Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.6.1-10.6.7

德尔斐周边城镇的起源与阿波罗斩杀巨蟒的传说

第 419 段,共 465 段 · 希腊语

内容简介

本文介绍了有关德尔斐的地名、神殿以及周边地区起源的各种神话传说,涉及帕纳塞斯、德乌卡利翁洪水以及阿波罗的后代,探讨了关于阿波罗所杀怪物的两种说法,并引用了第一位女祭司菲莫诺埃的神谕。

§10.6.1πόλιν δὲ ἀρχαιοτάτην οἰκισθῆναί φασιν ἐνταῦθα ὑπὸ Παρνασσοῦ, Κλεοδώρας δὲ εἶναι νύμφης παῖδα αὐτόν· καί οἱ πατέρας, καθάπερ γε καὶ ἄλλοις τῶν καλουμένων ἡρώων, Ποσειδῶνά τε θεὸν καὶ Κλεόπομπον ἄνδρα ἐπονομάζουσιν.
据说,一座极古老的城市曾由帕纳塞斯在此建立,而他本人是仙女克莱奥多拉之子;人们将他的父亲——正如对其他被称为英雄的人一样——同时冠以神明波塞冬和凡人克莱奥蓬波斯的名字。
ἀπὸ τούτου δὲ τοῦ Παρνασσοῦ τῷ τε ὄρει τὸ ὄνομα τεθῆναι λέγουσι καὶ Παρνασσίαν ὀνομασθῆναι νάπην· τῶν πετομένων τε ὀρνίθων τὴν ἀπʼ αὐτῶν μαντείαν γενέσθαι Παρνασσοῦ τὸ εὕρημα.
据说,这座山因这位帕纳塞斯而得名,山谷也被命名为帕纳塞亚;而通过飞鸟进行的占卜则是帕纳塞斯的发明。
§10.6.2ταύτην μὲν οὖν κατακλυσθῆναι τὴν πόλιν ὑπὸ τῶν ὄμβρων τῶν κατὰ Δευκαλίωνα συμβάντων· τῶν δὲ ἀνθρώπων ὅσοι διαφυγεῖν τὸν χειμῶνα ἠδυνήθησαν, λύκων ὠρυγαῖς ἀπεσώθησαν ἐς τοῦ Παρνασσοῦ τὰ ἄκρα ὑπὸ ἡγεμόσι τῆς πορείας τοῖς θηρίοις, πόλιν δὲ ἣν ἔκτισαν ἐκάλεσαν ἐπὶ τούτῳ Λυκώρειαν.
然而,这座城市被德乌卡利翁时代发生的大雨所引发的洪水淹没;在那些得以逃脱风暴的人中,有人在狼嚎的指引下,以这些野兽为旅途的向导,安全抵达了帕纳塞斯的山顶,他们因此将自己建立的城市命名为莱科雷亚。
§10.6.3λέγεται δὲ καὶ ἄλλος διάφορος λόγος τῷ προτέρῳ, Ἀπόλλωνι ἐκ νύμφης Κωρυκίας γενέσθαι Λύκωρον, καὶ ἀπὸ μὲν Λυκώρου πόλιν Λυκώρειαν, τὸ ἄντρον δὲ ὀνομασθῆναι τὸ Κωρύκιον ἀπὸ τῆς νύμφης.
还流传着另一个与前述不同的话,即阿波罗与仙女科里基亚生下了莱科鲁斯,由于莱科鲁斯,城市被命名为莱科雷亚,而科里基安洞穴则因该仙女而得名。
λέγεται δὲ καὶ τάδε, Κελαινὼ θυγατέρα Ὑάμῳ τῷ Λυκώρου γενέσθαι, Δελφὸν δέ, ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα τὸ ἐφʼ ἡμῶν ἐστι, Κελαινοῦς τε αὐτὸν τῆς Ὑάμου καὶ Ἀπόλλωνος εἶναι.
此外还有如下说法:莱科鲁斯的儿子许阿姆斯生了女儿塞莱诺,而德尔斐——我们时代该城市名字的来源——是许阿姆斯之女塞莱诺与阿波罗的儿子。
§10.6.4οἱ δὲ Καστάλιόν τε ἄνδρα αὐτόχθονα καὶ θυγατέρα ἐθέλουσιν αὐτῷ γενέσθαι Θυίαν, καὶ ἱερᾶσθαί τε τὴν Θυίαν Διονύσῳ πρῶτον καὶ ὄργια ἀγαγεῖν τῷ θεῷ· ἀπὸ ταύτης δὲ καὶ ὕστερον ὅσαι τῷ Διονύσῳ μαίνονται Θυιάδας καλεῖσθαι σφᾶς ὑπὸ ἀνθρώπων·
另一些人则主张,卡斯塔利乌斯是一个土生土长的人,他有一个女儿名叫图亚,图亚最先成为狄奥尼索斯的女祭司并为该神举行秘仪;后来,所有为狄奥尼索斯而狂乱的女性都被人们称为“图亚德斯”。
Ἀπόλλωνος δʼ οὖν παῖδα καὶ Θυίας νομίζουσιν εἶναι Δελφόν.
无论如何,他们认为德尔斐是阿波罗与图亚的儿子。
οἱ δὲ μητρὸς Μελαίνης φασὶν αὐτόν, θυγατρὸς Κηφισοῦ.
但也有人说他的母亲是凯菲索斯之女梅莱内。
§10.6.5χρόνῳ δὲ ὕστερον καὶ Πυθὼ τὴν πόλιν, οὐ Δελφοὺς μόνον ἐκάλεσαν οἱ περιοικοῦντες, καθὰ καὶ Ὁμήρῳ πεποιημένα ἐν καταλόγῳ Φωκέων ἐστίν.
在后来的时期,周边的居民不仅称该城为德尔斐,还称其为皮托,正如荷马在福基斯人的船只名录中所写的那样。
οἱ μὲν δὴ γενεαλογεῖν τὰ πάντα ἐθέλοντες παῖδα εἶναι Δελφοῦ Πύθην καὶ ἀπὸ τούτου βασιλεύσαντος γενέσθαι τῇ πόλει τὸ ὄνομα ἥγηνται· λόγος δὲ ὃς ἥκει τῶν ἀνθρώπων ἐς τοὺς πολλούς, τὸν ὑπὸ τοῦ Ἀπόλλωνος τοξευθέντα σήπεσθαί φησιν ἐνταῦθα, καὶ διὰ τοῦτο ὄνομα τῇ πόλει γενέσθαι Πυθώ· πύθεσθαι γὰρ δὴ τὰ σηπόμενα οἱ τότε ἔλεγον, καὶ τοῦδε ἕνεκα Ὅμηρος πεποίηκεν ὡς ἡ τῶν Σειρήνων νῆσος ἀνάπλεως ὀστῶν εἴη, ὅτι οἱ τῆς ᾠδῆς αὐτῶν ἀκούοντες ἐπύθοντο ἄνθρωποι.
那些乐于为一切事物追溯谱系的人认为,皮特斯是德尔斐之子,因他统治为王,该城才得此名;但流传在大多数人中间的说法是,被阿波罗射杀的怪物在此处腐烂,因此该城市的名字变成了皮托;因为当时的人们把腐烂称为“皮特斯泰”,由于这个原因,荷马才写道塞壬的岛屿堆满了骨头,因为听到她们歌声的人都腐烂了。
§10.6.6τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ Ἀπόλλωνος ποιηταὶ μὲν δράκοντα εἶναι καὶ ἐπὶ τῷ μαντείῳ φύλακα ὑπὸ Γῆς τετάχθαι φασί· λέγεται δὲ καὶ ὡς Κριοῦ δυναστεύοντος ἀνδρὸς περὶ Εὔβοιαν παῖς γένοιτο ὑβριστής, καὶ ἐσύλησε μὲν τοῦ θεοῦ τὸ ἱερόν, ἐσύλησε δὲ καὶ οἴκους ἀνδρῶν εὐδαιμόνων.
关于被阿波罗杀死的那位,诗人们说它是巨龙,由大地指派为神谕所的守护者;但也有人说,在克里乌斯统治尤波亚一带时,他生了一个傲慢无礼的儿子,此人不仅掠夺了神的圣殿,还掠夺了富裕人家的房屋。
ὡς δὲ ἐπεστράτευε καὶ δεύτερον, ἐνταῦθα οἱ Δελφοὶ τὸν Ἀπόλλωνα ἱκέτευον ἀμῦναί σφισι τὸν ἐπιόντα κίνδυνον· §10.6.7καὶ ἡ Φημονόη πρόμαντις τηνικαῦτα οὖσα ἐν ἑξαμέτρῳ σφίσιν ἔχρησεν· " ἀγχοῦ δὴ βαρὺν ἰὸν ἐπʼ ἀνέρι Φοῖβος ἐφήσει σίντῃ Παρνησσοῖο· φόνου δέ ἑ Κρήσιοι ἄνδρες χεῖρας ἁγιστεύςουσι·
当他进行第二次袭击时,德尔斐人在此向阿波罗祈求,保佑他们免受即将到来的危险;当时担任女祭司的菲莫诺埃用六步格为他们作出了神谕: “确实,在近处,福伊波斯将向那人射出沉重的箭,那帕纳塞斯的劫掠者;克里特人将洗净他杀戮的手;其荣耀将永不湮灭。
τὸ δὲ κλέος οὔ ποτʼ ὀλεῖται. "

词汇与语法注释

  1. 10.6.1καί οἱ πατέρας... ἐπονομάζουσιν — “οἱ”为第三人称单数与格,指代帕纳塞斯。“πατέρας”作为“Ποσειδῶνά... καὶ Κλεόπομπον”的宾语补足语(“称他们两人为父亲”),反映了希腊神话中英雄同时拥有神与凡人双重父亲的母题。
  2. 10.6.4ἐθέλουσιν — 动词“ἐθέλω”通常表示“想要”或“愿望”,但在此处讨论谱系传承的语境中,它的意思是“主张”、“坚持认为”或“倾向于认为”。
  3. 10.6.5ἐπύθοντο — 鲍萨尼亚斯在此处提出了一个牵强的民间语源学解释,将“ἐπύθοντο”(动词“πυνθάνομαι”的不定过去时,意为得知或听到)与意为“腐烂”的“πύθομαι”联系在一起,而后者正是地名“Pytho”(皮托)的所谓语源。
  4. 10.6.7φόνου δέ ἑ Κρήσιοι ἄνδρες χεῖρας ἁγιστεύσουσι — 人称代词宾格“ἑ”指代阿波罗(Phoebus)。“φόνου”为表示分离的属格(“从杀戮中”),“χεῖρας”是“ἁγιστεύσου集”的直接宾语。整句意为“克里特人将洗净他(阿波罗)沾染杀戮的手”,对应了阿波罗在弑杀怪物后前往克里特岛接受净化仪式的神话。

引用这一段

保萨尼亚斯, 希腊志 §10.6.1-10.6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.6.1-10.6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。