§10.31.7παρὰ δὲ τῷ Μέμνονι καὶ παῖς Αἰθίοψ πεποίηται γυμνός, ὅτι ὁ Μέμνων βασιλεὺς ἦν τοῦ Αἰθιόπων γένους.
メムノンの側には、エチオピア人の裸の少年も描かれている。 メムノンがエチオピア人の民族の王であったからである。
ἀφίκετο μέντοι ἐς Ἴλιον οὐκ ἀπʼ Αἰθιοπίας ἀλλὰ ἐκ Σούσων τῶν Περσικῶν καὶ ἀπὸ τοῦ Χοάσπου ποταμοῦ, τὰ ἔθνη πάντα ὅσα ᾤκει μεταξὺ ὑποχείρια πεποιημένος·
しかしながら、彼はエチオピアからではなく、ペルシアのスサおよびコアスペス川からイリオスへと到着したのであり、その間に住んでいたすべての諸民族を服従させていた。
Φρύγες δὲ καὶ τὴν ὁδὸν ἔτι ἀποφαίνουσι διʼ ἧς τὴν στρατιὰν ἤγαγε τὰ ἐπίτομα ἐκλεγόμενος τῆς χώρας·
そしてフリュギア人たちは、彼がその土地の近道を選んで軍隊を率いた道を今でも示している。
τέτμηται δὲ διὰ τῶν μονῶν ἡ ὁδός.
その道は宿駅を通って開かれている。
§10.31.8ὑπὲρ δὲ τὸν Σαρπηδόνα τε καὶ Μέμνονα, ἔστιν ὑπὲρ αὐτοὺς ὁ Πάρις οὐκ ἔχων πω γένεια·
サルペドンとメムノンの上方、彼らの上方には、まだ髭を生やしていないパリスがいる。
κροτεῖ δὲ ταῖς χερσίν, οἷος ἂν γένοιτο ἀνδρὸς ἀγροίκου κρότος·
彼は両手を叩いているが、その叩き方は、田舎者の男の手の叩き方のようである。
ἐοικέναι τὸν Πάριν φήσεις τῷ ψόφῳ τῶν χειρῶν Πενθεσίλειαν παρʼ αὑτὸν καλοῦντι.
パリスは、両手の音によってペンテシレイアを自分のそばに呼び寄せている者のようである、とあなたは言うだろう。
ἔστι δὲ καὶ ἡ Πενθεσίλεια ὁρῶσα ἐς τὸν Πάριν, τοῦ προσώπου δὲ ἔοικε τῷ νεύματι ὑπερορᾶν τε αὐτὸν καὶ ἐν οὐδενὸς τίθεσθαι λόγῳ·
ペンテシレイアもパリスを見つめているが、顔の表情からすると、彼女は彼を見下し、何とも思っていないようである。
τὸ δὲ σχῆμά ἐστι τῇ Πενθεσιλείᾳ παρθένος τόξον ἔχουσα τοῖς Σκυθικοῖς ἐμφερὲς καὶ παρδάλεως δέρμα ἐπὶ τῶν ὤμων.
ペンテシレイアの姿は、スキティアのものに似た弓を持ち、両肩に豹の皮を羽織った乙女である。
§10.31.9αἱ δὲ ὑπὲρ τὴν Πενθεσίλειαν φέρουσαι μέν εἰσιν ὕδωρ ἐν κατεαγόσιν ὀστράκοις, πεποίηται δὲ ἡ μὲν ἔτι ὡραία τὸ εἶδος, ἡ δὲ ἤδη τῆς ἡλικίας προήκουσα·
ペンテシレイアの上方にいる女たちは、割れた陶器の破片で水を運んでおり、一方は容姿がまだ若く美しく、他方はすでに高齢に達しているように描かれている。
ἰδίᾳ μὲν δὴ οὐδὲν ἐπίγραμμα ἐπὶ ἑκατέρᾳ τῶν γυναικῶν, ἐν κοινῷ δέ ἐστιν ἐπὶ ἀμφοτέραις εἶναι σφᾶς τῶν οὐ μεμυημένων γυναικῶν.
個々にはそれぞれの女の上に銘文は全くないが、両者に対して共通のものとして、彼女たちが密儀に入信しなかった女たちであることが示されている。
§10.31.10ἀνωτέρω τούτων ἐστὶν ἡ Λυκάονος Καλλιστὼ καὶ Νομία τε καὶ ἡ Νηλέως Πηρώ·
これらの上方には、リュカオンの娘カリストとノミア、そしてネレウスの娘ペロがいる。
ταύτης ἕδνα τῶν γάμων βοῦς ὁ Νηλεὺς ᾔτει τὰς Ἰφίκλου.
このペロのために、ネレウスは結婚の結納品としてイピクロスの牛たちを要求した。
τῇ Καλλιστοῖ δὲ ἀντὶ μὲν στρωμνῆς ἐστιν αὐτῇ δέρμα ἄρκτου, τοὺς πόδας δὲ ἐν τοῖς Νομίας γόνασιν ἔχει κειμένους.
カリストにとっては、敷物の代わりに熊の皮があり、彼女は両足をノミアの膝の上に置いている。
ἐδήλωσε δέ μοι τὰ πρότερα τοῦ λόγου φάναι τοὺς Ἀρκάδας Νομίαν εἶναι ἐπιχώριον νύμφην·
私の話の前の部分は、アルカディア人たちがノミアを地元のニンフであると言っていることを明らかにしていた。
τὰς νύμφας δὲ εἶναι πολὺν μέν τινα ἀριθμὸν βιούσας ἐτῶν, οὐ μέντοι παράπαν γε ἀπηλλαγμένας θανάτου, ποιητῶν ἐστιν ἐς αὐτὰς λόγος.
ニンフたちは非常に多くの年数を生きるものの、死から完全に免れているわけではないというのが、彼女たちに関する詩人たちの語るところである。
μετὰ δὲ τὴν Καλλιστὼ καὶ ὅσαι σὺν ἐκείνῃ γυναῖκες, κρημνοῦ τε σχῆμά ἐστι καὶ ὁ Αἰόλου Σίσυφος ἀνῶσαι πρὸς τὸν κρημνὸν βιαζόμενος τὴν πέτραν.
カリストと彼女と一緒にいる女たちの後には、崖の姿があり、アイオロスの子シシュポスがその崖に向かって岩を押し上げようと苦闘している。
§10.31.11ἔστι δὲ καὶ πίθος ἐν τῇ γραφῇ, πρεσβύτης δὲ ἄνθρωπος, ὁ δὲ ἔτι παῖς, καὶ γυναῖκες, νέα μὲν ὑπὸ τῇ πέτρᾳ, παρὰ δὲ τὸν πρεσβύτην ἐοικυῖα ἐκείνῳ τὴν ἡλικίαν·
また絵の中には大きな甕もあり、一人の老いた男、まだ少年の者、そして何人かの女たちがおり、若い女は岩の下に、老男の傍らには彼と年齢が似通った女がいる。
οἱ μὲν δὴ ἄλλοι φέρουσιν ὕδωρ, τῇ δὲ γραῒ κατεᾶχθαι τὴν ὑδρίαν εἰκάσεις·
他の者たちは水を運んでいるが、老女については、水瓶が割れてしまっていると推測される。
ὅσον δὲ ἐν τῷ ὀστράκῳ λοιπόν ἦν τοῦ ὕδατος, ἐκχέουσά ἐστιν αὖθις ἐς τὸν πίθον.
そして彼女は、土器の破片に残っていたわずかな水を、再びその大きな甕の中に注ぎ込んでいる。
ἐτεκμαιρόμεθα δʼ εἶναι καὶ τούτους τῶν τὰ δρώμενα Ἐλευσῖνι ἐν οὐδενὶ θεμένων λόγῳ·
そして私たちは、彼らもまたエレウシスで行われる儀式を全く重んじなかった者たちであると推測した。
οἱ γὰρ ἀρχαιότεροι τῶν Ἑλλήνων τελετὴν τὴν Ἐλευσινίαν πάντων ὁπόσα ἐς εὐσέβειαν ἥκει τοσούτῳ ἦγον ἐντιμότερον ὅσῳ καὶ θεοὺς ἐπίπροσθεν ἡρώων.
なぜなら、古代のギリシア人たちはエレウシスの密儀を、敬神に関わるすべての事柄の中で、神々を英雄たちより優先させるのとそれと同じくらい、はるかに名誉あるものとして扱っていたからである。
§10.31.12ὑπὸ τούτῳ δὲ τῷ πίθῳ Τάνταλος καὶ ἄλλα ἔχων ἐστὶν ἀλγεινὰ ὁπόσα Ὅμηρος ἐπʼ αὐτῷ πεποίηκεν, ἐπὶ δὲ αὐτοῖς πρόσεστίν οἱ καὶ τὸ ἐκ τοῦ ἐπηρτημένου λίθου δεῖμα.
この大きな甕の下にはタンタロスがおり、ホメロスが彼について描いたすべての他の苦痛を被っているが、それらに加えて、彼の頭上に吊り下がっている岩による恐怖も彼に加わっている。
Πολύγνωτος μὲν δῆλός ἐστιν ἐπακολουθήσας τῷ Ἀρχιλόχου λόγῳ·
ポリュグノトスはアルキロコスの記述に従ったことが明らかである。
Ἀρχίλοχος δὲ οὐκ οἶδα εἴτε ἐδιδάχθη παρὰ ἄλλων τὰ ἐς τὸν λίθον εἴτε καὶ αὐτὸς ἐς τὴν ποίησιν ἐσηνέγκατο.
アルキロコスが、その岩に関する事柄を他者から教わったのか、あるいは彼自身が詩の中にそれを導入したのかは、私は知らない。
τοσαύτη μὲν πλῆθος καὶ εὐπρεπείας ἐς τοσοῦτόν ἐστιν ἥκουσα ἡ τοῦ Θασίου γραφή·
タソス出身の画家の絵は、このように分量が多く、美しさにおいてこのような高い水準に達している。