Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.35.1-10.35.10

アバイとヒュアンポリスおよびスティリスの地誌

461 / 465 箇所 · ギリシア語

要旨

アバイおよびヒュアンポリスの起源、アポロンやアルテミスの聖域、そして険しい山地にあるスティリスの歴史と、井戸の乏しい同地における水確保の様子やデメテルの聖域について記述する。

§10.35.1ἐς Ἄβας δὲ ἀφικέσθαι καὶ ἐς Ὑάμπολιν ἔστι μὲν καὶ ἐξ Ἐλατείας ὀρεινὴν ὁδὸν ἐν δεξιᾷ τοῦ Ἐλατέων ἄστεως, ἡ δὲ ἐπὶ Ὀποῦντα λεωφόρος ἡ ἐξ Ὀρχομενοῦ καὶ ἐς ταύτας φέρει τὰς πόλεις.
アバイとヒュアンポリスへは、エラテイアからもエラテイア市街の右手に山道を通って行くことができるが、オルコメノスからオプースへと向かう公道もまた、これらの都市へと通じている。
ἰόντι οὖν ἐς Ὀποῦντα ἐξ Ὀρχομενοῦ καὶ ἐκτραπέντι οὐ πολὺ ἐπʼ ἀριστερὰν ὁδός ἐστιν ἡ ἐς Ἄβας.
それゆえ、オルコメノスからオプースへと行き、左側に少しだけそれたところに、アバイへ向かう道がある。
οἱ δὲ ἐν ταῖς Ἄβαις ἐς γῆν τὴν Φωκίδα ἀφικέσθαι λέγουσιν ἐξ Ἄργους καὶ τὸ ὄνομα ἀπὸ Ἄβαντος τοῦ οἰκιστοῦ λαβεῖν τὴν πόλιν, τὸν δὲ Λυγκέως τε καὶ Ὑπερμήστρας τῆς Δαναοῦ παῖδα εἶναι.
アバイの人々は、自分たちがアルゴスからフォキスの土地へやって来たと語り、都市はその創建者アバスからその名を得たと言っている。 そして彼(アバス)は、リュンケウスとダナオスの娘ヒュペルムネストラの子であるという。
Ἀπόλλωνος δὲ ἱερὰς νενομίκασιν εἶναι τὰς Ἄβας ἐκ παλαιοῦ, καὶ χρηστήριον καὶ αὐτόθι ἦν Ἀπόλλωνος.
また、古くから彼らはアバイをアポロンの神聖な場所とみなしており、そこにはアポロンの神託所もあった。
§10.35.2θεῷ δὲ τῷ ἐν Ἄβαις οὐχ ὁμοίως Ῥωμαῖοί τε ἀπένειμαν τὰ ἐς τιμὴν καὶ ὁ Πέρσης·
アバイの神に対して、ローマ人とペルシア人は敬意の払い方が異なっていた。
ἀλλὰ Ῥωμαῖοι μὲν εὐσεβείᾳ τῇ ἐς τὸν Ἀπόλλωνα Ἀβαίοις δεδώκασιν αὐτονόμους σφᾶς εἶναι, στρατιὰ δὲ ἡ μετὰ Ξέρξου κατέπρησε καὶ τὸ ἐν Ἄβαις ἱερόν.
すなわち、ローマ人はアポロンへの敬虔さのゆえに、アバイの人々が自治を行うことを認めたが、クセクセスの率いる軍勢はアバイの聖域をも焼き払ったのである。
Ἑλλήνων δὲ τοῖς ἀντιστᾶσι τῷ βαρβάρῳ τὰ κατακαυθέντα ἱερὰ μὴ ἀνιστάναι σφίσιν ἔδοξεν, ἀλλὰ ἐς τὸν πάντα ὑπολείπεσθαι χρόνον τοῦ ἔχθους ὑπομνήματα·
野蛮人に抵抗したギリシア人たちは、焼き払われた聖域を再建せず、敵意の記念碑として永久に残しておくことに決めた。
καὶ τοῦδε ἕνεκα οἵ τε ἐν τῇ Ἁλιαρτίᾳ ναοὶ καὶ Ἀθηναίοις τῆς Ἥρας ἐπὶ ὁδῷ τῇ Φαληρικῇ καὶ ὁ ἐπὶ Φαληρῷ τῆς Δήμητρος καὶ κατʼ ἐμὲ ἔτι ἡμίκαυτοι μένουσι.
このために、ハリアルトスの神殿や、アテナイ人にとってのファレロン街道沿いのヘラ神殿、そしてファレロンにあるデメテル神殿は、私の時代になってもまだ半ば焼けたままで残っている。
§10.35.3τοιαύτην θέαν καὶ τοῦ ἐν Ἄβαις ἱεροῦ τότε γε εἶναι δοκῶ, ἐς ὃ ἐν τῷ πολέμῳ τῷ Φωκικῷ βιασθέντας μάχῃ Φωκέων ἄνδρας καὶ ἐς Ἄβας ἐκπεφευγότας αὐτούς τε οἱ Θηβαῖοι τοὺς ἱκέτας καὶ τὸ ἱερόν, δεύτερον δὴ οὗτοι μετὰ Μήδους, ἔδοσαν πυρί·
当時、アバイの聖域もまたそのような有様であったと私は思う。 しかしフォキス戦争において、戦いで敗れてアバイに逃げ込んできたフォキス人の男たちを、テーバイ人たちが彼ら懇願者もろとも聖域に火を放った。 ペルシア人に次いで、彼らが二度目にそれを行ったのである。
εἱστήκει δʼ οὖν καὶ ἐς ἐμὲ ἔτι οἰκοδομημάτων ἀσθενέστατον ὁπόσα δὴ ἡ φλὸξ ἐλυμήνατο, ἅτε ἐπὶ τῷ Μηδικῷ προλωβησαμένῳ πυρὶ αὖθις ὑπὸ τοῦ Βοιωτίου πυρὸς κατειργασμένον.
ともあれ、私の時代にいたるまで、炎が損なった建物の非常に脆い残骸が立っていた。 それは、ペルシア人の火によってすでに損なわれていた上に、さらにボイオティア人の火によって破壊し尽くされたからである。
§10.35.4παρὰ δὲ τὸν ναὸν τὸν μέγαν ἐστὶν ἄλλος ναός, ἀποδέων ἐκείνου μέγεθος·
その大神殿の傍らには、それよりは規模の小さいもう一つの神殿がある。
βασιλεὺς δὲ Ἀδριανὸς ἐποίησε τῷ Ἀπόλλωνι·
ハドリアヌス皇帝がアポロンのためにこれを作ったのである。
τὰ δὲ ἀγάλματα ἀρχαιότερα καὶ αὐτῶν ἐστιν Ἀβαίων ἀνάθημα, χαλκοῦ δὲ εἴργασται καὶ ὁμοίως ἐστὶν ὀρθά, Ἀπόλλων καὶ Λητώ τε καὶ Ἄρτεμις.
その神像はそれらよりも古く、アバイの人々自身による奉納物であり、青銅製で、同様に直立した姿をしており、アポロン、レト、およびアルテミスである。
Ἀβαίοις δὲ ἔστι μὲν θέατρον, ἔστι δὲ καὶ ἀγορά σφισι, κατασκευῆς ἀμφότερα ἀρχαίας.
アバイの人々には劇場もあり、また広場もあるが、どちらも古代の構造のものである。
§10.35.5ἐπανελθόντα δὲ ἐς τὴν ὁδὸν τὴν ἐς Ὀποῦντα εὐθεῖαν Ὑάμπολις τὸ ἀπὸ τούτου σε ἐκδέξεται.
オプースへ通じる直線の道に戻ると、その先はヒュアンポリスがあなたを迎えるだろう。
τῶν δὲ ἐνταῦθα ἀνθρώπων καὶ αὐτὸ κατηγορεῖ τὸ ὄνομα οἵτινες ἦσαν ἐξ ἀρχῆς καὶ ὁπόθεν ἐξαναστάντες ἀφίκοντο ἐς ταύτην τὴν χώραν·
そこに住む人々については、その名前自体が、彼らがもともと誰であり、どこから立ち退いてこの土地にやって来たのかを物語っている。
Ὕαντες γὰρ οἱ ἐκ Θηβῶν Κάδμον καὶ τὸν σὺν ἐκείνῳ φυγόντες στρατὸν ἀφίκοντο ἐνταῦθα.
というのも、テーバイからカドモスとその軍勢を避けて逃れてきたヒュアンテス人がここへやって来たからである。
τὰ μὲν δὴ ἀρχαιότερα ὑπὸ τῶν προσχώρων ἐκαλοῦντο Ὑάντων πόλις, χρόνῳ μέντοι ὕστερον Ὑάμπολιν ἐξενίκησεν ὀνομασθῆναι.
そのため、古くは近隣の住民から『ヒュアンテス人の都市』と呼ばれていたが、のちにヒュアンポリスと呼ばれることが定着した。
§10.35.6ἅτε δὲ καὶ βασιλέως Ξέρξου καταπρήσαντος τὴν πόλιν καὶ αὖθις Φιλίππου κατασκάψαντος, ὅμως τὰ ὑπολειπόμενα ἦν ἀγορᾶς τε ἀρχαίας κατασκευὴ καὶ βουλευτήριον, οἴκημα οὐ μέγα, καὶ θέατρον οὐ πόρρω τῶν πυλῶν.
クセクセス皇帝が都市を焼き、のちにフィリッポスが破壊し尽くしたにもかかわらず、それでも残されたものとしては、古代の構造の広場、小規模な建物である評議所、そして城門から遠くない場所にある劇場があった。
Ἀδριανὸς δὲ βασιλεὺς στοὰν ᾠκοδομήσατο, καὶ ἐπώνυμος ἡ στοὰ τοῦ ἀναθέντος βασιλέως ἐστί.
ハドリアヌス皇帝は列柱廊を建て、その列柱廊は奉納した皇帝の名で呼ばれている。
φρέαρ δέ σφισίν ἐστιν ἕν·
彼らには井戸が一つあり、これだけで飲み水も浴用もまかなっている。
ἀπὸ τούτου μόνου καὶ πίνουσι καὶ λούονται, ἀπʼ ἄλλου δὲ ἔχουσιν οὐδενὸς πλήν γε δὴ ὥρᾳ χειμῶνος τὸ ἐκ τοῦ θεοῦ.
他に水源はないが、冬の季節には神からの水がある。
§10.35.7σέβονται δὲ μάλιστα Ἄρτεμιν, καὶ ναὸς Ἀρτέμιδός ἐστιν αὐτοῖς·
彼らはとりわけアルテミスを崇拝しており、彼女の神殿を持っている。
τὸ δὲ ἄγαλμα ὁποῖόν τί ἐστιν οὐκ ἐδήλωσα·
しかしその神像がどのようなものであるかは、私は明らかにしなかった。
δὶς γὰρ καὶ οὐ πλέον ἑκάστου ἐνιαυτοῦ τὸ ἱερὸν ἀνοιγνύναι νομίζουσιν.
というのも、彼らは一年に二度、それ以上は神殿を開けないという習慣を持っているからである。
ὁπόσα δʼ ἂν τῶν βοσκημάτων ἱερὰ ἐπονομάσωσιν εἶναι τῇ Ἀρτέμιδι, ἄνευ νόσου ταῦτα καὶ πιότερα τῶν ἄλλων ἐκτρέφεσθαι λέγουσιν.
家畜のうち、アルテミスに捧げられたものと名付けられたものは、病気にかかることなく、他の家畜よりも丸々と太って育つと言われている。
§10.35.8ἐσβολὴ δὲ ἐκ Χαιρωνείας ἐς γῆν τὴν Φωκίδα οὐ μόνον ἡ εὐθεῖά ἐστιν ἐς Δελφοὺς ἡ διά τε Πανοπέως καὶ παρὰ τὴν Δαυλίδα καὶ ὁδὸν τὴν Σχιστήν·
カイロネイアからフォキスの土地への入り口は、パノペウスを通り、ダウリスの傍らとスキステ街道を通るデルポイへの直線ルートだけではない。
φέρει δὲ ἐκ Χαιρωνείας καὶ ἑτέρα τραχεῖά τε ὁδὸς καὶ ὀρεινὴ τὰ πλέονα ἐς πόλιν Φωκέων Στῖριν·
カイロネイアからは、もう一つの、大部分が険しい山道であるルートが、フォキスの都市スティリスへと通じている。
μῆκος δὲ εἴκοσι στάδιοι τῆς ὁδοῦ καὶ ἑκατόν.
その道の長さは百二十スタディオンである。
οἱ δὲ ἐνταῦθά φασιν οὐ Φωκεῖς, Ἀθηναῖοι δὲ εἶναι τὰ ἄνωθεν, καὶ ἐκ τῆς Ἀττικῆς ὁμοῦ Πετεῷ τῷ Ὀρνέως ἀφικέσθαι διωχθέντι ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν·
ここの住民は自分たちをフォキス人ではなく、古くはアテナイ人であったと言い、オルネウスの息子ペテオスがアイゲウスによってアテナイから追放された際、彼とともにアッティカからやって来たと主張している。
ὅτι δὲ τῷ Πετεῷ τὸ πολὺ ἐκ τοῦ δήμου τοῦ Στιρέων ἠκολούθησεν, ἐπὶ τούτῳ κληθῆναι τὴν πόλιν Στῖριν.
そして、アッティカのスティリア区の大部分がペテオスに従ったために、その都市はスティリスと名付けられたのだという。
§10.35.9Στιρίταις δέ ἐστιν ἐπὶ ὑψηλοῦ καὶ πετρώδους ἡ οἴκησις·
スティリスの人々の住居は高く岩がちの場所にあり、そのために夏の時期には水が不足する。
σπανίζουσιν οὖν κατὰ τοῦτο ὕδατος θέρους ὥρᾳ·
そこには井戸が多くなく、提供される水も適したものではないからである。
φρέατα γὰρ αὐτόθι οὔτε πολλὰ οὔτε ὕδωρ παρεχόμενά ἐστιν ἐπιτήδειον. ταῦτα μὲν δὴ λουτρά σφισι καὶ ὑποζυγίοις ποτὸν γίνεται, τὸ δὲ ὕδωρ οἱ ἄνθρωποι τὸ πότιμον ὅσον στάδια τέσσαρα ὑποκαταβαίνοντες λαμβάνουσιν ἐκ πηγῆς·
これらは彼らにとっての入浴や、荷獣のための飲み水となり、人々が飲むための水は、四スタディオンほど下って泉から汲んでくる。
ἡ δὲ ἐν πέτραις ἐστὶν ὀρωρυγμένη, καὶ ἀρύονται κατιόντες ἐς τὴν πηγήν.
その泉は岩の中に掘られており、人々は泉へと下っていって水を汲むのである。
§10.35.10Δήμητρος δὲ ἐπίκλησιν Στιρίτιδος ἱερόν ἐστιν ἐν Στῖρι·
スティリスには、スティリティスと呼ばれるデメテルの聖域がある。
πλίνθου μὲν τῆς ὠμῆς τὸ ἱερόν, λίθου δὲ τοῦ Πεντελῆσι τὸ ἄγαλμα, δᾷδας ἡ θεὸς ἔχουσα.
この聖域は日干し煉瓦で作られており、神像はペンテリコン産の石でできており、女神は松明を手にしている。
παρὰ δὲ αὐτῇ κατειλημμένον ταινίαις ἄγαλμα ἀρχαῖόν ἐστιν ἄλλο ὁπόσα Δήμητρος ἐς τιμήν.
また、彼女の傍らには、デメテルの敬意を示すためのものとして、帯で巻かれた別の古い神像がある。

語釈・文法注

  1. 10.35.1ἰόντι — 現在分詞与格単数男性形。道案内や地理的記述において、基準となる視点(「〜を行く人にとって」)を示す「判断者の与格」(dativus iudicantis)として機能している。
  2. 10.35.3δοκῶ — ここでは非人称の「〜と思われる(δοκεῖ)」ではなく、パウサニアス自身を主語とする人称構文(「私は〜と思う」)として用いられている。不定詞 `εἶναι` の意味上の主語は、属格 `τοῦ ἐν Ἄβαις ἱεροῦ` ではなく、対格主語として補われる `τὴν θέαν` である。
  3. 10.35.5ἐπανελθόντα — 対格代名詞 `σε`(二人称単数対格、「あなたを」)を修飾するアオリスト能動態分詞対格単数男性形。主節の動詞 `ἐκδέξεται`(「迎えるだろう」)の直接目的語である `σε` に係り、時間の前後関係(「戻った後に」)を表す。
  4. 10.35.8ὅτι — 理由を表す接続詞(「〜だから、〜という理由で」)。後続の `ἐπὶ τούτῳ`(「このことのために」)と相関的に用いられており、「スティリスの人々の大部分がペテオスに従ったので、このことに因んで都市がスティリスと名付けられた」という因果関係を強調している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.35.1-10.35.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.35.1-10.35.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。