Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.32.14-10.32.19

ティトレアのイシス祭とオリーブ油

457 / 465 箇所 · ギリシア語

要旨

ティトレアにおけるイシスの祭り(春と秋)の儀式、犠牲祭の規定、そして内殿をのぞき見した者が急死したという奇跡の逸話が紹介される。また、この地で生産される高品質なオリーブオイルについても言及される。

§10.32.14ἐν δὲ τῇ Τιθορέων καὶ δὶς ἑκάστου τοῦ ἔτους τῇ Ἴσιδι πανήγυριν ἄγουσι, τὴν μὲν τῷ ἦρι, τὴν δὲ μετοπωρινήν·
ティトレアの地では、年に二度、イシスのために祝祭を催し、一方は春に、他方は秋に行う。
τρίτῃ δὲ ἡμέρᾳ πρότερον κατὰ ἑκατέραν τῶν πανηγύρεων, ὅσοις ἐστὶν ἐσελθεῖν ἄδεια, τὸ ἄδυτον ἐκκαθαίρουσι τρόπον τινὰ ἀπόρρητον, καὶ δὴ καὶ τῶν ἱερείων ἃ ἐπὶ τῆς προτέρας ἐνεβλήθη πανηγύρεως, τούτων ὁπόσα ἂν ὑπολειπόμενα εὕρωσι κομίζουσιν ἐς τὸ αὐτὸ ἀεὶ χωρίον καὶ κατορύσσουσιν ἐνταῦθα·
それぞれの祝祭の三日前、入る許可を得ている者たちが、ある種の秘密の方法で秘所を清める。 そして、前の祝祭のときに投げ入れられた犠牲獣のうち、見つかった残り物のすべてを、彼らは常に同じ特定 of の場所へと運び、そこに埋める。
δύο τε ἀπὸ τοῦ ἀδύτου στάδια ἐτεκμαιρόμεθα ἐς τοῦτο εἶναι τὸ χωρίον.
私たちは、この場所が秘所から二スタディオン離れていると推測した。
§10.32.15ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοσαῦτα περὶ τὸ ἱερὸν δρῶσι, τῇ δὲ ἐπιούσῃ σκηνὰς οἱ καπηλεύοντες ποιοῦνται καλάμου τε καὶ ἄλλης ὕλης αὐτοσχεδίου·
さて、この日には聖所の周りでそれだけのことを行うが、翌日には商人たちが葦やその他のあり合わせの材料で小屋を建てる。
τῇ τελευταίᾳ δὲ τῶν τριῶν πανηγυρίζουσι πιπράσκοντες καὶ ἀνδράποδα καὶ κτήνη τὰ πάντα, ἔτι δὲ ἐσθῆτας καὶ ἄργυρον καὶ χρυσόν·
そして、三日間の最後の日に、彼らは奴隷やあらゆる家畜、さらには衣服、銀、金を販売して市を催す。
§10.32.16μετὰ δὲ μεσοῦσαν τὴν ἡμέραν τρέπονται πρὸς θυσίαν.
正午を過ぎた後、彼らは犠牲祭へと向かう。
θύουσι δὲ καὶ βοῦς καὶ ἐλάφους οἱ εὐδαιμονέστεροι, ὅσοι δέ εἰσιν ἀποδέοντες πλούτῳ, καὶ χῆνας καὶ ὄρνιθας τὰς μελεαγρίδας·
より裕福な人々は牛や鹿を、富に欠ける人々はガチョウやホロホロチョウを犠牲に捧げる。
οἰσὶ δὲ ἐς τὴν θυσίαν οὐ νομίζουσιν οὐδὲ ὑσὶ χρῆσθαι καὶ αἰξίν.
羊や豚や山羊を犠牲に用いることは、彼らの慣習に反すると考えられている。
ὅσοις μὲν δὴ καθαγίσασι τὰ ἱερεῖα ἐς τὸ ἄδυτον ἀποστεῖλαι πεποιημένους ἀρχήν, καθελίξαι δεῖ σφᾶς τὰ ἱερεῖα λίνου τελαμῶσιν ἢ βύσσου·
犠牲獣を屠り、それを秘所に送る手はずをまず整えた者たちは、その犠牲獣を亜麻かパピルスの帯で包まなければならない。
τρόπος δὲ τῆς σκευασίας ἐστὶν ὁ Αἰγύπτιος.
その準備の方法はエジプト式である。
§10.32.17πομπεύει τε δὴ πάντα ὅσα ἔθυσαν καὶ οἱ μὲν ἐς τὸ ἄδυτον τὰ ἱερεῖα ἐσπέμπουσιν, οἱ δὲ ἔμπροσθε τοῦ ἀδύτου καθαγίζουσι τὰς σκηνὰς καὶ ἀποχωροῦσιν αὐτοὶ σπουδῇ.
彼らが犠牲に捧げたものすべてが列をなして進み、ある人々は秘所の中に犠牲獣を送り、他の人々は秘所の前で小屋を焼き清め、自身は急いで立ち去る。
καί φασί ποτε ἄνθρωπον οὐ τῶν καταβαινόντων ἐς τὸ ἄδυτον, βέβηλον δέ, ἡνίκα ἤρχετο ἡ πυρὰ καίεσθαι, τηνικαῦτα ἐσελθεῖν ἐς τὸ ἄδυτον ὑπὸ πολυπραγμοσύνης τε καὶ τόλμης·
かつて、秘所に下りる資格のない不浄な男が、火が燃え始めたまさにそのとき、好奇心と無謀さから秘所に入り込んだと言われている。
καί οἱ πάντα ἀνάπλεα εἰδώλων φαίνεσθαι, καὶ ἀναστρέψαι μὲν αὐτὸν ἐς τὴν Τιθορέαν, διηγησάμενον δὲ ἃ ἐθεάσατο ἀφεῖναι τὴν ψυχήν.
そして、彼にはすべてが幻影で満ちているように見え、ティトレアに戻ったものの、目撃したことを語り終えると息を引き取ったという。
§10.32.18ἐοικότα δὲ ἀνδρὸς ἤκουσα Φοίνικος, ἄγειν τῇ Ἴσιδι Αἰγυπτίους τὴν ἑορτήν, ὅτε αὐτὴν τὸν Ὄσιριν πενθεῖν λέγουσι·
これに似た話を、私はあるフェニキア人から聞いた。 エジプト人たちがイシスのために、彼女がオシリスを悼んでいると言われる時期に祭りを行うというのである。
τηνικαῦτα δὲ καὶ ὁ Νεῖλος ἀναβαίνειν σφίσιν ἄρχεται, καὶ τῶν ἐπιχωρίων πολλοῖς ἐστιν εἰρημένα ὡς τὰ αὔξοντα τὸν ποταμὸν καὶ ἄρδειν τὰς ἀρούρας ποιοῦντα δάκρυά ἐστι τῆς Ἴσιδος.
その時にナイル川も彼らのために増水し始め、地元の人々の多くによって、川を増水させ耕地を潤すものはイシスの涙であると言われている。
τότε οὖν τὸν Ῥωμαῖον, ὃς ἐπετέτραπτο Αἴγυπτον, ἄνδρα ἔφη χρήμασιν ἀναπείσαντα ἐς τὸ ἄδυτον καταπέμψαι τῆς Ἴσιδος τὸ ἐν Κόπτῳ·
その際、エジプトを委ねられていたローマ人の男が、金を掴ませて説得し、コプトスにあるイシスの秘所へある男を下らせたという。
καὶ ὁ ἐσπεμφθεὶς ἀνέστρεψε μὲν ἐκ τοῦ ἀδύτου, διηγησάμενον δὲ ὁπόσα ἐθεάσατο καὶ τοῦτον αὐτίκα ἐπυνθανόμην τελευτῆσαι.
そして、送り込まれた男は秘所から戻ってきたが、目撃したことすべてを語り終えると、彼もすぐに亡くなったと私は聞いた。
τὸ ἔπος οὖν ἀληθεύειν ἔοικε τὸ Ὁμήρου, σὺν οὐδενὶ αἰσίῳ τοὺς θεοὺς τῷ γένει τῶν ἀνθρώπων ἐναργῶς ὁρᾶσθαι.
それゆえ、神々がその姿をありありと現すことは、人間にとって不吉であるというホメロスの詩句は真実であると思われる。
§10.32.19τὸ δὲ ἔλαιον τὸ ἐν τῇ Τιθορέων ἀποδεῖ μὲν πλήθει τοῦ τε Ἀττικοῦ καὶ τοῦ Σικυωνίου, χρόᾳ δὲ ὑπερβάλλει καὶ ἡδονῇ τὸ Ἰβηρικὸν καὶ τὸ ἐκ τῆς νήσου τῆς Ἰστρίας·
ティトレアの地のオリーブオイルは、量においてはアッティカやシキュオンのものに劣るが、色と香りにおいてはイベリアやイストリア島のものを凌駕している。
καὶ μύρα τε ἀπʼ αὐτοῦ παντοῖα ἑψοῦσι καὶ τὸ ἔλαιον ὡς βασιλέα ἄγουσιν.
彼らはこれを用いてあらゆる種類の香油を煮出し、またそのオリーブオイルを王へと送る。

語釈・文法注

  1. 10.32.16ὅσοις μὲν δὴ καθαγίσασι τὰ ἱερεῖα ἐς τὸ ἄδυτον ἀποστεῖλαι πεποιημένους ἀρχήν, καθελίξαι δεῖ σφᾶς — 主動詞 `δεῖ` の意味上の主語として、文頭では与格 `ὅσοις... καθαγίσασι` が現れるが、直後に不定詞 `καθελίξαι` の主語として対格 `σφᾶς` および対格分詞 `πεποιημένους` が置かれており、格の混淆(anacoluthon)が見られる。`πεποιημένους ἀρχήν` は「〜をまず第一の仕事とする」という慣用表現。
  2. 10.32.18ὡς τὰ αὔξοντα τὸν ποταμὸν καὶ ἄρδειν τὰς ἀρούρας ποιοῦντα δάκρυά ἐστι τῆς Ἴσιδος — `ὡς` 節の中において、主語は `δάκρυα`(涙)、述語(補語)は冠詞の付いた分詞句 `τὰ αὔξοντα... καὶ... ποιοῦντα` である。`ποιοῦντα` は不定詞 `ἄρδειν` を伴って「〜するようにさせる」という使役的な意味を表す。
  3. 10.32.19ὡς βασιλέα ἄγουσιν — 定冠詞のない `βασιλεύς`(王)は、ギリシアの古典的な文脈において「ペルシア王」を指すことが多い。したがって、「(極上の品として)ペルシア王のもとへと運ぶ」と解釈される。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.32.14-10.32.19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.32.14-10.32.19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。