§10.9.1Δελφοῖς δὲ ἡ πόλις ἄναντες διὰ πάσης παρέχεται σχῆμα, κατὰ τὰ αὐτὰ δὲ τῇ πόλει τῇ ἄλλῃ καὶ ὁ ἱερὸς περίβολος τοῦ Ἀπόλλωνος.
デルフォイにおいては、都市はその全体を通じて上り坂の形状を呈しており、他の都市の部分と同様に、アポロンの聖域もまた同様である。
οὗτος δὲ μεγέθει μέγας καὶ ἀνωτάτω τοῦ ἄστεώς ἐστι·
これは規模において大きく、街の最上部にある。
τέτμηνται δὲ καὶ ἔξοδοι διʼ αὐτοῦ συνεχεῖς.
また、その内部を通る通路が連続して作られている。
ὁπόσα δὲ τῶν ἀναθημάτων εἶναί μοι λόγου μάλιστα ἄξια ἐφαίνετο, ποιησόμεθα αὐτῶν μνήμην.
奉納物のうち、私に最も言及に値すると思われたものについて、私はそれらの記録をとどめることにする。
§10.9.2ἀθλητὰς μὲν οὖν καὶ ὅσαι ἀγωνισταὶ μουσικῆς τῶν ἀνθρώπων τοῖς πλείοσιν ἐγίνοντο μετὰ οὐδενὸς λογισμοῦ, οὐ πάνυ τι ἡγοῦμαι σπουδῆς ἀξίους·
さて、アスリートたちや、人々の大部分にとって何の深い理由もなく評判となった音楽競技の参加者たちについては、私はまったく重んじるに値しないと考えている。
ἀθλητὰς δὲ ὁπόσοι τι καὶ ὑπελείποντο ἐς δόξαν, ἐν λόγῳ σφᾶς ἐδήλωσα τῷ ἐς Ἠλείους.
しかし、名声においていくらかでも名を残したアスリートたちについては、エリース人に関する記述の中で彼らについて明らかにした。
Φαΰλῳ δὲ Κροτωνιάτῃ—Ὀλυμπίασι μὲν οὐκ ἔστιν αὐτῷ νίκη, τὰς δὲ Πυθοῖ πεντάθλου δύο ἀνείλετο καὶ σταδίου τὴν τρίτην·
しかし、クロトンのファウロスについては(彼はオリンピアでの勝利はないが、ピュトにおける五種競技で二度、スタディオン走で三度目の勝利を収めた。
ἐναυμάχησε δὲ καὶ ἐναντία τοῦ Μήδου ναῦν τε παρασκευασάμενος οἰκείαν καὶ Κροτωνιατῶν ὁπόσοι ἐπεδήμουν τῇ Ἑλλάδι ἀνεβίβασεν— τούτου ἐστὶν ἀνδριὰς ἐν Δελφοῖς. τὰ μὲν δὴ ἐς τὸν Κροτωνιάτην οὕτως εἶχεν, ἐσελθόντι δὲ ἐς τὸ τέμενος
また、彼は自前の船を準備し、ギリシアに滞在していたクロトン人のすべてを乗船させて、ペルシア人に敵対して海戦を戦った人物である)、この男の彫像がデルフォイにある。
§10.9.3χαλκοῦς ταῦρος τέχνη μὲν Θεοπρόπου ἐστὶν Αἰγινήτου, Κορκυραίων δὲ ἀνάθημα.
このクロトン人に関する事柄は以上の通りであるが、聖域へと入る者にとって、青銅の雄牛があり、これはアイギナのテオプロポスの作であり、コルキュラ人の奉納物である。
λέγεται δὲ ὡς ταῦρος ἐν τῇ Κορκύρᾳ καταλιπὼν τὰς ἄλλας βοῦς καὶ ἀπὸ τῆς νομῆς κατερχόμενος ἐμυκᾶτο ἐπὶ θαλάσσῃ·
コルキュラにおいて、一頭の雄牛が他の雌牛たちを残して牧草地から下りていき、海の近くで吼えていたと言われている。
γινομένου δὲ ἐπὶ ἡμέρᾳ πάσῃ τοῦ αὐτοῦ κάτεισιν ἐπὶ θάλασσαν ὁ βουκόλος, καὶ εἶδεν ἰχθύων τῶν θύννων ἀτέκμαρτόν τι ἀριθμῷ πλῆθος.
毎日同じことが繰り返されるので、牛飼いが海へと下りていくと、数えきれないほど膨大な数のマグロの群れを目にした。
§10.9.4καὶ ὁ μὲν δῆλα τοῖς ἐν τῇ πόλει Κορκυραίοις ἐποίησεν·
そこで彼は、市内のコルキュラ人たちにこのことを知らせた。
οἱ δὲ—ἑλεῖν γὰρ τοὺς θύννους προαιρούμενοι τὴν ἄλλως ταλαιπωρίαν εἶχον—θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς·
彼らは――というのも、マグロを捕らえようと望んだものの、無駄な苦労を重ねていたからであるが――使節をデルフォイへと派遣した。
καὶ οὕτω Ποσειδῶνί τε ἐκεῖνον θύουσι τὸν ταῦρον καὶ αὐτίκα μετὰ τὴν θυσίαν αἱροῦσι τοὺς ἰχθῦς, καί σφισι τὸ ἀνάθημα ἐν Ὀλυμπίᾳ τε καὶ ἐν Δελφοῖς ἐστιν ἡ δεκάτη τῆς ἄγρας.
そして彼らはそのようにしてポセイドンにあのアカウシを捧げ、生贄を捧げた直後に魚を捕らえることができた。 彼らのオリンピアおよびデルフォイにおける奉納物は、その漁獲の十分の一である。
§10.9.5ἐφεξῆς δὲ Τεγεατῶν ἀναθήματα ἀπὸ Λακεδαιμονίων Ἀπόλλων ἐστὶ καὶ Νίκη καὶ οἱ ἐπιχώριοι τῶν ἡρώων, Καλλιστώ τε ἡ Λυκάονος καὶ Ἀρκὰς ὁ ἐπώνυμος τῆς γῆς καὶ οἱ τοῦ Ἀρκάδος παῖδες Ἔλατος καὶ Ἀφείδας καὶ Ἀζάν, ἐπὶ δὲ αὐτοῖς Τρίφυλος·
その次にあるのは、ラケダイモン人に対するテゲア人の奉納物であり、アポロン、ニケ、そしてその土地の英雄たち、すなわちリュカオンの娘カリスト、その土地の名の由来となったアルカス、アルカスの息子たちであるエラトス、アフェイダス、アザン、そして彼らに加えてトリピュロスである。
τούτῳ δὲ ἦν οὐκ Ἐρατὼ τῷ Τριφύλῳ μήτηρ, ἀλλὰ Λαοδάμεια ἡ Ἀμύκλα τοῦ ἐν Λακεδαίμονι βασιλεύσαντος·
このトリピュロスにとって、母親はエラトではなく、ラケダイモンを支配したアミュクラスの娘ラオダメイアであった。
ἀνάκειται δὲ καὶ Ἔρασος Τριφύλου παῖς.
またトリピュロスの息子エラソスも奉納されている。
§10.9.6οἱ δὲ εἰργασμένοι τὰ ἀγάλματα Παυσανίας ἐστὶν Ἀπολλωνιάτης, οὗτος μὲν τόν τε Ἀπόλλωνα καὶ Καλλιστώ, τὴν δὲ Νίκην καὶ τοῦ Ἀρκάδος τὴν εἰκόνα ὁ Σικυώνιος Δαίδαλος·
それらの像を製作した彫刻家たちは、アポロニアのパウサニアス(彼はアポロンとカリストを製作した)、およびシキュオンのダイダロス(彼はニケとアルカスの肖像を製作した)である。
Ἀντιφάνης δὲ Ἀργεῖος καὶ Σαμόλας Ἀρκάς, οὗτος μὲν τὸν Τρίφυλον καὶ Ἀζᾶνα, Ἔλατον δὲ καὶ Ἀφείδαντά τε καὶ Ἔρασον ὁ Ἀργεῖος.
またアルゴスのアンティファネスとアルカディアのサモラスであり、後者はトリピュロスとアザンを、前者のアルゴス人はエラトス、アフェイダス、エラソスを製作した。
ταῦτα μὲν δὴ οἱ Τεγεᾶται ἔπεμψαν ἐς Δελφούς, Λακεδαιμονίους ὅτε ἐπὶ σφᾶς ἐστρατεύσαντο αἰχμαλώτους ἑλόντες·
これらは、ラケダイモン人が彼らに対して遠征してきた際、彼らを捕虜として捕らえたテゲア人たちが、デルフォイに送ったものである。