Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.8.1-10.8.10

安菲克提翁评议会与卡斯塔利亚之泉

第 421 段,共 465 段 · 希腊语

内容简介

阐述德尔斐的安菲克提翁评议会的起源与历史变迁、当前的成员组成,并描绘了德尔斐入口处的神庙群以及卡斯塔利亚之泉。

§10.8.1καταστήσασθαι δὲ συνέδριον ἐνταῦθα Ἑλλήνων οἱ μὲν Ἀμφικτύονα τὸν Δευκαλίωνος νομίζουσι καὶ ἀπὸ τούτου τοῖς συνελθοῦσιν ἐπίκλησιν Ἀμφικτύονας γενέσθαι, Ἀνδροτίων δὲ ἐν τῇ Ἀτθίδι ἔφη συγγραφῇ ὡς τὸ ἐξ ἀρχῆς ἀφίκοντο ἐς Δελφοὺς παρὰ τῶν προσοικούντων συνεδρεύοντες, καὶ ὀνομασθῆναι μὲν Ἀμφικτίονας τοὺς συνελθόντας, ἐκνικῆσαι δὲ ἀνὰ χρόνον τὸ νῦν σφισιν ὄνομα.
关于在此建立希腊人评议会一事,一些人认为德乌卡利翁之子安菲克提翁建立了它,并因此使集会的人得到了安菲克提翁人的称号;而安德罗提翁在《阿提卡志》中则说,起初他们是作为邻近居民的代表来到德尔斐进行集会的,集会的人被称为安菲克提翁人(用ι拼写者),但随着时间的推移,他们现在所拥有的名字(用υ拼写者)逐渐占了上风并固定下来。
§10.8.2ὑπὸ μὲν δὴ Ἀμφικτύονος αὐτοῦ φασιν ἐς συνέδριον κοινὸν τοσάδε γένη τοῦ Ἑλληνικοῦ συναχθῆναι, Ἴωνας Δόλοπας Θεσσαλοὺς Αἰνιᾶνας Μάγνητας Μαλιέας Φθιώτας Δωριεῖς Φωκέας Λοκροὺς τῇ Φωκίδι ὁμόρους ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι·
他们说,正是由安菲克提翁本人将希腊民族的如下部族召集到了一个共同的评议会中:伊奥尼亚人、多洛佩斯人、萨萨利亚人、艾尼亚内斯人、马格内斯人、马利埃斯人、弗提奥提斯人、多利安人、福基斯人,以及在克内米斯山下与福基斯接壤的洛克里斯人。
καταλαβόντων δὲ Φωκέων τὸ ἱερὸν καὶ ὕστερον δεκάτῳ ἔτει λαβόντος πέρας τοῦ πολέμου, μεταβολὴν καὶ τὰ Ἀμφικτυόνων ἔσχε.
但是,在福基斯人强占神庙以及后来第十年战争结束时,安菲克提翁会的体制也发生了改变。
Μακεδόνες μὲν γὰρ τελεῖν ἐς Ἀμφικτύονας εὕραντο, Φωκέων δὲ τὸ ἔθνος καὶ ἐκ τοῦ Δωρικοῦ Λακεδαιμόνιοι μετασχόντες ἐπαύσαντο Ἀμφικτυονίας, οἱ μὲν τοῦ τολμήματος ἕνεκα οἱ Φωκεῖς, οἱ δὲ συμμαχίας εὕραντο οἱ Λακεδαιμόνιοι τῆς Φωκέων ζημίαν.
因为马其顿人争得了加入安菲克提翁会的权利,而福基斯人以及多利安人中曾参与其同盟的拉刻代蒙人则退出了安菲克提翁会;福基斯人是因为其狂妄的不轨行为,而拉刻代蒙人获得这一损失则是作为其与福基斯人结盟的惩罚。
§10.8.3Βρέννου δὲ τὸν Γαλατῶν στρατὸν ἀγαγόντος ἐς Δελφοὺς προθυμίαν ἐς τὸν πόλεμον οἱ Φωκεῖς πλείστην τοῦ Ἑλληνικοῦ παρέσχοντο, καὶ ἀπὸ τοῦ ἔργου τούτου μετασχεῖν Ἀμφικτυονίας αὖθις καὶ ἐς τὰ ἄλλα ἐγένετο ἀξίωμα αὐτοῖς ἀνασώσασθαι τὸ ἀρχαῖον.
当布雷努斯率领加拉太人的军队前往德尔斐时,福基斯人在希腊人中表现出了对战争最大的热忱,凭借这一功绩,他们得以再次参加安菲克提翁会,并在其他方面恢复了他们古老的地位。
βασιλεὺς δὲ Αὔγουστος μετεῖναι καὶ Νικοπολίταις τοῖς πρὸς τῷ Ἀκτίῳ συνεδρίου τοῦ Ἀμφικτυόνων ἠθέλησε· Μάγνητας μὲν οὖν καὶ Μαλιεῖς καὶ Αἰνιᾶνας καὶ Φθιώτας Θεσσαλοῖς συντελεῖν, τὰς ψήφους δὲ ὅσαι τούτων τε καὶ Δολόπων—οὐ γὰρ ἔτι ἦν Δολόπων γένος—Νικοπολίτας φέρειν.
皇帝奥古斯都也希望阿克提乌姆附近的尼科波利斯居民参与安菲克提翁的评议会;因此,他规定马格内斯人、马利埃斯人、艾尼亚内斯人和弗提奥提斯人归并于萨萨利亚人,而尼科波利斯人则投出这些人和多洛佩斯人(因为多洛佩斯人的部族已不复存在)所拥有的所有票数。
§10.8.4οἱ δὲ Ἀμφικτύονες οἱ ἐπʼ ἐμοῦ τριάκοντα ἀριθμῷ ἦσαν· ἐκ Νικοπόλεως μὲν καὶ Μακεδονίας τε καὶ Θεσσαλῶν, ἀπὸ ἑκάστων ἀριθμῷ ἦσαν ἕξ, ἐκ δὲ Βοιωτῶν—Θεσσαλίαν γὰρ καὶ οὗτοι τὰ ἀρχαιότερα ᾤκησαν καὶ Αἰολεῖς τηνικαῦτα ἐκαλοῦντο—καὶ ἐκ Φωκέων τε καὶ Δελφῶν, παρὰ τούτων δύο ἑκάστων· εἷς δʼ ἐκ Δωρίδος τῆς ἀρχαίας.
在我的时代,安菲克提翁的代表在数量上为三十人:来自尼科波利斯、马其顿和萨萨利亚,各为六人;来自波奥蒂亚人(因为他们古时候也居住在萨萨利亚,当时被称为埃奥利斯人)、福基斯人和德尔斐人,各为两人;另有一人来自古老的多里斯。
§10.8.5πέμπουσι δὲ καὶ Λοκροὶ οἵ τε καλούμενοι Ὀζόλαι καὶ οἱ πέραν Εὐβοίας ἕνα ἑκάτεροι, καὶ Εὐβοεύς ἐστιν εἷς· Πελοποννησίων δὲ ἐξ Ἄργους καὶ Σικυῶνος καὶ Κορίνθου σὺν Μεγαρεῦσίν ἐστιν εἷς καὶ εἷς Ἀθηναῖος.
被称为奥佐拉的洛克里斯人和尤波亚对岸的洛克里斯人也各派遣一人,还有一名尤波亚人;而在伯罗奔尼撒人中,来自阿哥斯、西锡安和科林斯,与美加拉人一起共有一人,另有一名雅典人。
αἱ μὲν δὴ πόλεις Ἀθῆναι καὶ Δελφοὶ καὶ ἡ Νικόπολις, αὗται μὲν ἀποστέλλουσι συνεδρεύσοντας ἐς Ἀμφικτυονίαν πᾶσαν· ἀπὸ δὲ ἐθνῶν τῶν κατειλεγμένων ἑκάστῃ πόλει ἀνὰ μέρος ἐς Ἀμφικτύονας καὶ ἐν χρόνου περιόδῳ συντελεῖν ἔστιν.
雅典、德尔斐和尼科波利斯这些城市本身派遣代表参加每一次安菲克提翁会议;但在上述列出的民族中,规定每个城市轮流并在一定的周期内参与安菲克提翁会。
§10.8.6ἐσελθόντι δὲ ἐς τὴν πόλιν εἰσὶν ἐφεξῆς ναοί· καὶ ὁ μὲν πρῶτος αὐτῶν ἐρείπια ἦν, ὁ ἐπὶ τούτῳ δὲ κενὸς καὶ ἀγαλμάτων καὶ ἀνδριάντων· ὁ δὲ αὐτῶν τρίτος καὶ ὁ τέταρτος, ὁ μὲν τῶν ἐν Ῥώμῃ βασιλευσάντων εἶχεν οὐ πολλῶν τινῶν εἰκόνας, ὁ τέταρτος δὲ Ἀθηνᾶς καλεῖται Προνοίας.
进入城市后,有一排神庙:其中第一个神庙已成废墟,紧接着的第二个神庙则是空的,既无神像也无雕像;而它们的第三个和第四个:第三个神庙里有少数在罗马统治过的人的肖像,第四个则被称为普罗诺亚的雅典娜神庙。
τῶν δὲ ἀγαλμάτων τὸ ἐν τῷ προνάῳ Μασσαλιωτῶν ἀνάθημά ἐστι, μεγέθει τοῦ ἔνδον ἀγάλματος μεῖζον.
在这些雕像中,位于前殿的那尊是马萨利亚人的献纳物,在尺寸上比内部的神像还要大。
οἱ δὲ Μεσσαλιῶται Φωκαέων εἰσὶν ἄποικοι τῶν ἐν Ἰωνίᾳ, μοῖρα καὶ αὕτη τῶν ποτε Ἅρπαγον τὸν Μῆδον φυγόντων ἐκ Φωκαίας· γενόμενοι δὲ ναυσὶν ἐπικρατέστεροι Καρχηδονίων τήν τε γῆν ἣν ἔχουσιν ἐκτήσαντο καὶ ἐπὶ μέγα ἀφίκοντο εὐδαιμονίας.
马萨利亚人是伊奥尼亚福凯亚人的殖民者,这也是当年为躲避米底人哈尔帕戈斯而逃离福凯亚的人的一部分;他们通过船只在海上战胜了迦太基人,获得了他们现在拥有的土地,并达到了极大的繁荣。
§10.8.7τῶν μὲν δὴ Μασσαλιωτῶν χαλκοῦν τὸ ἀνάθημά ἐστι· χρυσοῦ δὲ ἀσπίδα ὑπὸ Κροίσου τοῦ Λυδοῦ τῇ Ἀθηνᾷ τῇ Προνοίᾳ δοθεῖσαν, ἐλέγετο ὑπὸ τῶν Δελφῶν ὡς Φιλόμηλος αὐτὴν ἐσύλησε.
马萨利亚人的献纳物是青铜制的;而至于吕底亚人克罗伊斯赠送给普罗诺亚的雅典娜的金盾,德尔斐人说它被菲洛梅洛斯掠夺了。
πρὸς δὲ τῷ ἱερῷ τῆς Προνοίας Φυλάκου τέμενός ἐστιν ἥρωος· καὶ ὁ Φύλακος οὗτος ὑπὸ Δελφῶν ἔχει φήμην κατὰ τὴν ἐπιστρατείαν σφίσιν ἀμῦναι τὴν Περσῶν.
在普罗诺亚神殿的附近,有英雄菲拉科斯的圣地;关于这位菲拉科斯,德尔斐人传说他在波斯人入侵时曾保卫过他们。
§10.8.8ἐν δὲ τοῦ γυμνασίου τῷ ὑπαίθρῳ πεφυκέναι ποτὲ ἀγρίαν φασὶν ὕλην, καὶ Ὀδυσσέα, ἡνίκα ὡς τὸν Αὐτόλυκον ἀφικόμενος μετὰ τοῦ Αὐτολύκου τῶν παίδων ἐθήρευε, τότε αὐτὸν τὸ τραῦμα τὸ ὑπὲρ τοῦ γόνατος ἐνταῦθα σχεῖν ὑπὸ τοῦ συός.
在体育场的露天部分,据说曾长有一片茂密的野生森林,而奥德修斯在来到奥托里科斯处并与奥托里科斯的儿子们一起狩猎时,正是当场在那里被野猪在膝盖上方造成了伤口。
τραπομένῳ δὲ ἐς ἀριστερὰν ἀπὸ τοῦ γυμνασίου καὶ ὑποκαταβάντι οὐ πλέον ἐμοὶ δοκεῖν ἢ τρία στάδια, ποταμός ἐστιν ὀνομαζόμενος Πλεῖστος· οὗτος ὁ Πλεῖστος ἐπὶ Κίρραν τὸ ἐπίνειον Δελφῶν καὶ τὴν ταύτῃ κάτεισι θάλασσαν.
从体育场向左转并稍稍往下走,在我的估算中不超过三斯塔迪翁的地方,有一条名为普莱斯托斯的河流;这条普莱斯托斯河流向德尔斐的港口基拉以及那里的海。
§10.8.9ἐκ δὲ τοῦ γυμνασίου τὴν ἐς τὸ ἱερὸν ἀνιόντι ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ὕδωρ τῆς Κασταλίας, καὶ πιεῖν ἡδὺ καὶ λοῦσθαι καλόν.
从体育场往上走向圣地的道路右侧,有卡斯塔利亚之泉水,甘甜可口,便于沐浴。
δοῦναι δὲ τὸ ὄνομα τῇ πηγῇ γυναῖκα λέγουσιν ἐπιχωρίαν, οἱ δὲ ἄνδρα Καστάλιον· Πανύασσις δὲ ὁ Πολυάρχου πεποιηκὼς ἐς Ἡρακλέα ἔπη θυγατέρα Ἀχελῴου τὴν Κασταλίαν φησὶν εἶναι.
有人说是一个当地的妇女将她的名字给予了这口泉,也有人说是一个叫卡斯塔利奥斯的男子;但波利亚科斯之子、曾创作关于赫拉克勒斯史诗的帕纽阿西斯则说卡斯塔利亚是阿克洛奥斯的女儿。
λέγει γὰρ δὴ περὶ τοῦ Ἡρακλέους· " Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ. "
因为他关于赫拉克勒斯这样说道: “用轻捷的双足跨越积雪的帕尔纳索斯山,来到了阿克洛奥斯之女卡斯塔利亚的不朽之泉。
§10.8.10ἤκουσα δὲ καὶ ἄλλο τοιόνδε, τὸ ὕδωρ τῇ Κασταλίᾳ ποταμοῦ δῶρον εἶναι τοῦ Κηφισοῦ. τοῦτο ἐποίησε καὶ Ἀλκαῖος ἐν προοιμίῳ τῷ ἐς Ἀπόλλωνα·
“我还听到了另一个类似的故事:卡斯塔利亚之水是基菲索斯河赠予它的礼物。
βεβαιοῦνται δὲ οὐχ ἥκιστα οἱ Λιλαιεῖς, οἳ ἐς τοῦ Κηφισοῦ τὴν πηγὴν πέμματα ἐπιχώρια καὶ ἄλλα ὁπόσα νομίζουσιν ἀφιᾶσιν ἔν τισιν εἰρημέναις ἡμέραις, καὶ αὖθις ἐν τῇ Κασταλίᾳ φασὶν αὐτὰ ἀναφαίνεσθαι.
阿尔卡埃乌斯在献给阿波罗的前奏诗中也写到了这一点;而利莱亚人极大地证实了这一点,他们在某些特定的日子里,将当地的糕点和其他按习俗准备的东西投入基菲索斯河的源头,并说这些东西会再次出现在卡斯塔利亚泉中。

词汇与语法注释

  1. §10.8.1ἐκνικῆσαι — 不定式 `ἐκνικῆσαι`(占优势、胜出)的主语是其后的宾格短语 `τὸ νῦν σφισιν ὄνομα`(他们现在的名字)。这表明随着时间的推移,用upsilon拼写的名字逐渐战胜并取代了最初用iota拼写的名字。
  2. §10.8.2μετασχόντες — 不定过去时分词 `μετασχόντες` 修饰前面的 `ἐκ τοῦ Δωρικοῦ Λακεδαιμόνιοι`(来自多利安人的拉刻代蒙人)。结合后文的 `συμμαχίας ... τῆς Φωκέων`,其意思是“曾参与(福基斯人的同盟/战争)的”。
  3. §10.8.7ἀσπίδα ... δοθεῖσαν — 句首的宾格短语 `ἀσπίδα ... δοθεῖσαν` 是对随后从句(`ὡς` 从句)中宾语 `αὐτήν`(它)的先行提引(prolepsis)。这是一种破格文体(anacoluthon),在主句动词 `ἐλέγετο` 出现之前,先用宾格引出全句的核心话题。
  4. §10.8.8τραπομένῳ — 与格分词 `τραπομένῳ` 和 `ὑποκαταβάντι` 作“关系与格(dative of reference)”,是地理或游记描写中引入观察者视角的惯用表达(即“对于向左转并往下走的人来说”)。

引用这一段

保萨尼亚斯, 希腊志 §10.8.1-10.8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.8.1-10.8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。