ τῆς Μεσσηνίας ἕτερα ἔλεγον, παρακαταθήκην Νέστορι δοθῆναι καὶ ταύτην ὑπὸ Ἡρακλέους ἑλόντος Πύλον.
关于美塞尼亚,他们也说了类似的话,称这也是赫拉克勒斯攻克皮洛斯后委托给涅斯托尔保管的。
§2.18.8ἐκβάλλουσιν οὖν ἐκ μὲν Λακεδαίμονος καὶ Ἄργους Τισαμενόν, ἐκ δὲ τῆς Μεσσηνίας τοὺς Νέστορος ἀπογόνους, Ἀλκμαίωνα Σίλλου τοῦ Θρασυμήδους καὶ Πεισίστρατον τὸν Πεισιστράτου καὶ τοὺς Παίονος τοῦ Ἀντιλόχου παῖδας, σὺν δὲ αὐτοῖς Μέλανθον τὸν Ἀνδροπόμπου τοῦ Βώρου τοῦ Πενθίλου τοῦ Περικλυμένου.
因此,他们将提萨梅诺斯逐出了拉刻代蒙和阿尔戈斯,并将涅斯托尔的后裔逐出了美塞尼亚,即斯拉叙墨得斯之子希路斯之子阿尔克迈翁、庇西特拉托之子庇西特拉托、安提洛科斯之子派翁的孩子们,以及与他们在一起的、佩里克吕梅诺斯之子彭提洛斯之子波罗斯之子安德罗蓬波斯之子梅兰托斯。
Τισαμενὸς μὲν οὖν ἦλθε σὺν τῇ στρατιᾷ καὶ οἱ παῖδες ἐς τὴν νῦν Ἀχαΐαν·
于是,提萨梅诺斯与他的子嗣以及军队一起,前往现在的亚该亚地区。
§2.18.9οἱ δὲ Νηλεῖδαι πλὴν Πεισιστράτου—τοῦτον γὰρ οὐκ οἶδα παρʼ οὕστινας ἀπεχώρησεν—ἐς Ἀθήνας ἀφίκοντο οἱ λοιποί, καὶ τὸ Παιονιδῶν γένος καὶ Ἀλκμαιωνιδῶν ἀπὸ τούτων ὠνομάσθησαν.
除庇西特拉托外(我不知道他退避到了谁那里),其余的奈琉斯家族成员都到达了雅典,派翁家族和阿尔克迈翁家族的姓氏便是由他们而得名。
Μέλανθος δὲ καὶ τὴν βασιλείαν ἔσχεν ἀφελόμενος Θυμοίτην τὸν Ὀξύντου· Θυμοίτης γὰρ Θησειδῶν ἔσχατος ἐβασίλευσεν Ἀθηναίων.
而梅兰托斯也夺取了王位,这是他从奥克叙恩忒斯之子塞莫伊特斯手中夺过来的;因为塞莫伊特斯是统治雅典人的忒修斯家族的最后一人。

词汇与语法注释

  1. §2.18.1ἐρχομένοις — 阳性复数与格现在分词。在地理描写中,用作表示判断基准的与格(地理学与格),意为“对于前往……的人”。第3节中的 `προελθοῦσιν` 和 `διαβᾶσιν` 亦属于相同的构文。
  2. §2.18.1μετρῆσαι τὴν ἴσην — 意为“衡量等同之物”的习惯用语。意指阿特柔斯在理智上无法克制自己去对塞斯忒斯的恶行(强占黄金羔羊与通奸)进行同等的报复,反而诉诸了超出限度的残酷报复(即让其吃下自己子嗣的宴会)。
  3. §2.18.4ἐφʼ ᾧ τε — 关系代名词短语 `ἐφʼ ᾧ` 或 `ἐφʼ ᾧ τε` 后接将来时直说法的动词(此处为 `ἕξουσιν`)或不定式,是用以引出某种协议或条件的习惯构文,意为“以……为条件”。
  4. §2.18.7ἐμοὶ δοκεῖν — 独立不定式(绝对不定式)的习惯用法,用以修饰整个句子,意为“在我看来”或“依我之见”。

引用这一段

保萨尼亚斯, 希腊志 §2.18.1-2.18.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.18.1-2.18.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。