§10.36.1ἐς δὲ Ἄμβροσσον στάδιοι περὶ ἑξήκοντά εἰσιν ἐκ Στίρεως· πεδιὰς ἡ ὁδός, ὀρῶν ἐν μέσῳ πεδίον κείμενον.
从斯蒂里斯到安布罗索斯大约有六十斯塔德;道路平坦,是一片位于群山之中的平原。
ἄμπελοι δὲ τὸ πολύ εἰσι τοῦ πεδίου, καὶ ἐν γῇ τῇ Ἀμβροσσέων οὐ συνεχεῖς μὲν ὥσπερ αἱ ἄμπελοι, πεφύκασι μέντοι καὶ αἱ θάμνοι· τὴν δὲ θάμνον ταύτην Ἴωνες μὲν καὶ τὸ ἄλλο Ἑλληνικὸν κόκκον, Γαλάται δὲ οἱ ὑπὲρ Φρυγίας φωνῇ τῇ ἐπιχωρίῳ σφίσιν ὀνομάζουσιν ὗς.
平原的大部分种植着葡萄,在安布罗索斯的土地上,虽然不像葡萄树那样连续,但也长着灌木;这种灌木伊奥尼亚人和其他希腊人称之为“科科斯”(红色染料虫),而弗里吉亚上方的加拉太人则用他们当地的语言称之为“许斯”。
γίνεται δὲ αὕτη μέγεθος μὲν ἡ κόκκος κατὰ τὴν ῥάμνον καλουμένην, φύλλα δὲ μελάντερα μὲν καὶ μαλακώτερα ἢ ἡ σχῖνος, τὰ μέντοι ἄλλα ἐοικότα ἔχει τῇ σχίνῳ.
这种“科科斯”的大小与被称为“拉姆诺斯”的灌木相当,叶子比乳香黄连木更黑、更软,但在其他方面它与乳香黄连木相似。
§10.36.2ὁ δὲ αὐτῆς καρπὸς ὅμοιος τῷ καρπῷ τῆς στρύχνου, μέγεθος δέ ἐστι κατὰ ὄροβον.
它的果实类似于龙葵的果实,大小约为苦豌豆。
γίνεται δέ τι ἐν τῷ καρπῷ τῆς κόκκου βραχὺ ζῷον· τοῦτο εἰ ἀφίκοιτο ἐς τὸν ἀέρα πεπανθέντος τοῦ καρποῦ, πέτεταί τε αὐτίκα καὶ ἐοικὸς κώνωπι φαίνοιτο ἄν·
在“科科斯”的果实中会产生一种微小的昆虫;如果果实成熟时它接触到空气,它就会立刻飞走,看起来像一只蚊子。
νῦν δὲ πρότερον, πρὶν ἢ τὸ ζῷον κινηθῆναι, συλλέγουσι τῆς κόκκου τὸν καρπόν, καὶ ἔστι τοῖς ἐρίοις ἡ βαφὴ τὸ αἷμα τοῦ ζῴου.
但在目前,在昆虫活动之前,人们就采集了 “科科斯”的果实,而昆虫的血液就成了羊毛的染料。
§10.36.3ἡ δὲ Ἄμβροσσος κεῖται μὲν ὑπὸ τὸ ὄρος τὸν Παρνασσόν, τὰ ἐπέκεινα δὲ ἢ Δελφοί· τεθῆναι δὲ τὸ ὄνομα τῇ πόλει ἀπὸ ἥρωός φασιν Ἀμβρόσσου.
安布罗索斯坐落在帕纳塞斯山脚下,山的另一侧是德尔斐;据说,城市的名称得自英雄安布罗索斯。
Θηβαῖοι δὲ ἐς τὸν Μακεδόνων καὶ Φιλίππου καθιστάμενοι πόλεμον περιέβαλον τῇ Ἀμβρόσσῳ διπλοῦν τεῖχος·
底比斯人在开始与马其顿人和腓力的战争时,为安布罗索斯修筑了一道双重城墙。
τὸ δέ ἐστιν ἐπιχωρίου λίθου, χρόαν μέλανος, ἐς τὰ μάλιστα ἰσχυροῦ·
它是用当地的石头建造的,颜色发黑,极其坚固。
κύκλος δὲ ἑκάτερος τοῦ τείχους πλάτος μὲν ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς, τὸ δὲ ὕψος ἐς ἡμίσειάν τε καὶ δύο ὀργυιάς, ὅπου μὴ τὸ τεῖχος πεπόνηκε·
城墙的每一圈宽度都稍逊于一寻,高度在未受损的地方达两寻半。
§10.36.4διάστημα δὲ ἀπὸ τοῦ προτέρου τῶν κύκλων ἐπὶ τὸν δεύτερόν ἐστιν ὀργυιά·
从前一圈墙到第二圈墙的距离是一寻。
κατασκευὴ δὲ πύργων ἢ ἐπάλξεων ἢ εἴ τι ἄλλο ἐς εὐπρέπειαν τείχους, παρεῖται τὰ πάντα σφίσιν ἅτε τειχίζουσιν ἐπὶ μόνῳ τῷ αὐτίκα ἀμύνεσθαι.
至于塔楼、雉堞,或任何其他用于美化城墙的建筑,他们都完全省去了,因为他们筑墙仅仅是为了眼前的防御。
ἔστι δὲ ἀγορά τε Ἀμβροσσεῦσιν οὐ μεγάλη καὶ ἀνδριάντων ἐν αὐτῇ λίθου πεποιημένων κατεάγασιν οἱ πολλοί.
安布罗索斯人有一个不大的广场,里面的大多数石雕像都已被砸碎。
§10.36.5τραπέντι δὲ ἐπὶ Ἀντίκυραν ἀνάντης τὰ πρῶτά ἐστιν ὁδός·
转向安蒂基拉,道路起初是下坡。
ἀναβάντι δὲ ὅσον δύο στάδια ὁμαλές τε χωρίον καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ Δικτυνναίας ἐπίκλησιν ἱερόν ἐστιν Ἀρτέμιδος.
登上大约两斯塔德,有一片平坦的地方,道路右侧是一座被称为迪克廷纳的阿耳忒弥斯圣殿。
ταύτην οἱ Ἀμβροσσεῖς ἄγουσι μάλιστα ἐν τιμῇ· τῷ δὲ ἀγάλματι ἐργασία τέ ἐστιν Αἰγιναία καὶ μέλανος τοῦ λίθου πεποίηται.
安布罗索斯人对这位女神最表示崇敬;神像是埃吉纳式的工艺,是用黑色的石头雕刻而成的。
τὸ δὲ ἀπὸ τοῦ ἱεροῦ τῆς Δικτυνναίας κατάντης ὁδὸς ἐς Ἀντίκυραν πᾶσά ἐστι.
从迪克廷纳圣殿到安蒂基拉的路全部是下坡。
τὰ δὲ ἀρχαιότερα ὄνομα εἶναι Κυπάρισσον τῇ πόλει φασί, καὶ Ὅμηρον ἐν Φωκέων καταλόγῳ τὸ ὄνομα θελῆσαι θέσθαι γε αὐτόν, ὅτι ἤδη τηνικαῦτα ἐκαλεῖτο Ἀντίκυρα· εἶναι γὰρ δὴ τὸν Ἀντικυρέα κατὰ Ἡρακλέα ἡλικίαν.
他们说,在更古老的时代,这座城市的名字是库帕里索斯,荷马在福基斯人的名录中故意使用了这个名字,尽管在当时它已经被称为安蒂基拉;因为安蒂基雷乌斯与赫拉克勒斯同龄。
§10.36.6κεῖται μὲν δὴ ἡ πόλις κατὰ Μεδεῶνος τὰ ἐρείπια· ἐδήλωσα δὲ ἀρχομένης τῆς ἐς Φωκέας συγγραφῆς ἐς τὸ ἱερὸν ἀσεβῆσαι τὸ ἐν Δελφοῖς Ἀντικυρέας.
这座城市坐落在梅德翁废墟的对面;我在关于福基斯的记述开头已经表明,安蒂基拉人对德尔斐的圣殿犯下了亵渎之罪。
Ἀντικυρέας δὲ ἐποίησε μὲν ἀναστάτους καὶ ὁ Ἀμύντου Φίλιππος, ἐποίησε δὲ καὶ δεύτερα Ὀτίλιος ὁ Ῥωμαῖος, ὅτι ἦσαν ὑπήκοοι καὶ οὗτοι Φιλίππου τοῦ Δημητρίου βασιλεύοντος Μακεδόνων· ὁ δὲ ἐπὶ τὸν Φίλιππον ἀμύνειν Ἀθηναίοις ὁ Ὀτίλιος ἀπέσταλτο ἐκ Ῥώμης.
安蒂基拉人曾被阿米恩塔斯之子腓力驱逐出家园,后来又被罗马人奥蒂利乌斯第二次驱逐,因为在德米特里之子腓力统治马其顿人时,他们也是其臣民;奥蒂利乌斯是从罗马被派来保护雅典人免受腓力侵害的。
§10.36.7τὰ δὲ ὄρη τὰ ὑπὲρ τὴν Ἀντίκυραν πετρώδη τε ἄγαν ἐστὶ καὶ ἐν αὐτοῖς φύεται μάλιστα ὁ ἐλλέβορος.
安蒂基拉上方的山脉非常多石,那里生长着极其丰富的嚏根草。
ὁ μὲν αὐτοῦ μέλας χωρεῖ τε ἀνθρώποις καὶ ἔστι γαστρὶ καθάρσιον, ὁ δὲ ἕτερος ὁ λευκὸς διʼ ἐμέτου καθαίρειν πέφυκε· τὸ δὲ φάρμακον τὸ ἐς τὴν κάθαρσιν ἡ τοῦ ἐλλεβόρου ῥίζα ἐστίν.
其中的黑嚏根草可以导泻,是胃的清洁剂,而另一种白嚏根草则具有通过呕吐进行清洁的特性;用于清洁的药物就是嚏根草的根。
§10.36.8Ἀντικυρεῦσι δὲ εἰσὶ μὲν ἀνδριάντες ἐν τῇ ἀγορᾷ χαλκοῖ, ἔστι δέ σφισιν ἐπὶ τῷ λιμένι Ποσειδῶνος οὐ μέγα ἱερόν, λογάσιν ᾠκοδομημένον λίθοις· κεκονίαται δὲ τὰ ἐντός.
安蒂基拉人在他们的广场上有青铜雕像,他们在港口有一座不大的波塞冬圣殿,是用精选的石头建造的;内部涂有石灰。
τὸ δὲ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, βέβηκε δὲ ἐπὶ δελφῖνι τῷ ἑτέρῳ τῶν ποδῶν· κατὰ τοῦτο δὲ ἔχει καὶ τὴν χεῖρα ἐπὶ τῷ μηρῷ, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τρίαινά ἐστιν αὐτῷ.
神像是直立的,由青铜制成,用其中一只脚踩在海豚上;在同一侧,它把手放在大腿上,而另一只手里则拿着一把三叉戟。
§10.36.9τοῦ γυμνασίου δὲ ἐν ᾧ καὶ τὰ λουτρά σφισι πεποίηται, τούτου πέραν ἄλλο γυμνάσιόν ἐστιν ἀρχαῖον· ἀνδριὰς δὲ ἕστηκεν ἐν αὐτῷ χαλκοῦς· φησὶ δʼ ἐπʼ αὐτῷ τὸ ἐπίγραμμα Ξενόδαμον παγκρατιαστὴν Ἀντικυρέα ἐν ἀνδράσιν Ὀλυμπικὴν ἀνῃρῆσθαι νίκην.
在建有他们浴室的体育馆彼端,有另一座古老的体育馆;里面立着一尊青铜雕像;上面的碑文写着,来自安蒂基拉的潘克拉辛选手克塞诺达莫斯在成年组中获得了奥林匹克胜利。
εἰ δὲ ἀληθεύει τὸ ἐπίγραμμα, Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ δέκα καὶ διακοσίας φαίνοιτο ἂν τὸν κότινον ὁ Ξενόδαμος εἰληφώς· αὕτη δὲ ἐν τοῖς Ἠλείων γράμμασι παρεῖται μόνη πασῶν ἡ Ὀλυμπιάς.
如果碑文属实,克塞诺达莫斯似乎是在第两百一十一届奥林匹克运动会上获得了橄榄冠;而在埃利斯人的记录中,在所有的运动会中,唯独这一届奥林匹克运动会被遗漏了。
§10.36.10ἔστι δὲ ὑπὲρ τὴν ἀγορὰν ἐν φρέατι ὕδατος πηγή· σκέπη δὲ ἀπὸ ἡλίου τῷ φρέατι ὄροφός τε καὶ ἀνέχοντες τὸν ὄροφον κίονες.
在广场上方有一口井中的泉水;为了遮阳,这口井盖有屋根,并有柱子支撑着屋根。
ἔστι δὲ οὐ πολὺ ἀνωτέρω τοῦ φρέατος λίθοις τοῖς ἐπιτυχοῦσιν ᾠκοδομημένον μνῆμα· ταφῆναι δέ φασιν ἐνταῦθα τοὺς Ἰφίτου παῖδας, τὸν μὲν ἀνασωθέντα ἐξ Ἰλίου καὶ ἀποθανόντα ἐν τῇ οἰκείᾳ, Σχεδίῳ δὲ ἐν μὲν γῇ τῇ Τρῳάδι τὴν τελευτὴν συμβῆναι λέγουσιν, ἀχθῆναι δὲ οἴκαδε καὶ τούτου τὰ ὀστᾶ.
在离井不远的高处,有一座用随手可得的石头建造的坟墓;据说伊菲托斯的儿子们就葬在这里,其中一个从伊利翁安全归来并在家中去世,而据说斯刻狄俄斯是在特洛伊土地上结束了生命,但他的遗骨也被带回了家乡。