Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.36.1-10.36.10

アンブロッソスとアンティキュラの地誌と名所

462 / 465 箇所 · ギリシア語

要旨

スティリスからアンブロッソスへ至る道と現地の植物コッコスについて語り、テーバイ人が築いた二重城壁について記す。続いてアンティキュラへの道、都市の歴史、特産のヘレボロス、そして港のポセイドン神殿やその他の名所を案内する。

§10.36.1ἐς δὲ Ἄμβροσσον στάδιοι περὶ ἑξήκοντά εἰσιν ἐκ Στίρεως·
スティリスからアンブロッソスまでは約六十スタディオンである。
πεδιὰς ἡ ὁδός, ὀρῶν ἐν μέσῳ πεδίον κείμενον.
道は平坦であり、山々の中間に平野が横たわっている。
ἄμπελοι δὲ τὸ πολύ εἰσι τοῦ πεδίου, καὶ ἐν γῇ τῇ Ἀμβροσσέων οὐ συνεχεῖς μὲν ὥσπερ αἱ ἄμπελοι, πεφύκασι μέντοι καὶ αἱ θάμνοι·
平野の大部分には葡萄が植えられており、アンブロッソスの土地には、葡萄の木のように連続してではないが、潅木も自生している。
τὴν δὲ θάμνον ταύτην Ἴωνες μὲν καὶ τὸ ἄλλο Ἑλληνικὸν κόκκον, Γαλάται δὲ οἱ ὑπὲρ Φρυγίας φωνῇ τῇ ἐπιχωρίῳ σφίσιν ὀνομάζουσιν ὗς.
この潅木を、イオニア人と他のギリシア人はコッコスと呼び、フリュギアの彼方に住むガラティア人は現地の言葉でヒュスと呼んでいる。
γίνεται δὲ αὕτη μέγεθος μὲν ἡ κόκκος κατὰ τὴν ῥάμνον καλουμένην, φύλλα δὲ μελάντερα μὲν καὶ μαλακώτερα ἢ ἡ σχῖνος, τὰ μέντοι ἄλλα ἐοικότα ἔχει τῇ σχίνῳ.
このコッコスは、大きさにおいてはラムノスと呼ばれる植物と同じくらいになり、葉はマスティックよりも黒くて柔らかいが、その他の点ではマスティックに似た特徴を持っている。
§10.36.2ὁ δὲ αὐτῆς καρπὸς ὅμοιος τῷ καρπῷ τῆς στρύχνου, μέγεθος δέ ἐστι κατὰ ὄροβον.
その実はイヌホオズキの実のようで、大きさはスズメノエンドウほどである。
γίνεται δέ τι ἐν τῷ καρπῷ τῆς κόκκου βραχὺ ζῷον·
コッコスの実の中には、ある小さな虫が生じる。
τοῦτο εἰ ἀφίκοιτο ἐς τὸν ἀέρα πεπανθέντος τοῦ καρποῦ, πέτεταί τε αὐτίκα καὶ ἐοικὸς κώνωπι φαίνοιτο ἄν·
もし実が熟したときにこれが外気に触れると、すぐに飛び立ち、蚊に似た姿に見えるだろう。
νῦν δὲ πρότερον, πρὶν ἢ τὸ ζῷον κινηθῆναι, συλλέγουσι τῆς κόκκου τὸν καρπόν, καὶ ἔστι τοῖς ἐρίοις ἡ βαφὴ τὸ αἷμα τοῦ ζῴου.
しかし実際には、虫が動き出す前に、人々はコッコスの実を収穫し、その虫の血が羊毛の染料となる。
§10.36.3ἡ δὲ Ἄμβροσσος κεῖται μὲν ὑπὸ τὸ ὄρος τὸν Παρνασσόν, τὰ ἐπέκεινα δὲ ἢ Δελφοί·
アンブロッソスはパルナッソス山の麓に位置し、その向こう側はデルポイである。
τεθῆναι δὲ τὸ ὄνομα τῇ πόλει ἀπὸ ἥρωός φασιν Ἀμβρόσσου.
都市の名は英雄アンブロッソスにちなんで付けられたと言われている。
Θηβαῖοι δὲ ἐς τὸν Μακεδόνων καὶ Φιλίππου καθιστάμενοι πόλεμον περιέβαλον τῇ Ἀμβρόσσῳ διπλοῦν τεῖχος·
テーバイ人は、マケドニア人およびフィリッポスとの戦争に突入するにあたり、アンブロッソスの周囲に二重の城壁を巡らせた。
τὸ δέ ἐστιν ἐπιχωρίου λίθου, χρόαν μέλανος, ἐς τὰ μάλιστα ἰσχυροῦ·
それは地元の石でできており、色は黒く、極めて頑丈である。
κύκλος δὲ ἑκάτερος τοῦ τείχους πλάτος μὲν ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς, τὸ δὲ ὕψος ἐς ἡμίσειάν τε καὶ δύο ὀργυιάς, ὅπου μὴ τὸ τεῖχος πεπόνηκε·
壁のそれぞれの輪は、幅においては一オルギュイアに少し足りないだけであり、高さは、壁が崩れていないところでは二オルギュイア半に達する。
§10.36.4διάστημα δὲ ἀπὸ τοῦ προτέρου τῶν κύκλων ἐπὶ τὸν δεύτερόν ἐστιν ὀργυιά·
外側の壁から内側の壁までの間隔は一オルギュイアである。
κατασκευὴ δὲ πύργων ἢ ἐπάλξεων ἢ εἴ τι ἄλλο ἐς εὐπρέπειαν τείχους, παρεῖται τὰ πάντα σφίσιν ἅτε τειχίζουσιν ἐπὶ μόνῳ τῷ αὐτίκα ἀμύνεσθαι.
塔や胸壁の構築、あるいはその他城壁の美観に関わるようなものはすべて、差し迫った防御のためだけに壁を築いていたために、彼らは一切省略した。
ἔστι δὲ ἀγορά τε Ἀμβροσσεῦσιν οὐ μεγάλη καὶ ἀνδριάντων ἐν αὐτῇ λίθου πεποιημένων κατεάγασιν οἱ πολλοί.
アンブロッソスの人々には、大きくはない広場があり、そこにある石造りの彫像の大半は破壊されている。
§10.36.5τραπέντι δὲ ἐπὶ Ἀντίκυραν ἀνάντης τὰ πρῶτά ἐστιν ὁδός·
アンティキュラへ向かうと、道は最初は上り坂である。
ἀναβάντι δὲ ὅσον δύο στάδια ὁμαλές τε χωρίον καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ Δικτυνναίας ἐπίκλησιν ἱερόν ἐστιν Ἀρτέμιδος.
約二スタディオン登ると平坦な場所になり、道の右手にはディクテュンナと呼ばれるアルテミスの聖域がある。
ταύτην οἱ Ἀμβροσσεῖς ἄγουσι μάλιστα ἐν τιμῇ·
アンブロッソスの人々は彼女を特に崇めている。
τῷ δὲ ἀγάλματι ἐργασία τέ ἐστιν Αἰγιναία καὶ μέλανος τοῦ λίθου πεποίηται.
その神像はアイギナ風の作風であり、黒い石で作られている。
τὸ δὲ ἀπὸ τοῦ ἱεροῦ τῆς Δικτυνναίας κατάντης ὁδὸς ἐς Ἀντίκυραν πᾶσά ἐστι.
ディクテュンナの聖域から先は、アンティキュラまでずっと下り坂である。
τὰ δὲ ἀρχαιότερα ὄνομα εἶναι Κυπάρισσον τῇ πόλει φασί, καὶ Ὅμηρον ἐν Φωκέων καταλόγῳ τὸ ὄνομα θελῆσαι θέσθαι γε αὐτόν, ὅτι ἤδη τηνικαῦτα ἐκαλεῖτο Ἀντίκυρα·
古くは、都市の名はキュパリッソスであったと言われている。 そしてホメロスがフォキスの目録においてこの名を用いたのは、彼自身が意図したことなのだという。 すでに当時、この都市はアンティキュラと呼ばれていたからである。
εἶναι γὰρ δὴ τὸν Ἀντικυρέα κατὰ Ἡρακλέα ἡλικίαν.
というのも、アンティキュレウスはヘラクレスと同世代の人物だからである。
§10.36.6κεῖται μὲν δὴ ἡ πόλις κατὰ Μεδεῶνος τὰ ἐρείπια·
都市はメデオンの遺跡の向かいに位置している。
ἐδήλωσα δὲ ἀρχομένης τῆς ἐς Φωκέας συγγραφῆς ἐς τὸ ἱερὸν ἀσεβῆσαι τὸ ἐν Δελφοῖς Ἀντικυρέας.
フォキスに関する記述の冒頭で私は、アンティキュラの人々がデルポイの聖域に対して不敬を働いたことを明らかにした。
Ἀντικυρέας δὲ ἐποίησε μὲν ἀναστάτους καὶ ὁ Ἀμύντου Φίλιππος, ἐποίησε δὲ καὶ δεύτερα Ὀτίλιος ὁ Ῥωμαῖος, ὅτι ἦσαν ὑπήκοοι καὶ οὗτοι Φιλίππου τοῦ Δημητρίου βασιλεύοντος Μακεδόνων·
アンティキュラの人々を、アミュンタスの子フィリッポスも住処を奪われた状態にしたが、ローマ人のオティリウスもまた二度目にそうした。 それは彼らもまた、デメトリオスの子フィリッポスがマケドニアを統治していたときに、その臣下であったからである。
ὁ δὲ ἐπὶ τὸν Φίλιππον ἀμύνειν Ἀθηναίοις ὁ Ὀτίλιος ἀπέσταλτο ἐκ Ῥώμης.
そのオティリウスは、アテナイ人をフィリッポスから守るためにローマから派遣されていたのである。
§10.36.7τὰ δὲ ὄρη τὰ ὑπὲρ τὴν Ἀντίκυραν πετρώδη τε ἄγαν ἐστὶ καὶ ἐν αὐτοῖς φύεται μάλιστα ὁ ἐλλέβορος.
アンティキュラの背後にある山々は非常に岩がちであり、そこにはとりわけヘレボロスが自生している。
ὁ μὲν αὐτοῦ μέλας χωρεῖ τε ἀνθρώποις καὶ ἔστι γαστρὶ καθάρσιον, ὁ δὲ ἕτερος ὁ λευκὸς διʼ ἐμέτου καθαίρειν πέφυκε·
そのうち黒いものは人間において排泄を促し、胃の洗浄剤となるが、もう一方の白いものは嘔吐によって体内を洗浄する性質を持っている。
τὸ δὲ φάρμακον τὸ ἐς τὴν κάθαρσιν ἡ τοῦ ἐλλεβόρου ῥίζα ἐστίν.
洗浄に用いられる薬とは、ヘレボロスの根のことである。
§10.36.8Ἀντικυρεῦσι δὲ εἰσὶ μὲν ἀνδριάντες ἐν τῇ ἀγορᾷ χαλκοῖ, ἔστι δέ σφισιν ἐπὶ τῷ λιμένι Ποσειδῶνος οὐ μέγα ἱερόν, λογάσιν ᾠκοδομημένον λίθοις·
アンティキュラの人々には、広場に青銅の像があり、彼らにとって港にはポセイドンの大きくない聖域がある。
κεκονίαται δὲ τὰ ἐντός.
これは切り出された石で築かれており、内部は漆喰で塗られている。
τὸ δὲ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, βέβηκε δὲ ἐπὶ δελφῖνι τῷ ἑτέρῳ τῶν ποδῶν·
神像は直立した青銅製で、片方の足でイルカを踏みつけている。
κατὰ τοῦτο δὲ ἔχει καὶ τὴν χεῖρα ἐπὶ τῷ μηρῷ, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τρίαινά ἐστιν αὐτῷ.
そして、その同じ側の手を太ももに置き、もう一方の手には彼のために三叉の矛が持たされている。
§10.36.9τοῦ γυμνασίου δὲ ἐν ᾧ καὶ τὰ λουτρά σφισι πεποίηται, τούτου πέραν ἄλλο γυμνάσιόν ἐστιν ἀρχαῖον·
彼らのために浴場も作られているギムナシオンの向こう側に、別の古いギムナシオンがある。
ἀνδριὰς δὲ ἕστηκεν ἐν αὐτῷ χαλκοῦς·
そこには青銅の彫像が立っている。
φησὶ δʼ ἐπʼ αὐτῷ τὸ ἐπίγραμμα Ξενόδαμον παγκρατιαστὴν Ἀντικυρέα ἐν ἀνδράσιν Ὀλυμπικὴν ἀνῃρῆσθαι νίκην.
その碑文は、パンクラティオンの選手であるアンティキュラ出身のクセノダモスが、成人の部でオリンピアの勝利を収めたと記している。
εἰ δὲ ἀληθεύει τὸ ἐπίγραμμα, Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ δέκα καὶ διακοσίας φαίνοιτο ἂν τὸν κότινον ὁ Ξενόδαμος εἰληφώς·
もしこの碑文が真実を語っているなら、クセノダモスは第二百十一回オリンピアードにおいて野性のオリーブの冠を受け取ったことになる。
αὕτη δὲ ἐν τοῖς Ἠλείων γράμμασι παρεῖται μόνη πασῶν ἡ Ὀλυμπιάς.
しかし、このオリンピアードは、エリース人の記録において、すべての中で唯一省略されている。
§10.36.10ἔστι δὲ ὑπὲρ τὴν ἀγορὰν ἐν φρέατι ὕδατος πηγή·
広場の上方には、井戸の中に泉がある。
σκέπη δὲ ἀπὸ ἡλίου τῷ φρέατι ὄροφός τε καὶ ἀνέχοντες τὸν ὄροφον κίονες.
その井戸には、日差しを遮るために屋根とそれを支える柱がある。
ἔστι δὲ οὐ πολὺ ἀνωτέρω τοῦ φρέατος λίθοις τοῖς ἐπιτυχοῦσιν ᾠκοδομημένον μνῆμα·
井戸から少し高いところには、ありあわせの石で築かれた墓がある。
ταφῆναι δέ φασιν ἐνταῦθα τοὺς Ἰφίτου παῖδας, τὸν μὲν ἀνασωθέντα ἐξ Ἰλίου καὶ ἀποθανόντα ἐν τῇ οἰκείᾳ, Σχεδίῳ δὲ ἐν μὲν γῇ τῇ Τρῳάδι τὴν τελευτὴν συμβῆναι λέγουσιν, ἀχθῆναι δὲ οἴκαδε καὶ τούτου τὰ ὀστᾶ.
そこにはイピトスの子らが葬られていると言われている。 一方はイリオンから生還して故郷で亡くなり、スケーディオスの方はトロイアの地で最期を迎えたと言われているが、彼の骨もまた故郷へ運ばれたのだという。

語釈・文法注

  1. 10.36.1ὀρῶν ἐν μέσῳ πεδίον κείμενον — 主格名詞と分詞の組み合わせが、直前の叙述を説明・補足する同格あるいは絶対的格構成のように機能している。
  2. 10.36.3ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς — 属格 ὀργυιᾶς は、動詞 ἀποδέω(不足する)が要求する分離または比較の属格であり、計測の基準(一オルギュイア)を示している。
  3. 10.36.4ἅτε τειχίζουσιν — 接続詞 ἅτε は分詞を伴って客観的な原因を示し、ここでは主節の与格指示代名詞 σφίσιν と一致する与格現在分詞 τειχίζουσιν が用いられている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.36.1-10.36.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.36.1-10.36.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。