Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.8.1-10.8.10

アンフィクテュオン評議会とカスタリアの泉

421 / 465 箇所 · ギリシア語

要旨

デルフォイにおけるアンフィクテュオン評議会の起源と歴史的変遷、現在の構成メンバー、およびデルフォイの入口付近の神殿群とカスタリアの泉について説明する。

§10.8.1καταστήσασθαι δὲ συνέδριον ἐνταῦθα Ἑλλήνων οἱ μὲν Ἀμφικτύονα τὸν Δευκαλίωνος νομίζουσι καὶ ἀπὸ τούτου τοῖς συνελθοῦσιν ἐπίκλησιν Ἀμφικτύονας γενέσθαι, Ἀνδροτίων δὲ ἐν τῇ Ἀτθίδι ἔφη συγγραφῇ ὡς τὸ ἐξ ἀρχῆς ἀφίκοντο ἐς Δελφοὺς παρὰ τῶν προσοικούντων συνεδρεύοντες, καὶ ὀνομασθῆναι μὲν Ἀμφικτίονας τοὺς συνελθόντας, ἐκνικῆσαι δὲ ἀνὰ χρόνον τὸ νῦν σφισιν ὄνομα.
ギリシア人の評議会がここに設置されたことについて、ある人々はデウカリオンの子アンフィクテュオンがそれを設置し、彼にちなんで集まった人々にアンフィクテュオン人という呼び名が生じたと考えているが、アンドロティオンは『アッティカ誌』の中で、最初彼らは近隣の住民からデルフォイに集まって評議会を形成し、その集まった人々はアンフィクティオン人と名付けられたが、時の経過とともに現在彼らが持つ名前が勝利を収めて定着したのだと述べている。
§10.8.2ὑπὸ μὲν δὴ Ἀμφικτύονος αὐτοῦ φασιν ἐς συνέδριον κοινὸν τοσάδε γένη τοῦ Ἑλληνικοῦ συναχθῆναι, Ἴωνας Δόλοπας Θεσσαλοὺς Αἰνιᾶνας Μάγνητας Μαλιέας Φθιώτας Δωριεῖς Φωκέας Λοκροὺς τῇ Φωκίδι ὁμόρους ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι·
まさにそのアンフィクテュオン自身によって、ギリシア民族のこれほど多くの部族が共通の評議会へと集められたと人々は言っている。 すなわち、イオニア人、ドロプス人、テッサリア人、アイニアネス人、マグネス人、マリエス人、フティオティス人、ドーリス人、フォキス人、そしてクネミス山の麓でフォキスに隣接するロクリス人である。
καταλαβόντων δὲ Φωκέων τὸ ἱερὸν καὶ ὕστερον δεκάτῳ ἔτει λαβόντος πέρας τοῦ πολέμου, μεταβολὴν καὶ τὰ Ἀμφικτυόνων ἔσχε.
しかし、フォキス人が神殿を占拠し、その十年の後に戦争が終結すると、アンフィクテュオンの体制もまた変化を被った。
Μακεδόνες μὲν γὰρ τελεῖν ἐς Ἀμφικτύονας εὕραντο, Φωκέων δὲ τὸ ἔθνος καὶ ἐκ τοῦ Δωρικοῦ Λακεδαιμόνιοι μετασχόντες ἐπαύσαντο Ἀμφικτυονίας, οἱ μὲν τοῦ τολμήματος ἕνεκα οἱ Φωκεῖς, οἱ δὲ συμμαχίας εὕραντο οἱ Λακεδαιμόνιοι τῆς Φωκέων ζημίαν.
なぜなら、マケドニア人はアンフィクテュオン会に加わる権利を得たが、フォキス人の民族、およびドーリス人の中から彼らの同盟に参加していたラケダイモン人たちはアンフィクテュオン会への参加を失った。 フォキス人たちはその不届きな行為のために、ラケダイモン人たちはフォキス人との同盟に対する罰として、この損失を被ったのである。
§10.8.3Βρέννου δὲ τὸν Γαλατῶν στρατὸν ἀγαγόντος ἐς Δελφοὺς προθυμίαν ἐς τὸν πόλεμον οἱ Φωκεῖς πλείστην τοῦ Ἑλληνικοῦ παρέσχοντο, καὶ ἀπὸ τοῦ ἔργου τούτου μετασχεῖν Ἀμφικτυονίας αὖθις καὶ ἐς τὰ ἄλλα ἐγένετο ἀξίωμα αὐτοῖς ἀνασώσασθαι τὸ ἀρχαῖον.
ブレンノスがガラティア人の軍勢をデルフォイへと率いた際、フォキス人たちはギリシア人の中で最も大きな熱意を戦争に対して示し、この功績によって再びアンフィクテュオン会に参加することとなり、その他の点においても古代の地位を回復することに成功した。
βασιλεὺς δὲ Αὔγουστος μετεῖναι καὶ Νικοπολίταις τοῖς πρὸς τῷ Ἀκτίῳ συνεδρίου τοῦ Ἀμφικτυόνων ἠθέλησε·
また、皇帝アウグストゥスはアクティウムの近くのニコポリスの住民をもアンフィクテュオンの評議会に参画させることを望んだ。
Μάγνητας μὲν οὖν καὶ Μαλιεῖς καὶ Αἰνιᾶνας καὶ Φθιώτας Θεσσαλοῖς συντελεῖν, τὰς ψήφους δὲ ὅσαι τούτων τε καὶ Δολόπων—οὐ γὰρ ἔτι ἦν Δολόπων γένος—Νικοπολίτας φέρειν.
そこで、マグネス人、マリエス人、アイニアネス人、フティオティス人はテッサリア人に帰属させ、これらおよびドロプス人(ドロプス人の部族はもはや存在していなかったため)が持っていたすべての票をニコポリス人が投じることとした。
§10.8.4οἱ δὲ Ἀμφικτύονες οἱ ἐπʼ ἐμοῦ τριάκοντα ἀριθμῷ ἦσαν·
私の時代におけるアンフィクテュオンの議員は、その数が三十人であった。
ἐκ Νικοπόλεως μὲν καὶ Μακεδονίας τε καὶ Θεσσαλῶν, ἀπὸ ἑκάστων ἀριθμῷ ἦσαν ἕξ, ἐκ δὲ Βοιωτῶν—Θεσσαλίαν γὰρ καὶ οὗτοι τὰ ἀρχαιότερα ᾤκησαν καὶ Αἰολεῖς τηνικαῦτα ἐκαλοῦντο—καὶ ἐκ Φωκέων τε καὶ Δελφῶν, παρὰ τούτων δύο ἑκάστων·
ニコポリス、マケドニア、およびテッサリア人からは、それぞれから六人ずつであり、ボイオティア人(なぜなら彼らもまた古代にはテッサリアに住み、当時はアイオリス人と呼ばれていたからである)、フォキス人、およびデルフォイ人からは、それぞれ二人が送られていた。
εἷς δʼ ἐκ Δωρίδος τῆς ἀρχαίας.
そして一人が古代のドーリスからであった。
§10.8.5πέμπουσι δὲ καὶ Λοκροὶ οἵ τε καλούμενοι Ὀζόλαι καὶ οἱ πέραν Εὐβοίας ἕνα ἑκάτεροι, καὶ Εὐβοεύς ἐστιν εἷς·
また、オゾラと呼ばれるロクリス人と、エウボイアの対岸のロクリス人がそれぞれ一人ずつを送り、エウボイア人が一人であった。
Πελοποννησίων δὲ ἐξ Ἄργους καὶ Σικυῶνος καὶ Κορίνθου σὺν Μεγαρεῦσίν ἐστιν εἷς καὶ εἷς Ἀθηναῖος.
ペロポネソス人からはアルゴス、シキュオン、コリントスからメガラ人と共に一人が送られ、アテナイ人が一人であった。
αἱ μὲν δὴ πόλεις Ἀθῆναι καὶ Δελφοὶ καὶ ἡ Νικόπολις, αὗται μὲν ἀποστέλλουσι συνεδρεύσοντας ἐς Ἀμφικτυονίαν πᾶσαν· ἀπὸ δὲ ἐθνῶν τῶν κατειλεγμένων ἑκάστῃ πόλει ἀνὰ μέρος ἐς Ἀμφικτύονας καὶ ἐν χρόνου περιόδῳ συντελεῖν ἔστιν.
アテナイ、デルフォイ、ニコポリスという都市自体は、すべてのアンフィクテュオン評議会に議員を派遣するが、上述の民族からは、それぞれの都市が交代で、一定の期間内にアンフィクテュオン会に参加することが定められている。
§10.8.6ἐσελθόντι δὲ ἐς τὴν πόλιν εἰσὶν ἐφεξῆς ναοί·
街に入ると、寺院が並んでいる。
καὶ ὁ μὲν πρῶτος αὐτῶν ἐρείπια ἦν, ὁ ἐπὶ τούτῳ δὲ κενὸς καὶ ἀγαλμάτων καὶ ἀνδριάντων·
その最初のものは廃墟となっており、次のものは神像も肖像彫刻も空であった。
ὁ δὲ αὐτῶν τρίτος καὶ ὁ τέταρτος, ὁ μὲν τῶν ἐν Ῥώμῃ βασιλευσάντων εἶχεν οὐ πολλῶν τινῶν εἰκόνας, ὁ τέταρτος δὲ Ἀθηνᾶς καλεῖται Προνοίας.
それらの三番目と四番目は、三番目にはローマの支配者たちのうちのいく人かの像があり、四番目はプロノイアのアテナの寺院と呼ばれている。
τῶν δὲ ἀγαλμάτων τὸ ἐν τῷ προνάῳ Μασσαλιωτῶν ἀνάθημά ἐστι, μεγέθει τοῦ ἔνδον ἀγάλματος μεῖζον.
それらの像のうち、前室にあるものはマッサリア人の奉納物であり、内部にある像よりも大きさにおいて大きい。
οἱ δὲ Μεσσαλιῶται Φωκαέων εἰσὶν ἄποικοι τῶν ἐν Ἰωνίᾳ, μοῖρα καὶ αὕτη τῶν ποτε Ἅρπαγον τὸν Μῆδον φυγόντων ἐκ Φωκαίας·
マッサリア人はイオニアのフォカイア人の入植者であり、かつてペルシア人ハルパゴスから逃れてフォカイアから去った者たちの一部である。
γενόμενοι δὲ ναυσὶν ἐπικρατέστεροι Καρχηδονίων τήν τε γῆν ἣν ἔχουσιν ἐκτήσαντο καὶ ἐπὶ μέγα ἀφίκοντο εὐδαιμονίας.
彼らは船によってカルタゴ人に対して優勢となり、現在所有している土地を獲得し、大いなる繁栄に達した。
§10.8.7τῶν μὲν δὴ Μασσαλιωτῶν χαλκοῦν τὸ ἀνάθημά ἐστι· χρυσοῦ δὲ ἀσπίδα ὑπὸ Κροίσου τοῦ Λυδοῦ τῇ Ἀθηνᾷ τῇ Προνοίᾳ δοθεῖσαν, ἐλέγετο ὑπὸ τῶν Δελφῶν ὡς Φιλόμηλος αὐτὴν ἐσύλησε.
マッサリア人の奉納物はブロンズ製であるが、リュディアのクロイソスによってプロノイアのアテナに贈られた金製の盾については、フィロメロスがそれを略奪したとデルフォイの人々によって言われていた。
πρὸς δὲ τῷ ἱερῷ τῆς Προνοίας Φυλάκου τέμενός ἐστιν ἥρωος·
プロノイアの神殿の近くには、英雄フュラコスの神域がある。
καὶ ὁ Φύλακος οὗτος ὑπὸ Δελφῶν ἔχει φήμην κατὰ τὴν ἐπιστρατείαν σφίσιν ἀμῦναι τὴν Περσῶν.
このフュラコスは、ペルシア人の遠征の際、自分たちを防御してくれたという噂をデルフォイの人々の間で持たれている。
§10.8.8ἐν δὲ τοῦ γυμνασίου τῷ ὑπαίθρῳ πεφυκέναι ποτὲ ἀγρίαν φασὶν ὕλην, καὶ Ὀδυσσέα, ἡνίκα ὡς τὸν Αὐτόλυκον ἀφικόμενος μετὰ τοῦ Αὐτολύκου τῶν παίδων ἐθήρευε, τότε αὐτὸν τὸ τραῦμα τὸ ὑπὲρ τοῦ γόνατος ἐνταῦθα σχεῖν ὑπὸ τοῦ συός.
体育場の屋外の部分には、かつて野生の森が生い茂っていたと言われており、オデュッセウスがオートリュコスのもとにやって来て、オートリュコスの子らと共に狩りをしていた時、まさにその場所で猪によって膝の上の傷を負ったと言われている。
τραπομένῳ δὲ ἐς ἀριστερὰν ἀπὸ τοῦ γυμνασίου καὶ ὑποκαταβάντι οὐ πλέον ἐμοὶ δοκεῖν ἢ τρία στάδια, ποταμός ἐστιν ὀνομαζόμενος Πλεῖστος·
体育場から左に曲がり、少し下ると(私の考えでは三スタディオンを超えない距離に)、プレイストスと呼ばれる川がある。
οὗτος ὁ Πλεῖστος ἐπὶ Κίρραν τὸ ἐπίνειον Δελφῶν καὶ τὴν ταύτῃ κάτεισι θάλασσαν.
このプレイストス川は、デルフォイの港であるキラ、およびそこにある海へと流れ下っている。
§10.8.9ἐκ δὲ τοῦ γυμνασίου τὴν ἐς τὸ ἱερὸν ἀνιόντι ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ὕδωρ τῆς Κασταλίας, καὶ πιεῖν ἡδὺ καὶ λοῦσθαι καλόν.
体育場から神殿へと登る途中の道の右側には、カスタリアの水があり、飲むのに甘く、浴びるのに美しい。
δοῦναι δὲ τὸ ὄνομα τῇ πηγῇ γυναῖκα λέγουσιν ἐπιχωρίαν, οἱ δὲ ἄνδρα Καστάλιον·
その泉に名前を与えたのは地元の女性であると言う者もいれば、カスタリオスという男性であると言う者もいる。
Πανύασσις δὲ ὁ Πολυάρχου πεποιηκὼς ἐς Ἡρακλέα ἔπη θυγατέρα Ἀχελῴου τὴν Κασταλίαν φησὶν εἶναι.
ポリュアルコスの案内で、ヘラクレスに関する叙事詩を作ったパニュアシスは、カスタリアはアケロオス川の娘であると言っている。
λέγει γὰρ δὴ περὶ τοῦ Ἡρακλέους·
なぜなら、彼はヘラクレスについて以下のように述べているからである。
" Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ.
"雪深きパルナソスを速き足で越え、アケロオスの娘なるカスタリアの不死の水を訪れた。
" §10.8.10ἤκουσα δὲ καὶ ἄλλο τοιόνδε, τὸ ὕδωρ τῇ Κασταλίᾳ ποταμοῦ δῶρον εἶναι τοῦ Κηφισοῦ.
"私はまた、その水はケフィソス川からカスタリアへの贈り物であるという別の話も聞いた。
τοῦτο ἐποίησε καὶ Ἀλκαῖος ἐν προοιμίῳ τῷ ἐς Ἀπόλλωνα·
アルカイオスもアポロンへの前奏曲の中でこれを詩に作っている。
βεβαιοῦνται δὲ οὐχ ἥκιστα οἱ Λιλαιεῖς, οἳ ἐς τοῦ Κηφισοῦ τὴν πηγὴν πέμματα ἐπιχώρια καὶ ἄλλα ὁπόσα νομίζουσιν ἀφιᾶσιν ἔν τισιν εἰρημέναις ἡμέραις, καὶ αὖθις ἐν τῇ Κασταλίᾳ φασὶν αὐτὰ ἀναφαίνεσθαι.
そしてリライアの人々はこれを少なからず裏付けている。 彼らは特定の定められた日に、ケフィソス川の泉に地元の菓子やその他習慣となっているものを投げ入れ、それらが再びカスタリアにおいて現れると言っている。

語釈・文法注

  1. §10.8.1ἐκνικῆσαι — 不定詞 `ἐκνικῆσαι`(勝利を収める、定着する)の主語は、後続する対格 `τὸ νῦν σφισιν ὄνομα`(現在の彼らの名前)である。時が経つにつれて「ウ(upsilon)」で綴られる名前の方が主流となり、元々の「アイ(iota)」の綴りを圧倒したことを示している。
  2. §10.8.2μετασχόντες — アオリスト分詞 `μετασχόντες` は、直前の `ἐκ τοῦ Δωρικοῦ Λακεδαιμόνιοι` に係り、後続の `συμμαχίας ... τῆς Φωκέων` を踏まえると、「フォキス人の同盟(または戦争)に加わった(ラケダイモン人)」という意味。
  3. §10.8.7ἀσπίδα ... δοθεῖσαν — 文頭の対格句 `ἀσπίδα ... δοθεῖσαν` は、後続の従属節(`ὡς` 節)内の目的語 `αὐτήν`(それ)として先取り(prolepsis)された構造である。主文の動詞 `ἐλέγετο` に直接かかるのではなく、文の主要な話題を対格で提示する破格(anacoluthon)の一種。
  4. §10.8.8τραπομένῳ — 与格分詞 `τραπομένῳ` および `ὑποκαταβάντι` は「参照の与格(dative of reference)」であり、道案内や地理的描写において「(そこから左へ)曲がって下る人にとって」という視点を導入する慣用的表現。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.8.1-10.8.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.8.1-10.8.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。