Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.31.7-10.31.12

冥府图中的门农与西绪福斯等人的刑罚

第 454 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了波吕格诺托斯画作中的诸多细节,包括门农的出身背景、帕里斯与彭忒西勒亚的对比、未入迷信妇女的汲水刑罚、卡利斯托与诺米亚等阿卡迪亚传说,以及西绪福斯、坦塔罗斯和轻视埃琉西斯秘仪者的冥界惩罚。

§10.31.7παρὰ δὲ τῷ Μέμνονι καὶ παῖς Αἰθίοψ πεποίηται γυμνός, ὅτι ὁ Μέμνων βασιλεὺς ἦν τοῦ Αἰθιόπων γένους.
在门农的身旁,还画着一个裸体的埃塞俄比亚少年,因为门农是埃塞俄比亚部落的国王。
ἀφίκετο μέντοι ἐς Ἴλιον οὐκ ἀπʼ Αἰθιοπίας ἀλλὰ ἐκ Σούσων τῶν Περσικῶν καὶ ἀπὸ τοῦ Χοάσπου ποταμοῦ, τὰ ἔθνη πάντα ὅσα ᾤκει μεταξὺ ὑποχείρια πεποιημένος·
然而,他并非从埃塞俄比亚,而是从波斯苏萨以及科阿斯佩斯河抵达伊利翁的,并且他已经征服了居住在期间的所有民族。
Φρύγες δὲ καὶ τὴν ὁδὸν ἔτι ἀποφαίνουσι διʼ ἧς τὴν στρατιὰν ἤγαγε τὰ ἐπίτομα ἐκλεγόμενος τῆς χώρας· τέτμηται δὲ διὰ τῶν μονῶν ἡ ὁδός.
弗里吉亚人至今还指着那条路,那是他选择该地区捷径率领军队所通过的道路;而这条路是通过那些驿站开辟的。
§10.31.8ὑπὲρ δὲ τὸν Σαρπηδόνα τε καὶ Μέμνονα, ἔστιν ὑπὲρ αὐτοὺς ὁ Πάρις οὐκ ἔχων πω γένεια· κροτεῖ δὲ ταῖς χερσίν, οἷος ἂν γένοιτο ἀνδρὸς ἀγροίκου κρότος· ἐοικέναι τὸν Πάριν φήσεις τῷ ψόφῳ τῶν χειρῶν Πενθεσίλειαν παρʼ αὑτὸν καλοῦντι.
在萨尔佩冬和门农的上方,在他们的上方是还没有留胡须的帕里斯;他正在用双手拍掌,那拍掌的样子就像是一个乡下粗鲁人的拍掌;你会说帕里斯正试图用手掌的声音把彭忒西勒亚唤到自己身边。
ἔστι δὲ καὶ ἡ Πενθεσίλεια ὁρῶσα ἐς τὸν Πάριν, τοῦ προσώπου δὲ ἔοικε τῷ νεύματι ὑπερορᾶν τε αὐτὸν καὶ ἐν οὐδενὸς τίθεσθαι λόγῳ· τὸ δὲ σχῆμά ἐστι τῇ Πενθεσιλείᾳ παρθένος τόξον ἔχουσα τοῖς Σκυθικοῖς ἐμφερὲς καὶ παρδάλεως δέρμα ἐπὶ τῶν ὤμων.
彭忒西勒亚也在注视着帕里斯,但从她脸上的神态来看,她似乎看不起他,不把他放在眼里;彭忒西勒亚的身姿是一个手持与斯基泰人相似的弓、肩上披着豹皮的少女。
§10.31.9αἱ δὲ ὑπὲρ τὴν Πενθεσίλειαν φέρουσαι μέν εἰσιν ὕδωρ ἐν κατεαγόσιν ὀστράκοις, πεποίηται δὲ ἡ μὲν ἔτι ὡραία τὸ εἶδος, ἡ δὲ ἤδη τῆς ἡλικίας προήκουσα· ἰδίᾳ μὲν δὴ οὐδὲν ἐπίγραμμα ἐπὶ ἑκατέρᾳ τῶν γυναικῶν, ἐν κοινῷ δέ ἐστιν ἐπὶ ἀμφοτέραις εἶναι σφᾶς τῶν οὐ μεμυημένων γυναικῶν.
在彭忒西勒亚上方的那些妇女正用破碎的陶片运水,其中一个画得容貌依然美丽,另一个则已经上了年纪;每一个妇女头上并没有单独的铭文,但两人的共同铭文表明,她们属于未入迷信的妇女。
§10.31.10ἀνωτέρω τούτων ἐστὶν ἡ Λυκάονος Καλλιστὼ καὶ Νομία τε καὶ ἡ Νηλέως Πηρώ· ταύτης ἕδνα τῶν γάμων βοῦς ὁ Νηλεὺς ᾔτει τὰς Ἰφίκλου.
在这些人的上方是吕考恩之女卡利斯托、诺米亚以及涅琉斯之女佩罗;为了她的婚姻娉礼,涅琉斯曾索要伊菲克洛斯的牛群。
τῇ Καλλιστοῖ δὲ ἀντὶ μὲν στρωμνῆς ἐστιν αὐτῇ δέρμα ἄρκτου, τοὺς πόδας δὲ ἐν τοῖς Νομίας γόνασιν ἔχει κειμένους.
对卡利斯托来说,代替床垫的是一张熊皮,她把双脚搁在诺米亚的膝盖上。
ἐδήλωσε δέ μοι τὰ πρότερα τοῦ λόγου φάναι τοὺς Ἀρκάδας Νομίαν εἶναι ἐπιχώριον νύμφην· τὰς νύμφας δὲ εἶναι πολὺν μέν τινα ἀριθμὸν βιούσας ἐτῶν, οὐ μέντοι παράπαν γε ἀπηλλαγμένας θανάτου, ποιητῶν ἐστιν ἐς αὐτὰς λόγος.
我之前的叙述已经表明,阿卡迪亚人说诺米亚是当地的宁芙仙女;诗人们关于宁芙仙女的传说说,她们虽然能活极长的时间,但绝非完全免于死亡。
μετὰ δὲ τὴν Καλλιστὼ καὶ ὅσαι σὺν ἐκείνῃ γυναῖκες, κρημνοῦ τε σχῆμά ἐστι καὶ ὁ Αἰόλου Σίσυφος ἀνῶσαι πρὸς τὸν κρημνὸν βιαζόμενος τὴν πέτραν.
在卡利斯托以及和她在一起的妇女之后,是一个悬崖的轮廓,而埃俄洛斯之子西绪福斯正在努力将巨石推向那悬崖。
§10.31.11ἔστι δὲ καὶ πίθος ἐν τῇ γραφῇ, πρεσβύτης δὲ ἄνθρωπος, ὁ δὲ ἔτι παῖς, καὶ γυναῖκες, νέα μὲν ὑπὸ τῇ πέτρᾳ, παρὰ δὲ τὸν πρεσβύτην ἐοικυῖα ἐκείνῳ τὴν ἡλικίαν· οἱ μὲν δὴ ἄλλοι φέρουσιν ὕδωρ, τῇ δὲ γραῒ κατεᾶχθαι τὴν ὑδρίαν εἰκάσεις· ὅσον δὲ ἐν τῷ ὀστράκῳ λοιπόν ἦν τοῦ ὕδατος, ἐκχέουσά ἐστιν αὖθις ἐς τὸν πίθον.
画中还有一个大瓮,一个老人,另一个还是少年,还有一些妇女,年轻的那位在岩石下方,在老人身旁的则位年龄与他相仿的妇女;其他人确实都在运水,但对于那个老妇人,你会推测她的水罐已经破了;而对于陶片中残留的那点水,她正重新将其倒入大瓮中。
ἐτεκμαιρόμεθα δʼ εἶναι καὶ τούτους τῶν τὰ δρώμενα Ἐλευσῖνι ἐν οὐδενὶ θεμένων λόγῳ· οἱ γὰρ ἀρχαιότεροι τῶν Ἑλλήνων τελετὴν τὴν Ἐλευσινίαν πάντων ὁπόσα ἐς εὐσέβειαν ἥκει τοσούτῳ ἦγον ἐντιμότερον ὅσῳ καὶ θεοὺς ἐπίπροσθεν ἡρώων.
我们推测,这些人也属于那些不把埃琉西斯所举行的仪式放在眼里的人;因为古希腊人对待埃琉西斯仪式,在所有关乎虔敬的事物中,其尊崇程度之高,正如他们尊崇神明高于英雄一样。
§10.31.12ὑπὸ τούτῳ δὲ τῷ πίθῳ Τάνταλος καὶ ἄλλα ἔχων ἐστὶν ἀλγεινὰ ὁπόσα Ὅμηρος ἐπʼ αὐτῷ πεποίηκεν, ἐπὶ δὲ αὐτοῖς πρόσεστίν οἱ καὶ τὸ ἐκ τοῦ ἐπηρτημένου λίθου δεῖμα.
在这个大瓮下方是坦塔罗斯,他承受着荷马为他所描述的其他种种痛苦,而在这些痛苦之外,他还面临着头顶悬挂着巨石的恐惧。
Πολύγνωτος μὲν δῆλός ἐστιν ἐπακολουθήσας τῷ Ἀρχιλόχου λόγῳ· Ἀρχίλοχος δὲ οὐκ οἶδα εἴτε ἐδιδάχθη παρὰ ἄλλων τὰ ἐς τὸν λίθον εἴτε καὶ αὐτὸς ἐς τὴν ποίησιν ἐσηνέγκατο.
波吕格诺托斯显然遵循了阿耳基洛科斯的说法;至于阿耳基洛科斯,我不知道关于巨石的细节他是从别人那里学来的,还是他自己将其引入诗作之中的。
τοσαύτη μὲν πλῆθος καὶ εὐπρεπείας ἐς τοσοῦτόν ἐστιν ἥκουσα ἡ τοῦ Θασίου γραφή·
这幅萨索斯画家的画作,体量如此之大,其美轮美奂也达到了如此的高度。

词汇与语法注释

  1. 10.31.7τὰ ἔθνη πάντα ὅσα ᾤκει μεταξὺ ὑποχείρια πεποιημένος — 分词 `πεποιημένος` 是修饰主句主语 `ὁ Μέμνων` 的完成时中动态分词,表示在他抵达伊利翁之前已经完成的动作。关系从句中的动词 `ᾤκει`(`οἰκέω` 的未完成过去时单数第三人称)与中性复数主语 `ὅσα` 一致,而 `μεταξύ` 用作副词,意为“在其中间”。
  2. 10.31.8ἐοικέναι τὸν Πάριν φήσεις τῷ ψόφῳ τῶν χειρῶν Πενθεσίλειαν παρʼ αὑτὸν καλοῦντι — 主句动词 `φήσεις` 支配着“对格加不定式”结构 `τὸν Πάριν ἐοικέναι`。完成时不定式 `ἐοικέναι` 接与格分词 `καλοῦντι` 作为其补足语(意为“帕里斯像一个正在呼唤……的人”)。`τῷ ψόφῳ τῶν χειρῶν` 是手段与格,修饰分词 `καλοῦντι`。
  3. 10.31.10ἐδήλωσε δέ μοι τὰ πρότερα τοῦ λόγου φάναι τοὺς Ἀρκάδας Νομίαν εἶναι ἐπιχώριον νύμφην — 主语 `τὰ πρότερα τοῦ λόγου`(我叙述的前一部分)支配着不定式 `φάναι`(说、声称),而 `φάναι` 又支配着“对格加不定式”从句 `τοὺς Ἀρκάδας ... εἶναι ...`(阿卡迪亚人说诺米亚是当地的宁芙)。
  4. 10.31.11τῇ δὲ γραῒ κατεᾶχθαι τὴν ὑδρίαν εἰκάσεις — 主动词 `εἰκάσεις` 支配着“对格加不定式”结构 `τὴν ὑδρίαν κατεᾶχθαι`。`κατεᾶχθαι` 是 `κατάγνυμι` 的完成时被动不定式。`τῇ γραῒ` 是关系与格(或所有与格),表示这种情况发生在老妇人身上。
  5. 10.31.12τοσαύτη μὲν πλῆθος καὶ εὐπρεπείας ἐς τοσοῦτόν ἐστιν ἥκουσα ἡ τοῦ Θασίου γραφή — 形容词 `τοσαύτη` 与主语 `ἡ τοῦ Θασίου γραφή` 一致,而 `πλῆθος` 是关系对格。属格 `εὐπρεπείας` 修饰 `ἐς τοσοῦτον ἥκουσα`(达到如此高度)。该结构通过不同的语法关系,并列展现了画作的规模(量)与美感(质)两个层面的优越性。

引用这一段

保萨尼亚斯, 希腊志 §10.31.7-10.31.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.31.7-10.31.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。