Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.32.8-10.32.13

蒂托雷阿的古迹与伊西斯秘所

第 456 段,共 465 段 · 希腊语

内容简介

作者讨论了蒂托雷阿城名的起源与历史变迁,描述了城内的阿西娜圣所、安提奥佩陵墓等古迹,随后介绍了位于其外一定距离处的阿斯克勒庇俄斯神殿和极具神圣性的伊西斯内殿。

§10.32.8Τιθορέα δὲ ἀπωτέρω Δελφῶν ὀγδοήκοντα ὡς εἰκάσαι σταδίοις ἐστὶ καὶ ἑκατὸν ἰόντι τὴν διὰ τοῦ Παρνασσοῦ· τὴν δὲ οὐ πάντα ὀρεινήν, ἀλλὰ καὶ ὀχήμασιν ἐπιτήδειον πλεόνων ἔτι ἐλέγετο εἶναι σταδίων.
至于蒂托雷阿,对于走穿过帕尔纳索斯山之路的人来说,据估计距离德尔斐有一百八十斯塔德;而另一条并非完全是山路、亦适合车辆通行的道路,据说其里数还要更多。
διάφορα ἐς τὸ ὄνομα οἶδα τῆς πόλεως Ἡροδότῳ τε εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς.
关于这座城市的名字,我知道赫罗多德在波斯人远征记中所说的,与巴基斯在神谕中所说的有所不同。
§10.32.9Βάκις μέν γε Τιθορέας τοὺς ἐνθάδε ἐκάλεσεν ἀνθρώπους· Ἡροδότου δὲ ὁ ἐς αὐτοὺς λόγος ἐπιόντος φησὶ τοῦ βαρβάρου τοὺς ἐνταῦθα οἰκοῦντας ἀναφυγεῖν ἐς τὴν κορυφήν, ὄνομα δὲ Νεῶνα μὲν τῇ πόλει, Τιθορέαν δὲ εἶναι τοῦ Παρνασσοῦ τῇ ἄκρᾳ.
因为巴基斯确实称呼这里的人为蒂托雷阿人;而赫罗多德关于他们的记载则称,当蛮族入侵时,居住在这里的人逃往了山顶,而城市的名字是内翁,蒂托雷阿则是帕尔纳索斯山顶的名字。
ἔοικεν οὖν ἀνὰ χρόνον πρῶτα μὲν δὴ τῇ ἁπάσῃ χώρᾳ, μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀνῳκίσθησαν ἀπὸ τῶν κωμῶν, ἐκνικῆσαι καὶ ἐπὶ τῇ πόλει Τιθορέαν μηδὲ ἔτι Νεῶνα ὀνομάζεσθαι·
看来,随着时间的推移,起初是整个地区,随后当他们从村落重新迁聚建城时,蒂托雷阿这个名字也在城市上占了上风,以至于不再被称为内翁。
Τιθορέᾳ δὲ οἱ ἐπιχώριοι τεθῆναί φασιν ἀπὸ Τιθορέας νύμφης, οἷαι τὸ ἀρχαῖον λόγῳ τῷ ποιητῶν ἐφύοντο ἀπό τε ἄλλων δένδρων καὶ μάλιστα ἀπὸ τῶν δρυῶν.
当地人说,蒂托雷阿得名于一位名叫蒂托雷阿的宁芙仙女,正如古代诗人们所说的那种,她们是从其他树木、尤其是从橡树中生长出来的。
§10.32.10γενεᾷ δὲ ἤ με γενέσθαι μιᾷ πρότερον ἐς τὸ χεῖρον ἔτρεψεν ὁ δαίμων τὰ ἐν τῇ Τιθορέᾳ.
然而,在我出生前一代,神明使蒂托雷阿的状况恶化了。
θεάτρου μὲν δὴ κατασκευὴ καὶ περίβολός ἐστιν ἀγορᾶς ἀρχαιοτέρας· τὰ δὲ τῶν ἐν τῇ πόλει μάλιστα ἐς μνήμην ἥκοντα Ἀθηνᾶς ἐστιν ἄλσος καὶ ναός τε καὶ ἄγαλμα· καὶ Ἀντιόπης μνῆμά ἐστι καὶ Φώκου.
那里确实有一座剧场的遗迹和一座较古老广场的围墙;城市中最为人铭记的事物是阿西娜的圣林、神殿及雕像;此外还有安提奥佩和福科斯的陵墓。
καί μοι τοῦ λόγου τὰ ἔχοντα ἐς Θηβαίους ἐδήλωσε μὲν ὡς ἡ Ἀντιόπη διʼ ὀργὴν ἐκ Διονύσου μανείη, καὶ κατὰ αἰτίαν ἥντινα ἐπεσπάσατο ἐκ τοῦ θεοῦ τὸ μήνιμα, ἐδήλωσε δὲ καὶ ὡς ἐρασθέντι Φώκῳ §10.32.11τῷ Ὀρνυτίωνος συνῴκησε καὶ τέθαπται ὁμοῦ τῷ Φώκῳ, καὶ Βάκιδι ὁποῖά ἐστι τῷ χρησμολόγῳ κοινὰ ἐς τοῦτον τὸν τάφον καὶ ἐς τὸν Ζήθου τε ἐν Θήβαις καὶ Ἀμφίονος.
我关于底比斯人的叙述已经表明,安提奥佩是如何因迪奥尼索斯的愤怒而发狂,以及因为什么原因招致了这位神明的怨恨,同时也表明了她如何与爱上她的福科斯共同生活,并与福科斯合葬在一起,以及占卜者巴基斯对于这座陵墓与底比斯的泽托斯和安菲翁陵墓所说的共同特征是什么。
τὰ μὲν δὴ ἐς συγγραφὴν τῶν ἐν τῷ πολίσματι ὅτι μὴ τὰ εἰρημένα ἄλλο ἦν οὐδέν, ποταμὸς δὲ παρὰ τῶν Τιθορέων ῥέων τὴν πόλιν ποτόν σφισι γίνεται καταβαίνουσί τε ἐπὶ τὴν ὄχθην καὶ ἀρυομένοις τὸ ὕδωρ·
至于城镇中值得记录的事物,除了上述这些之外便没有别的了;然而有一条流经蒂托雷阿人城市的河流,他们下到河岸汲水,作为其饮用水。
ὄνομα δέ ἐστιν αὐτῷ Καχάλης.
其名叫卡查莱斯。
§10.32.12σταδίοις δὲ ἀπωτέρω Τιθορέας ἑβδομήκοντα ναός ἐστιν Ἀσκληπιοῦ, καλεῖται δὲ Ἀρχαγέτας· τιμὰς δὲ παρὰ αὐτῶν ἔχει Τιθορέων καὶ ἐπʼ ἴσης παρὰ Φωκέων τῶν ἄλλων.
距离蒂托雷阿七十斯塔德的地方有一座阿斯克勒庇俄斯神殿,被称为阿尔查格塔斯;他受到蒂托雷阿人自身以及其他福基斯人同等的崇敬。
ἐντὸς μὲν δὴ τοῦ περιβόλου τοῖς τε ἱκέταις καὶ ὅσοι τοῦ θεοῦ δοῦλοι, τούτοις μὲν ἐνταῦθά εἰσι καὶ οἰκήσεις· ἐν μέσῳ δὲ ὅ τε ναὸς καὶ ἄγαλμα λίθου πεποιημένον, γένεια ἔχον μέγεθος καὶ ὑπὲρ δύο πόδας· κλίνη δὲ ἐν δεξιᾷ κεῖται τοῦ ἀγάλματος, θύειν δὲ αὐτῷ τὰ πάντα ὁμοίως νομίζουσι πλὴν αἰγῶν.
在围墙之内,确实有供祈求庇护者以及所有属于神明的仆役居住的住所;正中则是神殿和一尊石雕像,留有胡须,尺寸超过两英尺;雕像的右侧放着一张卧榻,他们习惯向他献祭除山羊之外的一切祭品。
§10.32.13τοῦ δὲ Ἀσκληπιοῦ περὶ τεσσαράκοντα ἀπέχει σταδίους περίβολος καὶ ἄδυτον ἱερὸν Ἴσιδος, ἁγιώτατον ὁπόσα Ἕλληνες θεῷ τῇ Αἰγυπτίᾳ πεποίηνται·
距离阿斯克勒庇俄斯神殿大约四十斯塔德的地方,有伊西斯的围地和密室圣所,这是希腊人为这位埃及女神所建的所有圣所中最神圣的一个。
οὔτε γὰρ περιοικεῖν ἐνταῦθα οἱ Τιθορεεῖς νομίζουσιν οὔτε ἔσοδος ἐς τὸ ἄδυτον ἄλλοις γε ἢ ἐκείνοις ἐστὶν οὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ σφᾶς διʼ ἐνυπνίων.
因为蒂托雷阿人既不认为在周围居住是合宜的,除了解伊西斯亲自眷顾并通过梦境召唤的人之外,其他人也一概不得进入内殿。
τὸ δὲ αὐτὸ καὶ ἐν ταῖς ὑπὲρ Μαιάνδρου πόλεσι θεοὶ ποιοῦσιν οἱ καταχθόνιοι· οὓς γὰρ ἂν ἐς τὰ ἄδυτα ἐσιέναι θελήσωσιν, ἀποστέλλουσιν αὐτοῖς ὀνειράτων ὄψεις.
在迈安德罗斯河上方的城市里,冥府的神明也做同样的事;对于那些他们希望其进入内殿的人,神明会向他们发送梦中的景象。

词汇与语法注释

  1. 10.32.8ὡς εἰκάσαι — ὡς 与动词不定式结合的绝对不定式用法(ὡς εἰκάσαι),意为“据估计”或“大概”,用于修饰估计的距离。
  2. 10.32.8ἰόντι τὴν διὰ τοῦ Παρνασσοῦ — 现在分词与格 ἰόντι 是基准或关涉与格,表示“对于行进者而言”。阴性宾格冠词 τὴν 修饰省略的名词 ὁδόν(道路),表示行进的路径。
  3. 10.32.10γενεᾷ δὲ ἤ με γενέσθαι μιᾷ πρότερον — 表示程度差异的与格 γενεᾷ μιᾷ(一代)与含有比较意义的副词 πρότερον(在……之前)、连词 ἤ(比)以及宾格不定式短语 με γενέσθαι(我出生)相结合,意为“在我出生前一代”。
  4. 10.32.11ὅτι μὴ — 紧接在否定表达之后,表示“除了……之外”的惯用词组。在此修饰 ἄλλο ἦν οὐδέν(没有别的),表示除上述事物外别无他物。
  5. 10.32.13οὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ — 由关系代词 οὕ斯、助词 ἄν 及虚拟语气动词 καλέσῃ 结合而成的关系泛指从句,并带有不定过去时分词 προτιμήσασα(眷顾),表示条件意义:“凡是伊西斯自己所眷顾并召唤的人”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.32.8-10.32.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.32.8-10.32.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。