Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.7.1-10.7.8

デルフォイ神殿の略奪史とピュティア競技の変遷

420 / 465 箇所 · ギリシア語

要旨

デルフォイ神殿が歴史上被った様々な略奪行為と、ピュティア競技会の歴史における音楽・体育・競馬競技の変遷や追加について述べる。

§10.7.1ἔοικε δὲ ἐξ ἀρχῆς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ὑπὸ ἀνθρώπων ἐπιβεβουλεῦσθαι πλείστων ἤδη.
デルフォイの神殿は、最初からすでに非常に多くの人々によって狙われてきたようである。
οὗτός τε ὁ Εὐβοεὺς λῃστὴς καὶ ἔτεσιν ὕστερον τὸ ἔθνος τὸ Φλεγυῶν, ἔτι δὲ Πύρρος ὁ Ἀχιλλέως ἐπεχείρησεν αὐτῷ, καὶ δυνάμεως μοῖρα τῆς Ξέρξου, καὶ οἱ χρόνον τε ἐπὶ πλεῖστον καὶ μάλιστα τοῦ θεοῦ τοῖς χρήμασιν ἐπελθόντες οἱ ἐν Φωκεῦσι δυνάσται, καὶ ἡ Γαλατῶν στρατιά.
このエウボイアの略奪者や、その数年後のフレギュアス人の部族、さらにはアキレウスの子ピュロスがこれに襲いかかり、またクセルクセスの軍勢の一部、そして最も長い期間にわたり、また最も激しく神の財産を襲ったフォキスの支配者たち、そしてガラティア人の軍勢がそうであった。
ἔμελλε δὲ ἄρα οὐδὲ τῆς Νέρωνος ἐς πάντα ὀλιγωρίας ἀπειράτως ἕξειν, ὃς τὸν Ἀπόλλωνα πεντακοσίας θεῶν τε ἀναμὶξ ἀφείλετο καὶ ἀνθρώπων εἰκόνας χαλκᾶς.
そして、万事において神を軽視したネロのそれをも免れ得ない運命にあったようである。 彼はアポロンから、神々と人間の混ざり合った五百体のブロンズ像を奪い去ったのである。
§10.7.2ἀρχαιότατον δὲ ἀγώνισμα γενέσθαι μνημονεύουσι καὶ ἐφʼ ᾧ πρῶτον ἆθλα ἔθεσαν, ᾆσαι ὕμνον ἐς τὸν θεόν·
最も古い競技であり、最初に賞が設けられたのは、神への賛歌を歌うことであったと人々は記憶している。
καὶ ᾖσε καὶ ἐνίκησεν ᾄδων Χρυσόθεμις ἐκ Κρήτης, οὗ δὴ ὁ πατὴρ λέγεται Καρμάνωρ καθῆραι Ἀπόλλωνα.
そして、クレータ出身のクリュソテミスが歌って勝利した。 彼の父カルマノルがアポロンを浄めたと言われている。
Χρυσοθέμιδος δὲ ὕστερον Φιλάμμωνά τε ᾠδῇ μνημονεύουσι νικῆσαι καὶ ἐπʼ ἐκείνῳ Θάμυριν τὸν Φιλάμμωνος.
クリュソテミスの後には、フィラモンが歌で勝利し、その次にはフィラモンの子タミュリスが勝利したと人々は記憶している。
Ὀρφέα δὲ σεμνολογίᾳ τῇ ἐπὶ τελεταῖς καὶ ὑπὸ φρονήματος τοῦ ἄλλου καὶ Μουσαῖον τῇ ἐς πάντα μιμήσει τοῦ Ὀρφέως οὐκ ἐθελῆσαί φασιν αὐτοὺς ἐπὶ ἀγῶνι μουσικῆς ἐξετάζεσθαι.
しかし、オルフェウスは秘儀に関する厳かな教えとその他の自尊心のために、またムサイオスはオルフェウスを万事において模倣したために、音楽の競技において審査されることを自ら望まなかったと言われている。
§10.7.3φασὶ δὲ καὶ Ἐλευθῆρα ἀνελέσθαι Πυθικὴν νίκην μέγα καὶ ἡδὺ φωνοῦντα, ἐπεὶ ᾄδειν γε αὐτὸν οὐχ αὑτοῦ τὴν ᾠδήν.
また、エレウテルも、その声が大きく快いものであったためにピュティアの勝利を手にしたと言われているが、彼自身は自分の作ではない歌を歌っていたのである。
λέγεται δὲ καὶ Ἡσίοδον ἀπελαθῆναι τοῦ ἀγωνίσματος ἅτε οὐ κιθαρίζειν ὁμοῦ τῇ ᾠδῇ δεδιδαγμένον.
また、ヘシオドスは、歌と同時にキタラを弾くことを学んでいなかったために、競技から退けられたと言われている。
Ὅμηρος δὲ ἀφίκετο μὲν ἐς Δελφοὺς ἐρησόμενος ὁπόσα καὶ ἐδεῖτο, ἔμελλε δὲ αὐτῷ καὶ κιθαρίζειν διδαχθέντι ἀχρεῖον τὸ μάθημα ὑπὸ τῶν ὀφθαλμῶν τῆς συμφορᾶς γενήσεσθαι.
ホメロスは、自分が必要とする事柄を尋ねるためにデルフォイにやって来たが、もし彼がキタラ演奏を学んだとしても、彼の目の不幸のために、その技術は彼にとって無用のものとなったであろう。
§10.7.4τῆς δὲ τεσσαρακοστῆς Ὀλυμπιάδος καὶ ὀγδόης, ἣν Γλαυκίας ὁ Κροτωνιάτης ἐνίκησε, ταύτης ἔτει τρίτῳ ἆθλα ἔθεσαν οἱ Ἀμφικτύονες κιθαρῳδίας μὲν καθὰ καὶ ἐξ ἀρχῆς, προσέθεσαν δὲ καὶ αὐλῳδίας ἀγώνισμα καὶ αὐλῶν·
クロトン出身のグラウキアスが優勝した第四十八回オリンピア期、その第三年にアンフィクテュオンたちは、最初からのようにキタラ弾き語りの賞を設けたが、さらにフルート弾き語りとフルート独奏の競技をも追加した。
ἀνηγορεύθησαν δὲ νικῶντες Κεφαλήν τε Μελάμπους κιθαρῳδίᾳ καὶ αὐλῳδὸς Ἀρκὰς Ἐχέμβροτος, Σακάδας δὲ Ἀργεῖος ἐπὶ τοῖς αὐλοῖς·
そして、キタラ弾き語りではメランプスの子ケファレンが、フルート弾き語りではアルカディア人のエケムブロトスが、フルート独奏ではアルゴス人のサカダスが勝者として宣言された。
ἀνείλετο δὲ ὁ Σακάδας οὗτος καὶ ἄλλας δύο τὰς ἐφεξῆς ταύτης πυθιάδας.
このサカダスはこれに続くさらに二回のピュティア祭でも勝利を手にした。
§10.7.5ἔθεσαν δὲ καὶ ἆθλα τότε ἀθληταῖς πρῶτον, τά τε ἐν Ὀλυμπίᾳ πλὴν τεθρίππου καὶ αὐτοὶ νομοθετήσαντες δολίχου καὶ διαύλου παισὶν εἶναι δρόμον.
また、この時彼らは、競技者のための賞をも初めて設けた。 それは四頭立て戦車競走を除くオリンピアの競技と同じものであり、彼ら自身が少年たちのために長距離競走と往復競走を定めたものである。
δευτέρᾳ δὲ πυθιάδι οὐκ ἐπὶ ἄθλοις ἐκάλεσαν ἔτι ἀγωνίζεσθαι, στεφανίτην δὲ τὸν ἀγῶνα ἀπὸ τούτου κατεστήσαντο·
第二回ピュティア祭においては、もはや物質的な賞を目指して競うようには招かず、これ以降、この競技会を冠大会とした。
καὶ αὐλῳδίαν τότε κατέλυσαν, καταγνόντες οὐκ εἶναι τὸ ἄκουσμα εὔφημον·
また、その時に彼らはフルート弾き語りを廃止した。 その響きが不吉なものであると判断したからである。
ἡ γὰρ αὐλῳδία μέλη τε ἦν αὐλῶν τὰ σκυθρωπότατα καὶ ἐλεγεῖα προσᾳδόμενα τοῖς αὐλοῖς.
なぜなら、フルート弾き語りはフルートのきわめて憂鬱な旋律であり、フルートに合わせてエレゲイアが歌われるものだったからである。
§10.7.6μαρτυρεῖ δέ μοι καὶ τοῦ Ἐχεμβρότου τὸ ἀνάθημα, τρίπους χαλκοῦς ἀνατεθεὶς τῷ Ἡρακλεῖ τῷ ἐν Θήβαις·
エケムブロトスの奉納物も私にとっての証拠となっている。 それはテーバイのヘラクレスに奉納されたブロンズの三脚釜である。
ἐπίγραμμα δὲ ὁ τρίπους εἶχεν·
その三脚釜には次のような銘文があった。
" Ἐχέμβροτος Ἀρκὰς θῆκε τῷ Ἡρακλεῖ νικήσας τόδʼ ἄγαλμʼ Ἀμφικτυόνων ἐν ἀέθλοις, Ἕλλησι δʼ ἀείδων μέλεα καὶ ἐλέγους.
"アルカディア人エケムブロトスは、アンフィクテュオンの競技において勝利し、ギリシア人たちに歌とエレゲイアを歌い、この贈り物をヘラクレスに捧げた。
" κατὰ τοῦτο μὲν τῆς αὐλῳδίας ἐπαύσθη τὸ ἀγώνισμα·
"これによって、フルート弾き語りの競技は中止された。
προσέθεσαν δὲ καὶ ἵππων δρόμον, ἀνηγορεύθη δὲ ἐπὶ τῷ ἅρματι Κλεισθένης ὁ Σικυῶνος τυραννήσας.
しかし彼らは競馬を追加し、戦車競走においては、シキュオンの僭主となったクレイステネスが勝者として宣言された。
§10.7.7ὀγδόῃ δὲ πυθιάδι προσενομοθέτησαν κιθαριστὰς τοὺς ἐπὶ τῶν κρουμάτων τῶν ἀφώνων·
第八回ピュティア祭において、彼らはさらに、歌を伴わない楽器演奏のためのキタラ奏者を規定した。
καὶ Τεγεάτης ἐστεφανοῦτο Ἀγέλαος.
そしてテゲアのアゲラオスが戴冠された。
τρίτῃ δὲ πυθιάδι ἐπὶ ταῖς εἴκοσι προστιθέασιν ὁπλίτην δρόμον·
第二十三回ピュティア祭において、彼らは武装競走を追加した。
καὶ ἐπʼ αὐτῷ Τιμαίνετος ἐκ Φλιοῦντος ἀνείλετο τὴν δάφνην, Ὀλυμπιάσιν ὕστερον πέντε ἢ Δαμάρετος Ἡραιεὺς ἐνίκησεν.
そして、フリウス出身のティマイネトスがこの競技において月桂冠を手にした。 これは、ヘライアのダマレトスがオリンピアで勝利する五回前のことであった。
ὀγδόῃ δὲ ἐπὶ τεσσαράκοντα πυθιάδι καὶ συνωρίδος εἶναι κατεστήσαντο δρόμον·
第四十八回ピュティア祭において、彼らはまた二頭立て戦車競走を制定した。
καὶ Ἐξηκεστίδου Φωκέως ἐνίκησεν ἡ συνωρίς.
そして、フォキス人エクセケスティデスの二頭立て戦車が勝利した。
πέμπτῃ δὲ πυθιάδι ἀπὸ ταύτης πώλους ἔζευξαν ὑπὸ ἅρματι·
これより第五回のピュティア祭において、彼らは子馬を戦車に繋いだ。
καὶ παρέδραμεν Ὀρφώνδα Θηβαίου τέθριππον.
そして、テーバイ人オルフォンダスの四頭立て戦車が勝利した。
§10.7.8παγκράτιον δʼ ἐν παισὶ καὶ συνωρίδα τε πώλων καὶ πῶλον κέλητα πολλοῖς ἔτεσιν ὕστερον κατεδέξαντο Ἠλείων, τὸ μὲν πρώτῃ πυθιάδι ἐπὶ ταῖς ἑξήκοντα, καὶ Ἰολαΐδας ἐνίκα Θηβαῖος·
少年のパンクラティオン、子馬の二頭立て戦車競走、そして子馬の騎馬競走は、エリース人たちよりも何年も後に導入された。 前者は第六十一回ピュティア祭において導入され、テーバイのイオライダスが優勝した。
διαλιπόντες δὲ ἀπὸ ταύτης μίαν κέλητι ἔθεσαν δρόμον πώλῳ, ἐνάτῃ δὲ ἐπὶ ταῖς ἑξήκοντα συνωρίδι πωλικῇ, καὶ ἐπὶ μὲν τῷ πώλῳ τῷ κέλητι Λυκόρμας ἀνηγορεύθη Λαρισαῖος, Πτολεμαῖος δὲ ἐπὶ τῇ συνωρίδι Μακεδών·
これから一回をおいて、彼らは子馬の騎馬競走を、そして第六十九回に子馬の二頭立て戦車競走を設けた。 子馬の騎馬競走ではラリサ出身のリュコルマスが、子馬の二頭立て戦車競走ではマケドニア人のプトレマイオスが勝者と宣言された。
ἔχαιρον γὰρ δὴ Μακεδόνες οἱ ἐν Αἰγύπτῳ καλούμενοι βασιλεῖς, καθάπερ γε ἦσαν.
なぜなら、エジプトの王と呼ばれるマケドニア人たちは、実際にそうであったように、これらの競技を好んだからである。
δάφνης δὲ στέφανος ἐπὶ τῶν Πυθίων τῇ νίκῃ κατʼ ἄλλο μὲν ἐμοὶ δοκεῖν ἐστιν οὐδέν, ὅτι δὲ τῆς Λάδωνος θυγατρὸς Ἀπόλλωνα ἐρασθῆναι κατέσχηκεν ἡ φήμη.
ピュティア祭における勝利に対する月桂樹の冠は、私の考えでは、ラドンの娘にアポロンが恋をしたという噂が定着していること、まさにそのこと以外の理由によるものではない。

語釈・文法注

  1. §10.7.1ἀπειράτως ἕξειν — ἀπειράτως ἔχω に属格(τῆς Νέρωνος ... ὀλιγωρίας)が結合して「〜を経験しないでおく(免れる)」の意味となる。主語は前文から引き継がれた τὸ ἱερὸν(神殿)。
  2. §10.7.2ἐφʼ ᾧ — 関係代名詞 ᾧ の先行詞は、直前の ἀγώνισμα(競技)である。前置詞 ἐπί とともに「それ(競技)に対して」を意味する。
  3. §10.7.2αὐτοὺς — 対格不定詞構文(Ὀρφέα δὲ ... καὶ Μουσαῖον ... οὐκ ἐθελῆσαί φασιν)において、不定詞 ἐξετάζεσθαι の意味上の主語として人称代名詞 αὐτοὺς が重複して挿入された冗長表現。
  4. §10.7.3διδαχθέντι — 与格代名詞 αὐτῷ(ホメロスを指す)に係り、反実仮想の条件(「もし彼がキタラ演奏を教えられたとしても」)を内包する分詞。
  5. §10.7.8καθάπερ γε ἦσαν — 接続詞 καθάπερ に不変化詞 γε がついた形で、「彼らが実際にそうであったように」の意。プトレマイオス朝の王たちが、名ばかりでなく「実際に」マケドニア系血統であったことを強調している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.7.1-10.7.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.7.1-10.7.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。