Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.30.1-10.30.9

冥府図のパンダレオスの娘たちとオルペウス

452 / 465 箇所 · ギリシア語

要旨

ポリュグノトスの描いた冥界の絵に登場するパンダレオスの娘たち、アンティロコス、アガメムノン、ポコスとイアセウスなどの英雄や、オルペウス、タミュリス、マルシュアスなどの音楽家たちの姿とそれぞれの神話的背景が説明されている。

§10.30.1ἐφεξῆς δὲ τὰς Πανδάρεω θυγατέρας ἔγραψεν ὁ Πολύγνωτος.
次にポリュグノトスはパンダレオスの娘たちを描いた。
Ὁμήρῳ δὲ ἐν Πηνελόπης λόγοις ἐστὶν ὡς ἀποθάνοιεν μὲν ταῖς παρθένοις οἱ γεινάμενοι κατὰ μήνιμα ἐκ θεῶν, αὐτὰς δὲ ὀρφανὰς τραφῆναι μὲν ὑπὸ Ἀφροδίτης, λαβεῖν δὲ καὶ παρʼ ἄλλων θεῶν, Ἥρας μὲν φρονεῖν τε ἱκανὰς εἶναι καὶ εἶδος καλάς, μῆκος δὲ τοῦ σώματος Ἄρτεμίν φησιν αὐταῖς δωρήσασθαι, ἔργα δὲ γυναιξὶν ἁρμόζοντα ὑπὸ Ἀθηνᾶς διδαχθῆναι.
ホメロスのペネロペの言葉の中には、乙女たちの両親が神々の怒りによって亡くなり、彼女たち自身は孤児としてアプロディテによって育てられ、他の神々からも贈り物を授かったとある。 ヘラからは分別と美しい容姿を授かり、アルテミスは彼女たちに体躯の長さを与えたとホメロスは言い、アテナからは女にふさわしい仕事を教えられたという。
§10.30.2Ἀφροδίτην μὲν οὖν ἐς οὐρανὸν ἀνέρχεσθαι, παρὰ Διὸς γάμον εὐδαίμονα ἐθέλουσαν ταῖς παισὶν εὕρασθαι, τὰς δὲ ἀπούσης ἐκείνης ἁρπασθῆναί τε ὑπὸ Ἁρπυιῶν καὶ Ἐρινύσιν ὑπʼ αὐτῶν δοθῆναι.
そして、アプロディテが彼女たちのために幸せな結婚をゼウスから得ようと天に上ったとき、彼女が留守の間に彼女たちはハルピュイアたちにさらわれ、彼女たちによってエリーニュスたちに引き渡された。
τάδε μέν ἐστιν ἐς αὐτὰς Ὁμήρῳ πεποιημένα, Πολύγνωτος δὲ κόρας τε ἐστεφανωμένας ἄνθεσι καὶ παιζούσας ἔγραψεν ἀστραγάλοις, ὄνομα δὲ αὐταῖς Καμειρώ τε καὶ Κλυτίη.
これらが彼女たちについてホメロスによって歌われていることであるが、ポリュグノトスは花で飾られた冠を戴き、サイコロ遊びに興じる乙女たちを描いており、彼女たちの名はカメイロとクリュティエである。
τὸν δὲ Πανδάρεων Μιλήσιόν τε ἐκ Μιλήτου τῆς Κρητικῆς ὄντα ἴστω τις καὶ ἀδικήματος ἐς τὴν κλοπὴν Ταντάλῳ καὶ τοῦ ἐπὶ τῷ ὅρκῳ μετασχόντα σοφίσματος.
パンダレオスについては、クレタのミレトス出身のミレトス人であることを知るべきであり、彼がタンタロスとともに盗みの罪悪、および誓いに関する欺瞞に加担した者であることを知るべきである。
§10.30.3μετὰ δὲ τοῦ Πανδάρεω τὰς κόρας Ἀντίλοχος τὸν μὲν ἕτερον ἐπὶ πέτρας τῶν ποδῶν, τὸ δὲ πρόσωπον καὶ τὴν κεφαλὴν ἐπὶ ταῖς χερσὶν ἀμφοτέραις ἔχων ἐστίν, Ἀγαμέμνων δὲ μετὰ τὸν Ἀντίλοχον σκήπτρῳ τε ὑπὸ τὴν ἀριστερὰν μασχάλην ἐρειδόμενος καὶ ταῖς χερσὶν ἐπανέχων ῥάβδον·
パンダレオスの娘たちの次にはアンティロコスがおり、片方の足を岩の上に置き、顔と頭を両手で支えている。 アンティロコスの後ろにはアガメムノンがおり、王笏を左の脇の下に支え、両手で杖を掲げている。
Πρωτεσίλαος δὲ πρὸς Ἀχιλλέα ἀφορᾷ καθεζόμενος.
プロテシラオスは座ってアキレウスの方を見つめている。
καὶ ὁ Πρωτεσίλαος τοιοῦτον παρέχεται σχῆμα, ὑπὲρ δὲ τὸν Ἀχιλλέα Πάτροκλός ἐστιν ἑστηκώς.
プロテシラオスはそのような姿をしており、アキレウスの上にはパトロクロスが立っている。
οὗτοι πλὴν τοῦ Ἀγαμέμνονος οὐκ ἔχουσι γένεια οἱ ἄλλοι.
アガメムノンを除いて、他の者たちは髭を生やしていない。
§10.30.4γέγραπται δὲ ὑπὲρ αὐτοὺς Φῶκός τε ἡλικίαν μειράκιον καὶ Ἰασεὺς γενείων μὲν εὖ ἔχων, δακτύλιον δὲ ἐκ τῆς ἀριστερᾶς τοῦ Φώκου περιαιρούμενος χειρὸς ἐπὶ τοιῷδέ ἐστι λόγῳ.
彼らの上には、若者の年齢のポコスと、立派な髭を生やしたイアセウスが描われており、ポコスの左手から指輪を受け取っているが、これには次のような謂われがある。
Φώκῳ τῷ Αἰακοῦ διαβάντι ἐξ Αἰγίνης ἐς τὴν νῦν καλουμένην Φωκίδα, καὶ ἀνθρώπων τε ἀρχὴν τῶν ἐν τῇ ἠπείρῳ ταύτῃ κτήσασθαι καὶ αὐτῷ θέλοντι ἐνταῦθα οἰκῆσαι, ἀφίκετο ἐπὶ πλεῖστον ὁ Ἰασεὺς φιλίας, καί οἱ δῶρα ἄλλα τε ὡς τὸ εἰκὸς ἐδωρήσατο καὶ λίθου σφραγῖδα ἐνδεδεμένην χρυσῷ·
アイアコスの子ポコスがアイギナから現在フォキスと呼ばれる地に渡り、この本土の人々の支配権を獲得し、自らもそこに住みたいと望んでいたとき、イアセウスは極めて深い友情を結ぶに至り、彼にふさわしい様々な贈り物をしたが、その中に金で縁取られた石の印章があった。
Φώκῳ δὲ οὐ μετὰ πολὺν χρόνον ἀνακομισθέντι ἐς Αἴγιναν Πηλεὺς αὐτίκα ἐβούλευσε τοῦ βίου τὴν τελευτήν.
ポコスがそれから間もなくアイギナに戻ったとき、ペレウスがただちに彼の命を奪うことを謀った。
καὶ τοῦδε ἕνεκα ἐν τῇ γραφῇ ἐς ἀνάμνησιν ἐκείνης τῆς φιλίας ὅ τε Ἰασεὺς τὴν σφραγῖδά ἐστιν ἐθέλων θεάσασθαι καὶ ὁ Φῶκος παρεὶς λαβεῖν αὐτήν.
このために絵画においては、あの友情を記念して、イアセウスは印章を見たいと望んでおり、ポコスは彼にそれを取らせているのである。
§10.30.5ὑπὲρ τούτους Μαῖρά ἐστιν ἐπὶ πέτρᾳ καθεζομένη·
彼らの上にはマイラが岩の上に座っている。
περὶ δὲ αὐτῆς πεποιημένα ἐστὶν ἐν Νόστοις ἀπελθεῖν μὲν παρθένον ἔτι ἐξ ἀνθρώπων, θυγατέρα δὲ αὐτὴν εἶναι Προίτου τοῦ Θερσάνδρου, τὸν δὲ εἶναι Σισύφου.
彼女については『帰国譚』において、まだ乙女のままに人間の世界から去ったと歌われており、テルサンドロスの子プロイトスの娘であり、このプロイトスはシシュポスの子であるとされる。
ἐφεξῆς δὲ τῆς Μαίρας Ἀκταίων ἐστὶν ὁ Ἀρισταίου καὶ ἡ τοῦ Ἀκταίωνος μήτηρ, νεβρὸν ἐν ταῖς χερσὶν ἔχοντες ἐλάφου καὶ ἐπὶ δέρματι ἐλάφου καθεζόμενοι·
マイラの次にはアリスタイオスの子アクタイオンとその母がおり、手に鹿の子を持ち、鹿の皮の上に座っている。
κύων τε θηρευτικὴ παρακατάκειταί σφισι βίου τοῦ Ἀκταίωνος ἕνεκα καὶ τοῦ ἐς τὴν τελευτὴν τρόπου.
また、アクタイオンの生涯とその最期のあり方を表すために、猟犬が彼らの傍らに伏している。
§10.30.6ἀποβλέψαντι δὲ αὖθις ἐς τὰ κάτω τῆς γραφῆς, ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷα ἐπὶ λόφου τινὸς Ὀρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῇ ἀριστερᾷ κιθάρας, τῇ δὲ ἑτέρᾳ χειρὶ ἰτέας ψαύει·
再び絵の下方に目を転じると、パトロクロスの次には、丘のようなものの上にオルペウスが座っており、左手でキタラに触れ、もう一方の手で柳に触れている。
κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῷ δένδρῳ.
彼の触れているものは柳の枝であり、彼はその木に寄りかかっている。
τὸ δὲ ἄλσος ἔοικεν εἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξῃ τῇ Ὁμήρου πεφύκασιν·
この森はペルセポネの森であるらしく、そこにはホメロスの考えに従ってポプラと柳が生えている。
Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῷ Ὀρφεῖ, καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημά ἐστιν ἐπὶ τῇ κεφαλῇ Θρᾴκιον.
オルペウスの姿はギリシア風であり、衣服も頭の被り物もトラキア風のものではない。
§10.30.7τῷ δένδρῳ δὲ τῇ ἰτέᾳ κατὰ τὸ ἕτερον μέρος προσανακεκλιμένος ἐστὶν αὐτῇ Προμέδων.
その柳の木の、反対の側で、その木に寄りかかっているのはプロメドンである。
εἰσὶ μὲν δὴ οἳ νομίζουσι καθάπερ ἐς ποίησιν ἐπεσῆχθαι τὸ Προμέδοντος ὄνομα ὑπὸ τοῦ Πολυγνώτου·
プロメドンという名は、詩の韻律に合わせるかのようにポリュグノトスによって導入されたと考える者もいる。
τοῖς δὲ εἰρημένον ἐστὶν ἄνδρα Ἕλληνα ἔς τε τὴν ἄλλην ἅπασαν γενέσθαι φιλήκοον μουσικὴν καὶ ἐπὶ τῇ ᾠδῇ μάλιστα τῇ Ὀρφέως.
しかし、ある人々は、彼は音楽全般を、特にオルペウスの歌を好んで聴くギリシア人であったと語っている。
§10.30.8κατὰ τοῦτο τῆς γραφῆς Σχεδίος ὁ Φωκεῦσιν ἡγησάμενος ἐς Τροίαν καὶ μετὰ τοῦτον Πελίας ἐστὶν ἐν θρόνῳ καθεζόμενος, τὰ γένεια ὁμοίως καὶ τὴν κεφαλὴν πολιός, ἐνορᾷ δὲ ἐς τὸν Ὀρφέα·
絵のこの部分には、フォキス人を率いてトロイアへ赴いたスケディオスがおり、彼の次にはペリアスが椅子に座っており、髭も頭も同様に白髪で、オルペウスを見つめている。
ὁ δὲ Σχεδίος ἐγχειρίδιόν τε ἔχων καὶ ἄγρωστίν ἐστιν ἐστεφανωμένος.
一方、スケディオスは短剣を持ち、ギョウギシバで飾られている。
Θαμύριδι δὲ ἐγγὺς καθεζομένῳ τοῦ Πελίου διεφθαρμέναι αἱ ὄψεις καὶ ταπεινὸν ἐς ἅπαν σχῆμά ἐστι καὶ ἡ κόμη πολλὴ μὲν ἐπὶ τῆς κεφαλῆς, πολλὴ δὲ αὐτῷ καὶ ἐν τοῖς γενείοις·
ペリアスの近くに座っているタミュリスは、両目が潰れており、すべてにおいて打ちひしがれた姿をしており、頭には豊かな髪、また顎には豊かな髭がある。
λύρα δὲ ἔρριπται πρὸς τοῖς ποσί, κατεαγότες αὐτῆς οἱ πήχεις καὶ αἱ χορδαὶ κατερρωγυῖαι.
足元には竪琴が投げ捨てられており、その腕は折れ、弦は引きちぎられている。
§10.30.9ὑπὲρ τούτου ἐστὶν ἐπὶ πέτρας καθεζόμενος Μαρσύας, καὶ Ὄλυμπος παρʼ αὐτὸν παιδός ἐστιν ὡραίου καὶ αὐλεῖν διδασκομένου σχῆμα ἔχων.
彼の上には、岩の上に座っているマルシュアスがおり、その傍らにはオリュンポスが、アウロスを教えられている美しい少年の姿でたたずんでいる。
οἱ δὲ ἐν Κελαιναῖς Φρύγες ἐθέλουσι μὲν τὸν ποταμὸν ὃς διέξεισιν αὐτοῖς διὰ τῆς πόλεως ἐκεῖνόν ποτε εἶναι τὸν αὐλητήν, ἐθέλουσι δὲ καὶ εὕρημα εἶναι τοῦ Μαρσύου τὸ Μητρῷον αὔλημα·
ケライナイのフリュギア人たちは、彼らの町の中を流れる川が、かつてあの笛吹きであったと主張したがるし、また「母なる女神の笛の曲」がマルシュアスの発明であると主張したがる。
φασὶ δὲ ὡς καὶ τὴν Γαλατῶν ἀπώσαιντο στρατείαν τοῦ Μαρσύου σφίσιν ἐπὶ τοὺς βαρβάρους ὕδατί τε ἐκ τοῦ ποταμοῦ καὶ μέλει τῶν αὐλῶν ἀμύναντος.
さらに彼らは、マルシュアスが川の水と笛の旋律によって蛮族に立ち向かって彼らを防いだことで、ガラティア人の軍勢を退けたのだと語っている。

語釈・文法注

  1. 10.30.1ὡς ἀποθάνοιεν ... τραφῆναι μὲν ... λαβεῖν δὲ — ὡς に導かれる節の中で、初めに間接話法の希求法 ἀποθάνοιεν が用いられ、その後に同一の従属関係のもとで対格主語(αὐτὰς)を伴う不定法 τραφῆναι および λαβεῖν へと構文が移行している(anacoluthon)。これらはすべてホメロスの記述(伝聞)の内容をなしている。
  2. 10.30.2ἀδικήματος ἐς τὴν κλοπὴν Ταντάλῳ καὶ τοῦ ἐπὶ τῷ ὅρκῳ μετασχόντα σοφίσματος — 命令法 ἴστω(知れ)の目的語となる対格分詞句。分詞 μετασχόντα(μετέχω「~に加わる」のアオリスト)は属格 ἀδικήματος(罪悪)および σοφίσματος(欺瞞)を支配している。Ταντάλῳ は「タンタロスとともに」あるいは「タンタロスに対する」という共同・関与を表す与格である。
  3. 10.30.4περιαιρούμενος — 動詞 περιαιρέω(取り除く、外す)の現在中受動態分詞。ここでは中動態として「(自分のために、または自分の手の中に)受け取っている、取り外している」という意味で解釈される。絵の中でイアセウスがポコスから指輪を受け取り、あるいはポコスの指から外して見ようとしている動作を表す。
  4. 10.30.9τοῦ Μαρσύου σφίσιν ἐπὶ τοὺς βαρβάρους ... ἀμύναντος — 属格絶対。分詞 ἀμύναντος(ἀμύνω「撃退する、防ぐ」のアオリスト)は、与格 σφίσιν(彼らフリュギア人のために)および対格句 ἐπὶ τοὺς βαρβάρους(蛮族に立ち向かって)を伴って、「マルシュアスが彼らのために蛮族を防いだ(撃退した)ので」という理由または背景を表している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.30.1-10.30.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.30.1-10.30.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。