Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.4.1-10.4.4

帕诺佩乌斯的现状与普罗米修斯粘土传说

第 415 段,共 465 段 · 希腊语

内容简介

作者描述了帕诺佩乌斯贫困的现状,同时指出它作为福基斯城邦的地位。随后,他解释了荷马史诗描述背后的祭仪背景,并介绍了当地关于普罗米修斯塑造人类所用粘土的传说。

§10.4.1τούτοις μὲν δὴ τοιαῦτα ὑπῆρχεν ἐς μνήμην·
对于这些人,确实有这些值得被记住的事迹。
στάδια δὲ ἐκ Χαιρωνείας εἴκοσιν ἐς Πανοπέας ἐστὶ πόλιν Φωκέων, εἴγε ὀνομάσαι τις πόλιν καὶ τούτους οἷς γε οὐκ ἀρχεῖα οὐ γυμνάσιόν ἐστιν, οὐ θέατρον οὐκ ἀγορὰν ἔχουσιν, οὐχ ὕδωρ κατερχόμενον ἐς κρήνην, ἀλλὰ ἐν στέγαις κοίλαις κατὰ τὰς καλύβας μάλιστα τὰς ἐν τοῖς ὄρεσιν, ἐνταῦθα οἰκοῦσιν ἐπὶ χαράδρᾳ.
从喀罗尼亚到福基斯人的城邦帕诺佩乌斯有二十斯塔迪翁,如果人们真的能称他们为一个城邦的话——因为他们既没有行政官署,也没有体育馆,既没有剧场,也没有广场,也没有流向泉源的引入水,而是居住在峡谷旁、极像山中棚屋的低洼房屋里。
ὅμως δὲ ὅροι γε τῆς χώρας εἰσὶν αὐτοῖς ἐς τοὺς ὁμόρους, καὶ ἐς τὸν σύλλογον συνέδρους καὶ οὗτοι πέμπουσι τὸν Φωκικόν.
然而,他们与邻人之间确实有领土的边界,而且他们也向福基斯议会派遣代表。
καὶ γενέσθαι μὲν τῇ πόλει τὸ ὄνομα λέγουσιν ἀπὸ τοῦ Ἐπειοῦ πατρός, αὐτοὶ δὲ οὐ Φωκεῖς, Φλεγύαι δὲ εἶναι τὸ ἐξ ἀρχῆς καὶ ἐς τὴν γῆν διαφυγεῖν φασι τὴν Φωκίδα ἐκ τῆς Ὀρχομενίας.
他们说,这个城邦的名字来自艾佩奥斯的父亲,并声称他们自己并不是福基斯人,而是起初为弗勒古亚斯人,是从奥尔科梅诺斯地区逃亡到福基斯土地上的。
§10.4.2Πανοπέων δὲ τὸν ἀρχαῖον θεώμενοι περίβολον ἑπτὰ εἶναι σταδίων μάλιστα εἰκάζομεν· ὑπῄει τε ἐπῶν ἡμᾶς τῶν Ὁμήρου μνήμη ὧν ἐποίησεν ἐς Τιτυόν, καλλίχορον τῶν Πανοπέων ὀνομάσας τὴν πόλιν, καὶ ὡς ἐν τῇ μάχῃ τῇ ἐπὶ τῷ Πατρόκλου νεκρῷ καὶ Σχεδίον τὸν Ἰφίτου βασιλεύοντα Φωκέων καὶ ἀποθανόντα ὑφʼ Ἕκτορος κατοικεῖν εἶπεν ἐν τῷ Πανοπεῖ.
观察帕诺佩乌斯的古城墙,我们估计其周长大约有七斯塔迪翁;我们脑海中浮现出荷马为提堤奥斯所作诗句的记忆,他在诗中称帕诺佩乌斯人的城邦为“拥有美丽舞场的”,并且在围绕帕特罗克洛斯遗体的战斗中,他说过统治福基斯人并被赫克托耳杀死的、伊菲托斯之子斯克迪奥斯居住在帕诺佩乌斯。
τοῦτο μὲν δὴ ἐφαίνετο ἡμῖν ἔχειν αἰτίαν, φόβῳ τῶν Βοιωτῶν —κατὰ γὰρ τοῦτό ἐστιν ἐκ τῆς Βοιωτίας ἡ ἐς τὴν Φωκίδα ἐσβολὴ ῥᾴστη—ἐνταῦθα οἰκεῖν τὸν βασιλέα ἅτε φρουρίῳ τῷ Πανοπεῖ χρώμενον·
在我们看来,这确实是有原因的:由于对波奥蒂亚人的恐惧——因为此处是从波奥蒂亚进入福基斯最容易的通道——国王居住在这里,将帕诺佩乌斯用作堡垒。
§10.4.3τὸ ἕτερον δὲ οὐκ ἐδυνήθην συμβαλέσθαι πρότερον, ἐφʼ ὅτῳ καλλίχορον τὸν Πανοπέα εἴρηκε, πρὶν ἢ ἐδιδάχθην ὑπὸ τῶν παρʼ Ἀθηναίοις καλουμένων Θυιάδων.
但关于另一个问题——他因何称帕诺佩乌斯为“拥有美丽舞场的”——我在此前无法领会,直到我受到那些在雅典人中被称为“舒亚德斯”的女性们的启示。
αἱ δὲ Θυιάδες γυναῖκες μέν εἰσιν Ἀττικαί, φοιτῶσαι δὲ ἐς τὸν Παρνασσὸν παρὰ ἔτος αὐταί τε καὶ αἱ γυναῖκες Δελφῶν ἄγουσιν ὄργια Διονύσῳ.
这些舒亚德斯是阿提卡的女性,她们和德尔斐的女性一起,每隔一年前往帕尔纳索斯山,为狄奥尼索斯举行仪式。
ταύταις ταῖς Θυιάσι κατὰ τὴν ἐξ Ἀθηνῶν ὁδὸν καὶ ἀλλαχοῦ χοροὺς ἱστάναι καὶ παρὰ τοῖς Πανοπεῦσι καθέστηκε·
对这些舒亚德斯来说,在从雅典出发的沿途中,她们不仅在其他地方,也在帕诺佩乌斯人那里组织合唱舞。
καὶ ἡ ἐπίκλησις ἡ ἐς τὸν Πανοπέα Ὁμήρου ὑποσημαίνειν τῶν Θυιάδων δοκεῖ τὸν χορόν.
荷马对帕诺佩乌斯的称呼似乎暗示了舒亚德斯们的舞蹈。
§10.4.4Πανοπεῦσι δέ ἐστιν ἐπὶ τῇ ὁδῷ πλίνθου τε ὠμῆς οἴκημα οὐ μέγα καὶ ἐν αὐτῷ λίθου τοῦ Πεντελῆσιν ἄγαλμα, ὃν Ἀσκληπιόν, οἱ δὲ Προμηθέα εἶναί φασι· καὶ παρέχονταί γε τοῦ λόγου μαρτύρια.
对帕诺佩乌斯人来说,在路旁有一个用未烧制砖块盖成的不大的建筑,里面有一尊用彭特利库斯石料雕刻的雕像,有人说它是阿斯克勒庇俄斯,也有人说它是普罗米修斯;他们还为此说提供了证据。
λίθοι κεῖνταί σφισιν ἐπὶ τῇ χαράδρᾳ, μέγεθος μὲν ἑκάτερος ὡς φόρτον ἀποχρῶντα ἁμάξης εἶναι, χρῶμα δέ ἐστι πηλοῦ σφισιν, οὐ γεώδους ἀλλʼ οἷος ἂν χαράδρας γένοιτο ἢ χειμάρρου ψαμμώδους, παρέχονται δὲ καὶ ὀσμὴν ἐγγύτατα χρωτὶ ἀνθρώπου·
有些石块躺在他们的峡谷旁,每一块的大小都足以作为一辆货车的载重,它们的颜色像粘土,不是土质的颜色,而是沙质峡谷或急流可能呈现的那种颜色,而且它们还散发着极接近人皮肤的气味。
ταῦτα ἔτι λείπεσθαι τοῦ πηλοῦ λέγουσιν ἐξ οὗ καὶ ἅπαν ὑπὸ τοῦ Προμηθέως τὸ γένος πλασθῆναι τῶν ἀνθρώπων.
他们说,这些石块是当初普罗米修斯用以塑造全人类的那种粘土所遗留下来的。

词汇与语法注释

  1. §10.4.1οἷς γε οὐκ ἀρχεῖα οὐ γυμνάσιόν ἐστιν, οὐ θέατρον οὐκ ἀγορὰν ἔχουσιν — 与格的 οἷς 与 ἐστιν 构成所有与格(“对他们而言没有……”),但在后半句中,句式切换为以 ἔχουσιν 为主动及物动词的结构(“他们没有……”),这属于一种松散的无主句或破格现象(anacoluthon)。
  2. §10.4.1αὐτοὶ δὲ οὐ Φωκεῖς, Φλεγύαι δὲ εἶναι τὸ ἐξ ἀρχῆς — 由于支配动词 φασι 后的不定式 εἶναι 的逻辑主语与主句主语一致,因此使用了主格 αὐτοὶ(以及表语 Φωκεῖς 和 Φλεγύαι),而非宾格。
  3. §10.4.2ὧν ἐποίησεν — 关系代词 ὧν 受到其先行词 ἐπῶν 的格(属格)同化(关系代词的格吸引),从而代替了其作为及物动词 ἐποίησεν 直接宾语本来应有的宾格 ἅ。
  4. §10.4.2τοῦτο μὲν δὴ ἐφαίνετο ἡμῖν ἔχειν αἰτίαν... ἐνταῦθα οἰκεῖν τὸν βασιλέα — 不定式 οἰκεῖν(其逻辑主语为宾格的 τὸν βασιλέα)与主句中的 τοῦτο 处于同位关系,起到了解释“国王居住在这里”这一具体事实的同位语作用。
  5. §10.4.3πρὶν ἢ ἐδιδάχθην — 由于主句是否定句(οὐκ ἐδυνήθην),连词 πρὶν ἤ 搭配直陈式过去时(ἐδιδάχθην),表示特定的过去事实(“直到我受到启示”)。
  6. §10.4.4μέγεθος μὲν ἑκάτερος ὡς φόρτον ἀποχρῶντα ἁμάξης εἶναι — μέγεθος 是关系宾格(限定宾格)。对于复数主语 λίθοι,单数主格的 ἑκάτερος 起到了分配同位语的作用。此外,ὡς... εἶναι 是限制性用法(表示结果的不定式),而 ἀποχρῶντα 是修饰 φόρτον 的分词。

引用这一段

保萨尼亚斯, 希腊志 §10.4.1-10.4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.4.1-10.4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。