Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.7.1-10.7.8

德尔斐神庙的遭劫与皮托竞技会项目的演变

第 420 段,共 465 段 · 希腊语

内容简介

本节叙述了德尔斐神庙在历史上遭受的屡次掠夺,并详细记录了皮托竞技会中音乐、体育和马术比赛项目的历史演变与增设。

§10.7.1ἔοικε δὲ ἐξ ἀρχῆς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ὑπὸ ἀνθρώπων ἐπιβεβουλεῦσθαι πλείστων ἤδη.
看来,德尔斐的神庙自始至终就已经被极多的人所觊觎。
οὗτός τε ὁ Εὐβοεὺς λῃστὴς καὶ ἔτεσιν ὕστερον τὸ ἔθνος τὸ Φλεγυῶν, ἔτι δὲ Πύρρος ὁ Ἀχιλλέως ἐπεχείρησεν αὐτῷ, καὶ δυνάμεως μοῖρα τῆς Ξέρξου, καὶ οἱ χρόνον τε ἐπὶ πλεῖστον καὶ μάλιστα τοῦ θεοῦ τοῖς χρήμασιν ἐπελθόντες οἱ ἐν Φωκεῦσι δυνάσται, καὶ ἡ Γαλατῶν στρατιά.
这个尤波亚的强盗,以及数年后的弗勒古亚斯部落,还有阿喀琉斯之子皮鲁斯都曾袭击过它,此外还有薛西斯军队的一部分,以及那些在最长的时间里、最猛烈地掠夺神明财产的福基斯统治者,和加拉太人的军队。
ἔμελλε δὲ ἄρα οὐδὲ τῆς Νέρωνος ἐς πάντα ὀλιγωρίας ἀπειράτως ἕξειν, ὃς τὸν Ἀπόλλωνα πεντακοσίας θεῶν τε ἀναμὶξ ἀφείλετο καὶ ἀνθρώπων εἰκόνας χαλκᾶς.
而且,神庙注定也无法幸免于那在万事上都轻慢神明的尼禄的掠夺,他从阿波罗那里夺走了五百尊神与人混杂的青铜雕像。
§10.7.2ἀρχαιότατον δὲ ἀγώνισμα γενέσθαι μνημονεύουσι καὶ ἐφʼ ᾧ πρῶτον ἆθλα ἔθεσαν, ᾆσαι ὕμνον ἐς τὸν θεόν·
人们记得最古老的竞技,也是他们最早设立奖项的,是向神明歌唱赞歌。
καὶ ᾖσε καὶ ἐνίκησεν ᾄδων Χρυσόθεμις ἐκ Κρήτης, οὗ δὴ ὁ πατὴρ λέγεται Καρμάνωρ καθῆραι Ἀπόλλωνα.
克里特人克里索塞米斯进行了歌唱并获胜,据说他的父亲卡尔马诺曾为阿波罗净罪。
Χρυσοθέμιδος δὲ ὕστερον Φιλάμμωνά τε ᾠδῇ μνημονεύουσι νικῆσαι καὶ ἐπʼ ἐκείνῳ Θάμυριν τὸν Φιλάμμωνος.
在克里索塞米斯之后,人们记得菲拉蒙通过歌唱获胜,在其之后是菲拉蒙之子塔米里斯。
Ὀρφέα δὲ σεμνολογίᾳ τῇ ἐπὶ τελεταῖς καὶ ὑπὸ φρονήματος τοῦ ἄλλου καὶ Μουσαῖον τῇ ἐς πάντα μιμήσει τοῦ Ὀρφέως οὐκ ἐθελῆσαί φασιν αὐτοὺς ἐπὶ ἀγῶνι μουσικῆς ἐξετάζεσθαι.
但是,据说奥菲斯因为关于秘仪的庄重威严以及其他的自负,而穆塞奥斯则因为在万事上模仿奥菲斯,他们不愿在音乐竞技中接受评判。
§10.7.3φασὶ δὲ καὶ Ἐλευθῆρα ἀνελέσθαι Πυθικὴν νίκην μέγα καὶ ἡδὺ φωνοῦντα, ἐπεὶ ᾄδειν γε αὐτὸν οὐχ αὑτοῦ τὴν ᾠδήν.
据说埃勒乌特尔也凭借宏大而悦耳的声音赢得了皮托的胜利,尽管他歌唱的并不是他自己的歌。
λέγεται δὲ καὶ Ἡσίοδον ἀπελαθῆναι τοῦ ἀγωνίσματος ἅτε οὐ κιθαρίζειν ὁμοῦ τῇ ᾠδῇ δεδιδαγμένον.
据说赫西俄德也因为没有学过在歌唱的同时弹奏基萨拉琴而被排除在竞技之外。
Ὅμηρος δὲ ἀφίκετο μὲν ἐς Δελφοὺς ἐρησόμενος ὁπόσα καὶ ἐδεῖτο, ἔμελλε δὲ αὐτῷ καὶ κιθαρίζειν διδαχθέντι ἀχρεῖον τὸ μάθημα ὑπὸ τῶν ὀφθαλμῶν τῆς συμφορᾶς γενήσεσθαι.
而荷马来到德尔斐,询问了他所需的一切,但即使他学过弹奏基萨拉琴,由于眼睛的灾祸,这一学习注定对他毫无用处。
§10.7.4τῆς δὲ τεσσαρακοστῆς Ὀλυμπιάδος καὶ ὀγδόης, ἣν Γλαυκίας ὁ Κροτωνιάτης ἐνίκησε, ταύτης ἔτει τρίτῳ ἆθλα ἔθεσαν οἱ Ἀμφικτύονες κιθαρῳδίας μὲν καθὰ καὶ ἐξ ἀρχῆς, προσέθεσαν δὲ καὶ αὐλῳδίας ἀγώνισμα καὶ αὐλῶν·
在克罗顿人格劳基阿斯获胜的第四十八届奥林匹亚期的第三年,近邻同盟像起初那样设立了基萨拉歌唱的奖项,此外他们还增设了长笛歌唱和长笛独奏的竞技。
ἀνηγορεύθησαν δὲ νικῶντες Κεφαλήν τε Μελάμπους κιθαρῳδίᾳ καὶ αὐλῳδὸς Ἀρκὰς Ἐχέμβροτος, Σακάδας δὲ Ἀργεῖος ἐπὶ τοῖς αὐλοῖς·
被宣布为获胜者的是:基萨拉歌唱中的美兰普斯之子凯法伦,长笛歌唱中的阿卡迪亚人埃克姆布罗托斯,以及长笛独奏中的阿哥斯人萨卡达斯。
ἀνείλετο δὲ ὁ Σακάδας οὗτος καὶ ἄλλας δύο τὰς ἐφεξῆς ταύτης πυθιάδας.
这位萨卡达斯还赢得了紧随其后的另外两届皮托竞技会。
§10.7.5ἔθεσαν δὲ καὶ ἆθλα τότε ἀθληταῖς πρῶτον, τά τε ἐν Ὀλυμπίᾳ πλὴν τεθρίππου καὶ αὐτοὶ νομοθετήσαντες δολίχου καὶ διαύλου παισὶν εἶναι δρόμον.
当时他们还首次为体育竞技者设立了奖项,这些奖项除了四马战车外,与奥林匹亚的奖项相同,他们自己还立法规定少年有长跑和双跑的比赛。
δευτέρᾳ δὲ πυθιάδι οὐκ ἐπὶ ἄθλοις ἐκάλεσαν ἔτι ἀγωνίζεσθαι, στεφανίτην δὲ τὸν ἀγῶνα ἀπὸ τούτου κατεστήσαντο·
在第二届皮托竞技会中,他们不再召集竞技者为奖品而战,而是从那时起将该比赛确立为仅授予冠冕的竞技。
καὶ αὐλῳδίαν τότε κατέλυσαν, καταγνόντες οὐκ εἶναι τὸ ἄκουσμα εὔφημον· ἡ γὰρ αὐλῳδία μέλη τε ἦν αὐλῶν τὰ σκυθρωπότατα καὶ ἐλεγεῖα προσᾳδόμενα τοῖς αὐλοῖς.
当时他们还废除了长笛歌唱,认为这种声音不祥;因为长笛歌唱是长笛最忧郁的旋律,并伴随着长笛歌唱哀歌。
§10.7.6μαρτυρεῖ δέ μοι καὶ τοῦ Ἐχεμβρότου τὸ ἀνάθημα, τρίπους χαλκοῦς ἀνατεθεὶς τῷ Ἡρακλεῖ τῷ ἐν Θήβαις· ἐπίγραμμα δὲ ὁ τρίπους εἶχεν· " Ἐχέμβροτος Ἀρκὰς θῆκε τῷ Ἡρακλεῖ νικήσας τόδʼ ἄγαλμʼ Ἀμφικτυόνων ἐν ἀέθλοις, Ἕλλησι δʼ ἀείδων μέλεα καὶ ἐλέγους.
埃克姆布罗托斯的献纳物也为我作证,那是一个献给底比斯赫拉克勒斯的青铜三脚祭器,三脚祭器上刻有铭文: “阿卡迪亚人埃克姆布罗托斯将此美丽的献礼献给赫拉克勒斯,他在近邻同盟的竞技中获胜,为希腊人歌唱旋律与哀歌。
" κατὰ τοῦτο μὲν τῆς αὐλῳδίας ἐπαύσθη τὸ ἀγώνισμα·
“由于这个原因,长笛歌唱的竞技被终止了。
προσέθεσαν δὲ καὶ ἵππων δρόμον, ἀνηγορεύθη δὲ ἐπὶ τῷ ἅρματι Κλεισθένης ὁ Σικυῶνος τυραννήσας.
但他们增设了赛马,而在战车赛中,成为西锡安僭主的克莱斯提尼被宣布为获胜者。
§10.7.7ὀγδόῃ δὲ πυθιάδι προσενομοθέτησαν κιθαριστὰς τοὺς ἐπὶ τῶν κρουμάτων τῶν ἀφώνων· καὶ Τεγεάτης ἐστεφανοῦτο Ἀγέλαος.
在第八届皮托竞技会中,他们另外立法增设了无声弹奏的基萨拉演奏家竞技;特格亚人阿格劳斯被授予冠冕。
τρίτῃ δὲ πυθιάδι ἐπὶ ταῖς εἴκοσι προστιθέασιν ὁπλίτην δρόμον· καὶ ἐπʼ αὐτῷ Τιμαίνετος ἐκ Φλιοῦντος ἀνείλετο τὴν δάφνην, Ὀλυμπιάσιν ὕστερον πέντε ἢ Δαμάρετος Ἡραιεὺς ἐνίκησεν.
在第二十三届皮托竞技会中,他们增设了武装赛跑;弗利乌斯人蒂迈内托斯在此项比赛中赢得了月桂冠,这是在赫赖亚人达马雷托斯在奥林匹亚获胜的五届奥林匹亚期之前。
ὀγδόῃ δὲ ἐπὶ τεσσαράκοντα πυθιάδι καὶ συνωρίδος εἶναι κατεστήσαντο δρόμον· καὶ Ἐξηκεστίδου Φωκέως ἐνίκησεν ἡ συνωρίς.
在第四十八届皮托竞技会中,他们还确立了二马战车的比赛;福基斯人埃克塞塞斯提德斯的二马战车赢得了胜利。
πέμπτῃ δὲ πυθιάδι ἀπὸ ταύτης πώλους ἔζευξαν ὑπὸ ἅρματι· καὶ παρέδραμεν Ὀρφώνδα Θηβαίου τέθριππον.
在此之后的第五届皮托竞技会中,他们将小马套在战车上;底比斯人奥尔丰达斯的四马战车超越对手获胜。
§10.7.8παγκράτιον δʼ ἐν παισὶ καὶ συνωρίδα τε πώλων καὶ πῶλον κέλητα πολλοῖς ἔτεσιν ὕστερον κατεδέξαντο Ἠλείων, τὸ μὲν πρώτῃ πυθιάδι ἐπὶ ταῖς ἑξήκοντα, καὶ Ἰολαΐδας ἐνίκα Θηβαῖος·
少年的潘克拉辛、小马二马战车以及小马单骑赛跑,是在比伊利斯人晚了许多年之后才被引入的。 前者在第六十一届皮托竞技会中被引入,底比斯人伊奥莱达斯获胜。
διαλιπόντες δὲ ἀπὸ ταύτης μίαν κέλητι ἔθεσαν δρόμον πώλῳ, ἐνάτῃ δὲ ἐπὶ ταῖς ἑξήκοντα συνωρίδι πωλικῇ, καὶ ἐπὶ μὲν τῷ πώλῳ τῷ κέλητι Λυκόρμας ἀνηγορεύθη Λαρισαῖος, Πτολεμαῖος δὲ ἐπὶ τῇ συνωρίδι Μακεδών· ἔχαιρον γὰρ δὴ Μακεδόνες οἱ ἐν Αἰγύπτῳ καλούμενοι βασιλεῖς, καθάπερ γε ἦσαν.
在此之后相隔一届,他们设立了小马单骑赛跑,在第六十九届设立了小马二马战车;在小马单骑中,拉里萨人吕科尔马斯被宣布为获胜者,而马其顿人托勒密在二马战车中获胜;因为在埃及被称为国王的马其顿人确实喜爱这些,正如他们实际上确实是马其顿人一样。
δάφνης δὲ στέφανος ἐπὶ τῶν Πυθίων τῇ νίκῃ κατʼ ἄλλο μὲν ἐμοὶ δοκεῖν ἐστιν οὐδέν, ὅτι δὲ τῆς Λάδωνος θυγατρὸς Ἀπόλλωνα ἐρασθῆναι κατέσχηκεν ἡ φήμη.
在皮托竞技会中因获胜而授予的月桂冠,在我看来,没有别的原因,只是因为阿波罗爱上拉东之女的传说已经深入人心。

词汇与语法注释

  1. §10.7.1ἀπειράτως ἕξειν — 动词短语 ἀπειράτως ἔχω 搭配属格(τῆς Νέρωνος ... ὀλιγωρίας),意为“未曾经历……”或“未能幸免”。主语是承接前句的 τὸ ἱερὸν(神庙)。
  2. §10.7.2ἐφʼ ᾧ — 关系代词 ᾧ 的先行词是前文的 ἀγώνισμα(竞技)。与介词 ἐπί 连用,表示“针对该项(竞技)”。
  3. §10.7.2αὐτοὺς — 在“对格加不定式”结构中(Ὀρφέα δὲ ... καὶ Μουσαῖον ... οὐκ ἐθελῆσαί φασιν),人称代词 αὐτοὺς 被冗余地插入,作为不定式 ἐξετάζεσθαι 的逻辑主语。
  4. §10.7.3διδαχθέντι — 与格代词 αὐτῷ(指代荷马)的同位分词,带有反事实条件语气(“即便他曾被教会弹奏基萨拉琴”)。
  5. §10.7.8καθάπερ γε ἦσαν — 连词 καθάπερ 加上语气词 γε,意为“正如他们实际上确实是那样”。强调在埃及被称为国王的普托勒密家族实际上确实拥有马其顿血统。

引用这一段

保萨尼亚斯, 希腊志 §10.7.1-10.7.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.7.1-10.7.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。