§10.31.1εἰ δὲ ἀπίδοις πάλιν ἐς τὸ ἄνω τῆς γραφῆς, ἔστιν ἐφεξῆς τῷ Ἀκταίωνι Αἴας ὁ ἐκ Σαλαμῖνος, καὶ Παλαμήδης τε καὶ Θερσίτης κύβοις χρώμενοι παιδιᾷ, τοῦ Παλαμήδους τῷ εὑρήματι·
もし再び絵の上方に目を向けるなら、アクタイオンの次にはサラミス出身のアイアスがおり、パラメデスとテルシテスが、パラメデスの発明したサイコロで遊んでいる。
Αἴας δὲ ὁ ἕτερος ἐς αὐτοὺς ὁρᾷ παίζοντας.
もう一人のアイアスは、彼らが遊んでいるのを見つめている。
τούτῳ τῷ Αἴαντι τὸ χρῶμά ἐστιν οἷον ἂν ἀνδρὶ ναυαγῷ γένοιτο ἐπανθούσης τῷ χρωτὶ ἔτι τῆς ἅλμης.
この(もう一人の)アイアスの肌の色は、遭難した男のそれのようであり、その体にはまだ塩水が浮き出ている。
§10.31.2ἐς δὲ τὸ αὐτὸ ἐπίτηδες τοῦ Ὀδυσσέως τοὺς ἐχθροὺς ἤγαγεν ὁ Πολύγνωτος·
ポリュグノトスは意図的に、オデュッセウスの敵たちを同じ場所に連れてきた。
ἀφίκετο δὲ ἐς Ὀδυσσέως δυσμένειαν ὁ τοῦ Ὀιλέως Αἴας, ὅτι τοῖς Ἕλλησιν Ὀδυσσεὺς παρῄνει καταλιθῶσαι τὸν Αἴαντα ἐπὶ τῷ ἐς Κασσάνδραν τολμήματι·
オイレウスの子アイアスがオデュッセウスの敵意を受けるに至ったのは、カッサンドラへの暴挙に対して、オデュッセウスがギリシア人たちにアイアスを石打ちにするよう勧めたからである。
Παλαμήδην δὲ ἀποπνιγῆναι προελθόντα ἐπὶ ἰχθύων θήραν, Διομήδην δὲ τὸν ἀποκτείναντα εἶναι καὶ Ὀδυσσέα ἐπιλεξάμενος ἐν ἔπεσιν οἶδα τοῖς Κυπρίοις.
一方、パラメデスについては、魚釣りに赴いたところを溺死させられ、その殺害者がディオメデスとオデュッセウスであったということを、私は『キュプリア』の詩篇を読んで知っている。
§10.31.3Μελέαγρος δὲ ὁ Οἰνέως ἀνωτέρω μὲν ἢ ὁ τοῦ Ὀιλέως Αἴας ἐστὶν ἐν τῇ γραφῇ, ἔοικε δὲ ὁρῶντι ἐς τὸν Αἴαντα.
オイネウスの子メレアグロスは、絵の中でオイレウスの子アイアスよりも高い位置に描かれているが、そのアイアスを見つめているように見える。
τούτοις πλὴν τῷ Παλαμήδει γένειά ἐστι τοῖς ἄλλοις.
パラメデスを除いて、これらの他の者たちには髭がある。
ἐς δὲ τοῦ Μελεάγρου τὴν τελευτὴν Ὁμήρῳ μέν ἐστιν εἰρημένα ὡς Ἐρινὺς καταρῶν ἀκούσαι τῶν Ἀλθαίας καὶ ἀποθάνοι κατὰ ταύτην ὁ Μελέαγρος τὴν αἰτίαν, αἱ δὲ Ἠοῖαί τε καλούμεναι καὶ ἡ Μινυὰς ὡμολογήκασιν ἀλλήλαις·
メレアグロスの最期については、ホメロスはアルタイアの呪いをエリーニュスが聞き届け、メレアグロスがこの原因によって死亡したと語っているが、『エオイアイ』と呼ばれる詩および『ミニュアス』は互いに一致している。
Ἀπόλλωνα δὴ αὗταί φασιν αἱ ποιήσεις ἀμῦναι Κούρησιν ἐπὶ τοὺς Αἰτωλοὺς καὶ ἀποθανεῖν Μελέαγρον ὑπὸ Ἀπόλλωνος.
すなわち、これらの詩は、アポロンがキュレテス人を助けてアイトリア人に立ち向かわせ、メレアグロスがアポロンによって殺されたと述べているのである。
§10.31.4τὸν δὲ ἐπὶ τῷ δαλῷ λόγον, ὡς δοθείη μὲν ὑπὸ Μοιρῶν τῇ Ἀλθαίᾳ, Μελεάγρῳ δὲ οὐ πρότερον ἔδει τὴν τελευτὴν συμβῆναι πρὶν ἢ ὑπὸ πυρὸς ἀφανισθῆναι τὸν δαλὸν καὶ ὡς ὑπὸ τοῦ θυμοῦ καταπρήσειεν αὐτὸν ἡ Ἀλθαία, τοῦτον τὸν λόγον Φρύνιχος ὁ Πολυφράδμονος πρῶτος ἐν δράματι ἔδειξε Πλευρωνίαις·
薪に関する話、すなわちそれが運命の女神たちからアルタイアに授けられ、薪が火によって滅びるまではメレアグロスに最期が訪れることはないはずであったこと、そしてアルタイアが怒りのあまりそれを燃やしてしまったという話については、ポリュプラドモンの子プリュニコスが、劇『プレウロンの女たち』の中で最初に次のように示した。
"
κρυερὸν γὰρ οὐκ
ἤλυξεν μόρον, ὠκεῖα δέ νιν φλὸξ κατεδαίσατο,
δαλοῦ περθομένου ματρὸς ὑπʼ αἰνᾶς κακομηχάνου.
「冷酷な死を彼は逃れず、激しい炎が彼を焼き尽くした。 恐ろしく邪悪を企む母によって、薪が滅ぼされるとともに。
"
οὐ μὴν φαίνεταί γε ὁ Φρύνιχος προαγαγὼν τὸν λόγον ἐς πλέον ὡς εὕρημα ἄν τις οἰκεῖον, προσαψάμενος δὲ αὐτοῦ μόνον ἅτε ἐς ἅπαν ἤδη διαβεβοημένου τὸ Ἑλληνικόν.
」実に、プリュニコスはこの話を、自らの独創的な創作であるかのようにさらに展開しているようには見えず、ただその話がすでにギリシア全土に広く知れ渡っていたために、それに触れただけにすぎない。
§10.31.5ἐν δὲ τοῖς κάτω τῆς γραφῆς μετὰ τὸν Θρᾷκά εἰσι Θάμυριν Ἕκτωρ μὲν καθεζόμενος—ἀμφοτέρας ἔχει τὰς χεῖρας περὶ τὸ ἀριστερὸν γόνυ, ἀνιωμένου σχῆμα ἐμφαίνων—, μετὰ δὲ αὐτὸν Μέμνων ἐστὶν ἐπὶ πέτρᾳ καθεζόμενος καὶ Σαρπηδὼν συνεχὴς τῷ Μέμνονι·
絵の下方には、トラキア人のタミュリスの次に、ヘクトルが座っており、彼は両手を左の膝の周りに置き、苦悩する姿を表している。 彼の後ろにはメムノンが岩の上に座っており、メムノンに続いてサルペドンがいる。
ἐπικέκλιται δὲ τὸ πρόσωπον ἐπὶ τὰς χεῖρας ἀμφοτέρας ὁ Σαρπηδών, ἡ δὲ ἑτέρα τῶν χειρῶν τοῦ Μέμνονος ἐπὶ τῷ ὤμῳ τοῦ Σαρπηδόνος κεῖται.
サルペドンは顔を両手にうずめており、メムノンの片方の手はサルペドンの肩に置かれている。
§10.31.6γένεια μὲν πᾶσίν ἐστιν αὐτοῖς, ἐν δὲ τοῦ Μέμνονος τῇ χλαμύδι καὶ ὄρνιθές εἰσιν ἐπειργασμέναι·
彼らは皆、髭を生やしており、メムノンの外套には鳥たちも織り込まれている。
Μεμνονίδες ταῖς ὄρνισίν ἐστιν ὄνομα, κατὰ δὲ ἔτος οἱ Ἑλλησπόντιοί φασιν αὐτὰς ἐν εἰρημέναις ἡμέραις ἰέναι τε ἐπὶ τοῦ Μέμνονος τὸν τάφον, καὶ ὁπόσον τοῦ μνήματος δένδρων ἐστὶν ἢ πόας ψιλόν, τοῦτο καὶ σαίρουσιν αἱ ὄρνιθες καὶ ὑγροῖς τοῖς πτεροῖς τοῦ Αἰσήπου τῷ ὕδατι ῥαίνουσι.
その鳥たちの名はメムノニデスであり、ヘレスポントス周辺の人々によれば、毎年定められた日にそれらの鳥がメムノンの墓にやって来て、墓の記念碑のうち木や草の生えていないむき出しの場所を、彼女たちが掃き清め、アイセポス川の水で翼を濡らして水を撒くのだという。