§10.32.8Τιθορέα δὲ ἀπωτέρω Δελφῶν ὀγδοήκοντα ὡς εἰκάσαι σταδίοις ἐστὶ καὶ ἑκατὸν ἰόντι τὴν διὰ τοῦ Παρνασσοῦ· τὴν δὲ οὐ πάντα ὀρεινήν, ἀλλὰ καὶ ὀχήμασιν ἐπιτήδειον πλεόνων ἔτι ἐλέγετο εἶναι σταδίων.
ティトレアは、パルナッソス山を通る道を行く者にとって、推測するにデルポイから百八十スタディオンの距離にあり、しかし、すべてが山道ではなく車両にも適しているもう一つの道は、さらに多くのスタディオンの長さであると言われていた。
διάφορα ἐς τὸ ὄνομα οἶδα τῆς πόλεως Ἡροδότῳ τε εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς.
この町の名について、ヘロドトスがペルシア人の遠征に関して述べていることと、バキスが神託の中で述べていることとが、異なっているのを私は知っている。
§10.32.9Βάκις μέν γε Τιθορέας τοὺς ἐνθάδε ἐκάλεσεν ἀνθρώπους·
すなわち、バキスはここの人々を「ティトレアの人々」と呼んだ。
Ἡροδότου δὲ ὁ ἐς αὐτοὺς λόγος ἐπιόντος φησὶ τοῦ βαρβάρου τοὺς ἐνταῦθα οἰκοῦντας ἀναφυγεῖν ἐς τὴν κορυφήν, ὄνομα δὲ Νεῶνα μὲν τῇ πόλει, Τιθορέαν δὲ εἶναι τοῦ Παρνασσοῦ τῇ ἄκρᾳ.
だが、彼らに関するヘロドトスの記述によれば、異民族が押し寄せてきたとき、ここに住んでいた人々は山頂に逃げ込み、町の名はネオンであり、パルナッソス山の山頂の名がティトレアであったという。
ἔοικεν οὖν ἀνὰ χρόνον πρῶτα μὲν δὴ τῇ ἁπάσῃ χώρᾳ, μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀνῳκίσθησαν ἀπὸ τῶν κωμῶν, ἐκνικῆσαι καὶ ἐπὶ τῇ πόλει Τιθορέαν μηδὲ ἔτι Νεῶνα ὀνομάζεσθαι·
したがって、時の経過とともに、最初はまず地域全体に、その後、彼らが諸村から再入植したときに、町に対してもティトレアという名が勝ち得て、もはやネオンとは呼ばれなくなったようである。
Τιθορέᾳ δὲ οἱ ἐπιχώριοι τεθῆναί φασιν ἀπὸ Τιθορέας νύμφης, οἷαι τὸ ἀρχαῖον λόγῳ τῷ ποιητῶν ἐφύοντο ἀπό τε ἄλλων δένδρων καὶ μάλιστα ἀπὸ τῶν δρυῶν.
地元の人々は、ティトレアの名は、古代に詩人たちの伝えるところによれば、他の樹木、とりわけ大樫から生まれて育ったような、ティトレアというニンフに由来して付けられたと言っている。
§10.32.10γενεᾷ δὲ ἤ με γενέσθαι μιᾷ πρότερον ἐς τὸ χεῖρον ἔτρεψεν ὁ δαίμων τὰ ἐν τῇ Τιθορέᾳ.
だが、私が生まれる一世代前に、神はティトレアの状況を悪化させた。
θεάτρου μὲν δὴ κατασκευὴ καὶ περίβολός ἐστιν ἀγορᾶς ἀρχαιοτέρας·
劇場の遺構と、より古いアゴラの囲い壁がある。
τὰ δὲ τῶν ἐν τῇ πόλει μάλιστα ἐς μνήμην ἥκοντα Ἀθηνᾶς ἐστιν ἄλσος καὶ ναός τε καὶ ἄγαλμα·
町の中で最も記憶に値するものは、アテナの聖林、神殿、および像である。
καὶ Ἀντιόπης μνῆμά ἐστι καὶ Φώκου.
また、アンティオペとポコスの墓もある。
καί μοι τοῦ λόγου τὰ ἔχοντα ἐς Θηβαίους ἐδήλωσε μὲν ὡς ἡ Ἀντιόπη διʼ ὀργὴν ἐκ Διονύσου μανείη, καὶ κατὰ αἰτίαν ἥντινα ἐπεσπάσατο ἐκ τοῦ θεοῦ τὸ μήνιμα, ἐδήλωσε δὲ καὶ ὡς ἐρασθέντι Φώκῳ §10.32.11τῷ Ὀρνυτίωνος συνῴκησε καὶ τέθαπται ὁμοῦ τῷ Φώκῳ, καὶ Βάκιδι ὁποῖά ἐστι τῷ χρησμολόγῳ κοινὰ ἐς τοῦτον τὸν τάφον καὶ ἐς τὸν Ζήθου τε ἐν Θήβαις καὶ Ἀμφίονος.
そして、テーバイ人に関する私の記述は、アンティオペがディオニュソスの怒りによってどのように狂気に陥り、どのような理由から神の憤りを自らに引き招いたかを明らかにしたし、また、彼女に恋をしたポコスと同居し、そのポコスとともに葬られていること、そして予言者バキスが、この墓とテーバイにあるゼトスおよびアンピオンの墓とに共通するものとしてどのようなことを述べているかを明らかにした。
τὰ μὲν δὴ ἐς συγγραφὴν τῶν ἐν τῷ πολίσματι ὅτι μὴ τὰ εἰρημένα ἄλλο ἦν οὐδέν, ποταμὸς δὲ παρὰ τῶν Τιθορέων ῥέων τὴν πόλιν ποτόν σφισι γίνεται καταβαίνουσί τε ἐπὶ τὴν ὄχθην καὶ ἀρυομένοις τὸ ὕδωρ·
さて、町の中にあるもので記述に値するものは、上述のもののほかには何もなかった。 しかし、ティトレアの人々の町を傍らに流れる川があり、彼らが岸辺に下りて水を汲むことで、飲み水となっている。
ὄνομα δέ ἐστιν αὐτῷ Καχάλης.
その名はカカレスという。
§10.32.12σταδίοις δὲ ἀπωτέρω Τιθορέας ἑβδομήκοντα ναός ἐστιν Ἀσκληπιοῦ, καλεῖται δὲ Ἀρχαγέτας·
ティトレアから七十スタディオン離れたところにアスクレピオスの神殿があり、アルカゲタスと呼ばれている。
τιμὰς δὲ παρὰ αὐτῶν ἔχει Τιθορέων καὶ ἐπʼ ἴσης παρὰ Φωκέων τῶν ἄλλων.
彼はティトレアの人々自身から、また同様に他のポキス人たちからも崇拝を受けている。
ἐντὸς μὲν δὴ τοῦ περιβόλου τοῖς τε ἱκέταις καὶ ὅσοι τοῦ θεοῦ δοῦλοι, τούτοις μὲν ἐνταῦθά εἰσι καὶ οἰκήσεις·
さて、囲いの中には、嘆願者たちや、神の召使いであるすべての人々のための住居がそこにある。
ἐν μέσῳ δὲ ὅ τε ναὸς καὶ ἄγαλμα λίθου πεποιημένον, γένεια ἔχον μέγεθος καὶ ὑπὲρ δύο πόδας·
中央には、神殿と石造りの像があり、その像は髭を蓄え、大きさは二フィートを超える。
κλίνη δὲ ἐν δεξιᾷ κεῖται τοῦ ἀγάλματος, θύειν δὲ αὐτῷ τὰ πάντα ὁμοίως νομίζουσι πλὴν αἰγῶν.
像の右手には寝台が置かれており、彼らは山羊を除いて、あらゆるものを同様に彼に捧げる習慣にしている。
§10.32.13τοῦ δὲ Ἀσκληπιοῦ περὶ τεσσαράκοντα ἀπέχει σταδίους περίβολος καὶ ἄδυτον ἱερὸν Ἴσιδος, ἁγιώτατον ὁπόσα Ἕλληνες θεῷ τῇ Αἰγυπτίᾳ πεποίηνται·
アスクレピオスの神殿からおよそ四十スタディオン離れたところに、イシスの囲い地と秘所である聖所があり、これはギリシア人がエジプトの女神のために造ったもののうち、最も神聖なものである。
οὔτε γὰρ περιοικεῖν ἐνταῦθα οἱ Τιθορεεῖς νομίζουσιν οὔτε ἔσοδος ἐς τὸ ἄδυτον ἄλλοις γε ἢ ἐκείνοις ἐστὶν οὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ σφᾶς διʼ ἐνυπνίων.
というのも、ティトレアの人々はそこに居住することは正しくないと考えているし、イシス自身が好意を寄せ、夢を通じて招いた人々以外の何者にも、秘所への立ち入りは許されていないからである。
τὸ δὲ αὐτὸ καὶ ἐν ταῖς ὑπὲρ Μαιάνδρου πόλεσι θεοὶ ποιοῦσιν οἱ καταχθόνιοι·
これと同じことを、マイアンドロス川の上方にある諸都市において冥界の神々も行っている。
οὓς γὰρ ἂν ἐς τὰ ἄδυτα ἐσιέναι θελήσωσιν, ἀποστέλλουσιν αὐτοῖς ὀνειράτων ὄψεις.
彼らは、自らの秘所に立ち入ることを望む人々に対して、夢の幻影を送るのである。