§10.32.1τοῦ περιβόλου δὲ τοῦ ἱεροῦ θέατρον ἔχεται θέας ἄξιον, ἐπαναβάντι δὲ ἐκ τοῦ περιβόλου Διονύσου δὲ ἄγαλμα ἐνταῦθα Κνιδίων ἐστὶν ἀνάθημα.
聖域の囲い壁には見事な劇場が隣接しており、囲いから上へと登る者にとって、そこにはクニドス人の献納物であるディオニュソスの像がある。
στάδιον δέ σφισιν ἀνωτάτω τῆς πόλεως τοῦτό ἐστιν·
彼らには、町の一番高いところにこのスタディオン(競技場)がある。
ἐπεποίητο δὲ ἐκ τῆς πέτρας ὁποῖαι περὶ τὸν Παρνασσόν εἰσιν αἱ πολλαί, ἄχρις Ἀθηναῖος Ἡρώδης λίθῳ τῷ Πεντελῆσιν αὐτὸ μετεκόσμησεν.
それはパルナッソス山の周辺に多くあるような石で造られていたが、アテナイ人のへロデスがペンテリコンの石でそれを装飾し直した。
τὰ μὲν δὴ ἀνήκοντα ἐς συγγραφὴν τοσαῦτά τε καὶ τοιαῦτα κατʼ ἐμὲ ἦν τὰ λειπόμενα ἐν Δελφοῖς·
さて、私の記述に属するもので、デルポイに残されているものは、私の時代においてこれほど多く、またこのようなものであった。
§10.32.2ἰόντι δὲ ἐκ Δελφῶν ἐπὶ τὰ ἄκρα τοῦ Παρνασσοῦ, σταδίοις μὲν ὅσον ἑξήκοντα ἀπωτέρω Δελφῶν ἐστιν ἄγαλμα χαλκοῦν, καὶ ῥᾴων εὐζώνῳ ἀνδρὶ ἢ ἡμιόνοις τε καὶ ἵπποις ἐπὶ τὸ ἄντρον ἐστὶν ἄνοδος τὸ Κωρύκιον.
デルポイからパルナッソス山の山頂へと向かう者にとって、デルポイからおよそ60スタディオン離れたところに青銅の像があり、コーリュキオス洞窟への登り道は、ラバや馬にとってよりも、身軽な男にとってのほうが容易である。
τούτῳ δὲ τῷ ἄντρῳ γενέσθαι τὸ ὄνομα ἀπὸ νύμφης Κωρυκίας ἐδήλωσα ὀλίγον τι ἔμπροσθεν·
この洞窟の名前がコーリュキアというニンフに由来することは、少し前に明らかにした。
σπηλαίων δὲ ὧν εἶδον θέας ἄξιον μάλιστα ἐφαίνετο εἶναί μοι.
私が見た洞窟の中で、これは最も見るに値するもののように思われた。
§10.32.3ὅσα μὲν γὰρ ἐπί τε αἰγιαλοῖς καὶ ἀγχιβαθεῖ τῇ θαλάσσῃ, τούτων μὲν οὐδὲ ἀριθμὸν ἄν τις ἐθέλων ἐξεύροι, ὀνομαστότατα δὲ ἔν τε Ἕλλησι καὶ ἐν γῇ τῇ βαρβάρων ἐστί·
なぜなら、海岸沿いや水深の深い海の近くにあるものについては、望んだとしても誰もその数を見出すことはできないが、ギリシア人の間や異民族の土地で最も有名なものは次の通りである。
Φρύγες οἱ ἐπὶ ποταμῷ Πεγκέλᾳ, τὰ δὲ ἄνωθεν ἐξ Ἀρκαδίας καὶ Ἀζάνων ἐς ταύτην ἀφικόμενοι τὴν χώραν, δεικνύουσιν ἄντρον καλούμενον Στεῦνος περιφερές τε καὶ ὕψους ἔχον εὐπρεπῶς·
ペンケラス川沿いのフリュギア人たち――彼らはもともとアルカディアおよびアザネス地方からこの土地にやって来たのであるが――は、ステウノスと呼ばれる、円形で高さも十分にある洞窟を示している。
Μητρὸς δέ ἐστιν ἱερόν, καὶ ἄγαλμα Μητρὸς πεποίηται.
それは(神々の)母の聖所であり、母の像が造られている。
§10.32.4Θεμισώνιον δὲ τὸ ὑπὲρ Λαοδικείας Φρύγες μὲν καὶ τοῦτο οἰκοῦσιν·
ラオディケイアの上方にあるテミソニオン、ここもまたフリュギア人が住んでいる。
ὅτε δὲ ὁ Γαλατῶν στρατὸς ἔφερε καὶ ἦγεν Ἰωνίαν καὶ Ἰωνίας τὰ ὅμορα, οἱ Θεμισωνεῖς φασιν αὑτοῖς Ἡρακλέα βοηθὸν καὶ Ἀπόλλωνα γενέσθαι καὶ Ἑρμῆν·
ガラティア人の軍勢がイオニアとその周辺を略奪していたとき、テミソニオンの人々は、ヘラクレスとアポロンとヘルメスが自分たちの助け手になったと言っている。
τούτους γὰρ τοῖς τὰς ἀρχὰς ἔχουσιν ἄντρον τε διʼ ὀνειράτων δεῖξαι καὶ ἀποκρυφθῆναι Θεμισωνεῦσι καὶ γυναιξὶν αὐτῶν καὶ παισὶν ἐς τοῦτο προστάξαι τὸ ἄντρον.
なぜなら、これらの神々が夢を通じて指導者たちに洞窟を示し、テミソニオンの人々とその妻や子供たちに、この洞窟の中に隠れるよう命じたからである。
§10.32.5καὶ ἐπὶ τούτῳ πρὸ τοῦ σπηλαίου σφίσιν ἀγάλματα οὐ μεγάλα ἐστὶν Ἡρακλέους καὶ Ἑρμοῦ τε καὶ Ἀπόλλωνος, Σπηλαῗται καλούμενοι·
そしてこのことのために、彼らにとって洞窟の前には「洞窟の(神々)」と呼ばれるヘラクレス、ヘルメス、アポロンの大きくない像がある。
τὸ δὲ ἀπέχει ὅσον τριάκοντα τοῦ ἄστεως σταδίους, ὕδατος δέ εἰσιν ἐν αὐτῷ πηγαί·
それは町からおよそ30 スタディオン離れており、その中には水の泉がある。
οὔτε δὲ ἔσοδος ἐς αὐτὸ φέρει οὔτε ἐπὶ πολὺ ἡ αὐγὴ δίεισι τοῦ ἡλίου, τοῦ τε ὀρόφου τὰ πλείονα ἐγγυτάτω τοῦ ἐδάφους γίνεται.
しかし、そこに入る道は通じておらず、太陽の光も奥までは通らず、天井の大部分は床に非常に近くなっている。
§10.32.6ἔστι δὲ καὶ τοῖς ἐπὶ ποταμῷ Ληθαίῳ Μάγνησιν Αὐλαὶ καλούμενον χωρίον·
またレタイオス川沿いのマグネシア人たちには、アウライと呼ばれる場所がある。
ἐνταῦθα Ἀπόλλωνι ἀνεῖται σπήλαιον, μεγέθους μὲν εἵνεκα οὐ πολλοῦ θαύματος, τὸ δὲ ἄγαλμα τοῦ Ἀπόλλωνος τὰ μάλιστα ἀρχαῖον καὶ ἰσχὺν ἐπὶ ἔργῳ παρέχεται παντί·
そこにはアポロンに捧げられた洞窟があり、大きさの点では大して驚くべきものではないが、アポロンの像は極めて古く、あらゆる仕事において力を与えてくれる。
καὶ αὐτῷ ἄνδρες ἱεροὶ κατὰ κρημνῶν τε ἀποτόμων καὶ πετρῶν πηδῶσιν ὑψηλῶν καὶ ὑπερμήκη δένδρα ἐριπόντες ἐκ ῥιζῶν κατὰ τὰ στενώτατα τῶν ἀτραπῶν ὁμοῦ τοῖς ἄχθεσιν ὁδεύουσι.
そして彼のために、聖なる男たちが険しい崖や高い岩から飛び降り、非常に高い木々を根こそぎ倒して、その重荷とともに最も狭い小道を通って旅をする。
§10.32.7τὸ δὲ ἄντρον τὸ Κωρύκιον μεγέθει τε ὑπερβάλλει τὰ εἰρημένα καὶ ἔστιν ἐπὶ πλεῖστον ὁδεῦσαι διʼ αὐτοῦ καὶ ἄνευ λαμπτήρων·
コーリュキオス洞窟は大きさに言えば上述のものを逆転(凌駕)しており、松明がなくてもその大部分を歩き通すことができる。
ὅ τε ὄροφος ἐς αὔταρκες ἀπὸ τοῦ ἐδάφους ἀνέστηκε, καὶ ὕδωρ τὸ μὲν ἀνερχόμενον ἐκ πηγῶν, πλέον δὲ ἔτι ἀπὸ τοῦ ὀρόφου στάζει, ὥστε καὶ δῆλα ἐν τῷ ἐδάφει σταλαγμῶν τὰ ἴχνη διὰ παντός ἐστι τοῦ ἄντρου.
天井は床から十分な高さにそびえており、水は一方で泉から湧き出し、他方でさらに多くが天井から滴り落ちている。 そのため、洞窟全体にわたって床に水滴の明瞭な痕跡がある。
ἱερὸν δὲ αὐτὸ οἱ περὶ τὸν Παρνασσὸν Κωρυκίων τε εἶναι Νυμφῶν καὶ Πανὸς μάλιστα ἥγηνται.
パルナッソス山の周辺の人々は、これをとりわけコーリュキアのニンフたちとパンの聖所であると考えている。
ἀπὸ δὲ τοῦ Κωρυκίου χαλεπὸν ἤδη καὶ ἀνδρὶ εὐζώνῳ πρὸς τὰ ἄκρα ἀφικέσθαι τοῦ Παρνασσοῦ·
コーリュキオスからパルナッソス山の山頂に到達することは、今や身軽な男にとっても困難である。
τὰ δὲ νεφῶν τέ ἐστιν ἀνωτέρω τὰ ἄκρα καὶ αἱ Θυιάδες ἐπὶ τούτοις τῷ Διονύσῳ καὶ τῷ Ἀπόλλωνι μαίνονται.
山頂は雲よりも高く、そこではテュイアスたちがディオニュソスとアポロンのために狂乱する。