Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.9.1-10.9.6

阿波罗圣域与早期的献纳雕像群

第 422 段,共 465 段 · 希腊语

内容简介

概述德尔斐陡峭的地形与阿波罗圣域的布局,并介绍一系列重要献纳物,包括法乌洛斯雕像、科尔库拉的青铜雄牛,以及特格阿人战胜斯巴达后的英雄雕像群。

§10.9.1Δελφοῖς δὲ ἡ πόλις ἄναντες διὰ πάσης παρέχεται σχῆμα, κατὰ τὰ αὐτὰ δὲ τῇ πόλει τῇ ἄλλῃ καὶ ὁ ἱερὸς περίβολος τοῦ Ἀπόλλωνος.
在德尔斐,城市在整体上呈现出陡峭的上坡形状,与城市其他部分相同,阿波罗的圣域也是如此。
οὗτος δὲ μεγέθει μέγας καὶ ἀνωτάτω τοῦ ἄστεώς ἐστι· τέτμηνται δὲ καὶ ἔξοδοι διʼ αὐτοῦ συνεχεῖς.
这圣域在规模上很大,且位于城区的最高处;其内部也开辟了连续的通道。
ὁπόσα δὲ τῶν ἀναθημάτων εἶναί μοι λόγου μάλιστα ἄξια ἐφαίνετο, ποιησόμεθα αὐτῶν μνήμην.
在这些献纳物中,凡是我认为最值得提及的,我都将予以记载。
§10.9.2ἀθλητὰς μὲν οὖν καὶ ὅσαι ἀγωνισταὶ μουσικῆς τῶν ἀνθρώπων τοῖς πλείοσιν ἐγίνοντο μετὰ οὐδενὸς λογισμοῦ, οὐ πάνυ τι ἡγοῦμαι σπουδῆς ἀξίους· ἀθλητὰς δὲ ὁπόσοι τι καὶ ὑπελείποντο ἐς δόξαν, ἐν λόγῳ σφᾶς ἐδήλωσα τῷ ἐς Ἠλείους.
那么,对于运动员们,以及在大多数人中毫无理由地声名鹊起的音乐竞赛参与者,我认为完全不值得重视;但对于那些留有一定名声的运动员,我已在关于伊利斯人的叙述中说明了他们。
Φαΰλῳ δὲ Κροτωνιάτῃ—Ὀλυμπίασι μὲν οὐκ ἔστιν αὐτῷ νίκη, τὰς δὲ Πυθοῖ πεντάθλου δύο ἀνείλετο καὶ σταδίου τὴν τρίτην· ἐναυμάχησε δὲ καὶ ἐναντία τοῦ Μήδου ναῦν τε παρασκευασάμενος οἰκείαν καὶ Κροτωνιατῶν ὁπόσοι ἐπεδήμουν τῇ Ἑλλάδι ἀνεβίβασεν— τούτου ἐστὶν ἀνδριὰς ἐν Δελφοῖς. τὰ μὲν δὴ ἐς τὸν Κροτωνιάτην οὕτως εἶχεν, ἐσελθόντι δὲ ἐς τὸ τέμενος
至于克罗托那的法乌洛斯——他在奥林匹亚没有获得过胜利,但在皮托赢得了两次五项全能冠军和第三次短跑冠军;他还亲自装备了一艘战船,并召集当时希腊驻留的所有克罗托那人登船,与波斯人进行海战——此人的雕像就在德尔斐。
§10.9.3χαλκοῦς ταῦρος τέχνη μὲν Θεοπρόπου ἐστὶν Αἰγινήτου, Κορκυραίων δὲ ἀνάθημα.
关于这名克罗托那人的情况便是如此;而对于进入圣域的人来说,有一尊青铜雄牛,是埃吉纳人塞奥普罗波斯的作品,为科尔库拉人的献纳物。
λέγεται δὲ ὡς ταῦρος ἐν τῇ Κορκύρᾳ καταλιπὼν τὰς ἄλλας βοῦς καὶ ἀπὸ τῆς νομῆς κατερχόμενος ἐμυκᾶτο ἐπὶ θαλάσσῃ· γινομένου δὲ ἐπὶ ἡμέρᾳ πάσῃ τοῦ αὐτοῦ κάτεισιν ἐπὶ θάλασσαν ὁ βουκόλος, καὶ εἶδεν ἰχθύων τῶν θύννων ἀτέκμαρτόν τι ἀριθμῷ πλῆθος.
据说,在科尔库拉,有一头雄牛离开其他的牛群,从牧场下来,在海边低鸣;由于每天都发生同样的事情,牧牛人便下到海边,看见了数量多得无法估量的金枪鱼群。
§10.9.4καὶ ὁ μὲν δῆλα τοῖς ἐν τῇ πόλει Κορκυραίοις ἐποίησεν· οἱ δὲ—ἑλεῖν γὰρ τοὺς θύννους προαιρούμενοι τὴν ἄλλως ταλαιπωρίαν εἶχον—θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς·
于是他将此事告知了城里的科尔库拉人;而他们——因为虽然想要捕获金枪鱼,却只是白白受累——便向德尔斐派遣了使者;于是他们便将那头雄牛献祭给波塞冬,在献祭之后立刻捕获了这些鱼。
καὶ οὕτω Ποσειδῶνί τε ἐκεῖνον θύουσι τὸν ταῦρον καὶ αὐτίκα μετὰ τὴν θυσίαν αἱροῦσι τοὺς ἰχθῦς, καί σφισι τὸ ἀνάθημα ἐν Ὀλυμπίᾳ τε καὶ ἐν Δελφοῖς ἐστιν ἡ δεκάτη τῆς ἄγρας.
他们在奥林匹亚和德尔斐的献纳物,正是渔获的十分之一。
§10.9.5ἐφεξῆς δὲ Τεγεατῶν ἀναθήματα ἀπὸ Λακεδαιμονίων Ἀπόλλων ἐστὶ καὶ Νίκη καὶ οἱ ἐπιχώριοι τῶν ἡρώων, Καλλιστώ τε ἡ Λυκάονος καὶ Ἀρκὰς ὁ ἐπώνυμος τῆς γῆς καὶ οἱ τοῦ Ἀρκάδος παῖδες Ἔλατος καὶ Ἀφείδας καὶ Ἀζάν, ἐπὶ δὲ αὐτοῖς Τρίφυλος· τούτῳ δὲ ἦν οὐκ Ἐρατὼ τῷ Τριφύλῳ μήτηρ, ἀλλὰ Λαοδάμεια ἡ Ἀμύκλα τοῦ ἐν Λακεδαίμονι βασιλεύσαντος· ἀνάκειται δὲ καὶ Ἔρασος Τριφύλου παῖς.
紧接着是特格阿人战胜拉刻代蒙人后的献纳物:阿波罗、尼刻以及当地的英雄们,包括吕卡翁之女卡利斯托、为这片土地命名的阿耳卡斯、阿耳卡斯的儿子们埃拉托斯、阿斐达斯和阿赞,此外还有特里菲洛斯;而对这位特里菲洛斯而言,他的母亲并非埃拉托,而是曾统治拉刻代蒙的阿米克拉斯之女拉奥达梅亚;此外还奉献有特里菲洛斯之子埃拉索斯。
§10.9.6οἱ δὲ εἰργασμένοι τὰ ἀγάλματα Παυσανίας ἐστὶν Ἀπολλωνιάτης, οὗτος μὲν τόν τε Ἀπόλλωνα καὶ Καλλιστώ, τὴν δὲ Νίκην καὶ τοῦ Ἀρκάδος τὴν εἰκόνα ὁ Σικυώνιος Δαίδαλος· Ἀντιφάνης δὲ Ἀργεῖος καὶ Σαμόλας Ἀρκάς, οὗτος μὲν τὸν Τρίφυλον καὶ Ἀζᾶνα, Ἔλατον δὲ καὶ Ἀφείδαντά τε καὶ Ἔρασον ὁ Ἀργεῖος.
制作这些雕像的工匠是:阿波罗尼亚的保萨尼亚斯,他制作了阿波罗和卡利斯托;而西锡安的戴达洛斯制作了尼刻和阿耳卡斯的造像;还有阿格斯的安蒂法内斯和阿耳卡狄亚的萨莫拉斯,后者制作了特里菲洛斯和阿赞,而阿格斯人则制作了埃拉托斯、阿斐达斯和埃拉索斯。
ταῦτα μὲν δὴ οἱ Τεγεᾶται ἔπεμψαν ἐς Δελφούς, Λακεδαιμονίους ὅτε ἐπὶ σφᾶς ἐστρατεύσαντο αἰχμαλώτους ἑλόντες·
这些正是特格阿人在拉刻代蒙人向他们发动进攻时,将其俘虏后送往德尔斐的献纳物。

词汇与语法注释

  1. 10.9.1Δελφοῖς — 地名复数与格。可以解释为表示地点的与格(“在德尔斐”),或是表示关系/立场的与格(“对于到访德尔斐的人而言”)。
  2. 10.9.2ὅσαι ἀγωνισταὶ μουσικῆς — 关系代词 ὅσαι 是阴性复数,却与阳性名词 ἀγωνισταὶ 搭配。这可能是心理上受到诸如“艺术/技艺”(τέχναι)等阴性概念吸引所致,或者暗示了抄本中阳性形式 ὅσοι 的讹误。
  3. 10.9.2ἐσελθόντι δὲ ἐς τὸ τέμενος — 不定过去时主动语态与格分词。这是旅行导览中典型的“判断者与格”或“关系与格”,意为“对进入圣域的人(的视角)而言”。该结构在逻辑上引出了下一句(§10.9.3)的主语(青铜雄牛)。

引用这一段

保萨尼亚斯, 希腊志 §10.9.1-10.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.9.1-10.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。