§10.6.1πόλιν δὲ ἀρχαιοτάτην οἰκισθῆναί φασιν ἐνταῦθα ὑπὸ Παρνασσοῦ, Κλεοδώρας δὲ εἶναι νύμφης παῖδα αὐτόν·
また、きわめて古い都市がパルナッソスによって当地に建設されたと言われており、彼自身はニンフのクレオドラの子であるという。
καί οἱ πατέρας, καθάπερ γε καὶ ἄλλοις τῶν καλουμένων ἡρώων, Ποσειδῶνά τε θεὸν καὶ Κλεόπομπον ἄνδρα ἐπονομάζουσιν.
そして彼に対して、いわゆる英雄たちの他の者たちにもそうであるように、神であるポセイドンと人間であるクレオポンポスの二人を父親として名付けている。
ἀπὸ τούτου δὲ τοῦ Παρνασσοῦ τῷ τε ὄρει τὸ ὄνομα τεθῆναι λέγουσι καὶ Παρνασσίαν ὀνομασθῆναι νάπην·
このパルナッソスにちなんで、山にその名前が与えられ、また渓谷がパルナッシアと名付けられたと言われている。
τῶν πετομένων τε ὀρνίθων τὴν ἀπʼ αὐτῶν μαντείαν γενέσθαι Παρνασσοῦ τὸ εὕρημα.
また、飛び交う鳥たちによる彼らからの鳥占いは、パルナッソスの発見であったという。
§10.6.2ταύτην μὲν οὖν κατακλυσθῆναι τὴν πόλιν ὑπὸ τῶν ὄμβρων τῶν κατὰ Δευκαλίωνα συμβάντων·
さて、この都市はデウカリオンの時代に起こった大雨によって洪水に飲まれた。
τῶν δὲ ἀνθρώπων ὅσοι διαφυγεῖν τὸν χειμῶνα ἠδυνήθησαν, λύκων ὠρυγαῖς ἀπεσώθησαν ἐς τοῦ Παρνασσοῦ τὰ ἄκρα ὑπὸ ἡγεμόσι τῆς πορείας τοῖς θηρίοις, πόλιν δὲ ἣν ἔκτισαν ἐκάλεσαν ἐπὶ τούτῳ Λυκώρειαν.
しかし、嵐から逃れることができた人々のうち、狼の遠吠えによってパルナッソスの山頂へと安全に導かれ、その野獣たちを道案内人として進んだ者たちは、彼らが建設した都市を、このことにちなんでリュコレイアと呼んだ。
§10.6.3λέγεται δὲ καὶ ἄλλος διάφορος λόγος τῷ προτέρῳ, Ἀπόλλωνι ἐκ νύμφης Κωρυκίας γενέσθαι Λύκωρον, καὶ ἀπὸ μὲν Λυκώρου πόλιν Λυκώρειαν, τὸ ἄντρον δὲ ὀνομασθῆναι τὸ Κωρύκιον ἀπὸ τῆς νύμφης.
また、前述のものとは異なる別の話も語られており、アポロンにニンフのコリュキアからリュコーロスが生まれたということ、そしてリュコーロスから都市リュコレイアが、またコリュキオンの洞窟はそのニンフにちなんで名付けられたという。
λέγεται δὲ καὶ τάδε, Κελαινὼ θυγατέρα Ὑάμῳ τῷ Λυκώρου γενέσθαι, Δελφὸν δέ, ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα τὸ ἐφʼ ἡμῶν ἐστι, Κελαινοῦς τε αὐτὸν τῆς Ὑάμου καὶ Ἀπόλλωνος εἶναι.
また次のようなことも言われている。 リュコーロスの子であるヒュアモスに娘ケライノが生まれ、私たちの時代における都市の名の由来であるデルフォスは、ケライノとアポロンの子であると。
§10.6.4οἱ δὲ Καστάλιόν τε ἄνδρα αὐτόχθονα καὶ θυγατέρα ἐθέλουσιν αὐτῷ γενέσθαι Θυίαν, καὶ ἱερᾶσθαί τε τὴν Θυίαν Διονύσῳ πρῶτον καὶ ὄργια ἀγαγεῖν τῷ θεῷ·
また別の人々は、カスタリオスという土着の男がおり、彼にドゥイアという娘が生まれたと主張する。 そしてドゥイアがディオニュソスの最初の女祭司となり、神のために秘儀を執り行ったという。
ἀπὸ ταύτης δὲ καὶ ὕστερον ὅσαι τῷ Διονύσῳ μαίνονται Θυιάδας καλεῖσθαι σφᾶς ὑπὸ ἀνθρώπων·
そして彼女にちなんで、後にディオニュソスのために狂乱する女たち全員が、人々によってドゥイアデスと呼ばれるようになった。
Ἀπόλλωνος δʼ οὖν παῖδα καὶ Θυίας νομίζουσιν εἶναι Δελφόν.
いずれにせよ彼らは、デルフォスをアポロンとドゥイアの子であると考えている。
οἱ δὲ μητρὸς Μελαίνης φασὶν αὐτόν, θυγατρὸς Κηφισοῦ.
また他の人々は、彼をケフィソスの娘メライネを母とする子であると言っている。
§10.6.5χρόνῳ δὲ ὕστερον καὶ Πυθὼ τὴν πόλιν, οὐ Δελφοὺς μόνον ἐκάλεσαν οἱ περιοικοῦντες, καθὰ καὶ Ὁμήρῳ πεποιημένα ἐν καταλόγῳ Φωκέων ἐστίν.
のちに、周辺の住民たちはこの都市をデルフォイと呼ぶだけでなく、ピュトとも呼んだ。 それはホメロスがフォキスの軍船目録において歌った通りである。
οἱ μὲν δὴ γενεαλογεῖν τὰ πάντα ἐθέλοντες παῖδα εἶναι Δελφοῦ Πύθην καὶ ἀπὸ τούτου βασιλεύσαντος γενέσθαι τῇ πόλει τὸ ὄνομα ἥγηνται·
さて、あらゆるものの系譜を作ろうとする人々は、デルフォスの子にピュテースがおり、彼が王となったことから都市の名前が生じたと考えている。
λόγος δὲ ὃς ἥκει τῶν ἀνθρώπων ἐς τοὺς πολλούς, τὸν ὑπὸ τοῦ Ἀπόλλωνος τοξευθέντα σήπεσθαί φησιν ἐνταῦθα, καὶ διὰ τοῦτο ὄνομα τῇ πόλει γενέσθαι Πυθώ·
しかし、多くの人々の間に伝わっている話は、アポロンによって射殺された者がここで腐敗したと言い、このために都市の名がピュトとなったのだと主張する。
πύθεσθαι γὰρ δὴ τὰ σηπόμενα οἱ τότε ἔλεγον, καὶ τοῦδε ἕνεκα Ὅμηρος πεποίηκεν ὡς ἡ τῶν Σειρήνων νῆσος ἀνάπλεως ὀστῶν εἴη, ὅτι οἱ τῆς ᾠδῆς αὐτῶν ἀκούοντες ἐπύθοντο ἄνθρωποι.
なぜなら、当時の人々は腐敗することをピュテスタイと言っていたからであり、このためにホメロスもセイレンたちの島が骨で満ちていると歌ったのである。 なぜなら彼女らの歌を聞いた人々が朽ち果てたからである。
§10.6.6τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ Ἀπόλλωνος ποιηταὶ μὲν δράκοντα εἶναι καὶ ἐπὶ τῷ μαντείῳ φύλακα ὑπὸ Γῆς τετάχθαι φασί·
アポロンによって殺された者について、詩人たちは彼が竜であり、大地によって神託所の番人として配置されていたと言っている。
λέγεται δὲ καὶ ὡς Κριοῦ δυναστεύοντος ἀνδρὸς περὶ Εὔβοιαν παῖς γένοιτο ὑβριστής, καὶ ἐσύλησε μὲν τοῦ θεοῦ τὸ ἱερόν, ἐσύλησε δὲ καὶ οἴκους ἀνδρῶν εὐδαιμόνων.
しかしまた、エウボイア周辺で権力を握っていたクリオスという男に、不遜な息子が生まれたとも言われている。 そして彼は神の神殿を略奪し、また裕福な人々の家をも略奪した。
ὡς δὲ ἐπεστράτευε καὶ δεύτερον, ἐνταῦθα οἱ Δελφοὶ τὸν Ἀπόλλωνα ἱκέτευον ἀμῦναί σφισι τὸν ἐπιόντα κίνδυνον·
そして彼が二度目の遠征を行おうとしたとき、ここでデルフォイの人々は、迫り来る危険を自分たちから防いでくれるようアポロンに哀願した。
§10.6.7καὶ ἡ Φημονόη πρόμαντις τηνικαῦτα οὖσα ἐν ἑξαμέτρῳ σφίσιν ἔχρησεν·
そして、当時女預言者であったフェモノエが、ヘクサメトロスで彼らに神託を与えた。
"
ἀγχοῦ δὴ βαρὺν ἰὸν ἐπʼ ἀνέρι Φοῖβος ἐφήσει
σίντῃ Παρνησσοῖο·
"実に間近に、フォイボスは重い矢を、パルナッソスの害をなす男の上に放つであろう。
φόνου δέ ἑ Κρήσιοι ἄνδρες
χεῖρας ἁγιστεύςουσι·
そしてクレータの男たちが、その殺人の汚れから彼の手を清めるであろう。
τὸ δὲ κλέος οὔ ποτʼ ὀλεῖται. "
その誉れは決して失われることはない。 "