§10.31.1εἰ δὲ ἀπίδοις πάλιν ἐς τὸ ἄνω τῆς γραφῆς, ἔστιν ἐφεξῆς τῷ Ἀκταίωνι Αἴας ὁ ἐκ Σαλαμῖνος, καὶ Παλαμήδης τε καὶ Θερσίτης κύβοις χρώμενοι παιδιᾷ, τοῦ Παλαμήδους τῷ εὑρήματι· Αἴας δὲ ὁ ἕτερος ἐς αὐτοὺς ὁρᾷ παίζοντας.
如果你再次看向画的上方,在阿克泰翁之后是来自萨拉米斯的埃阿斯,以及正用帕拉墨得斯的发明玩骰子游戏的帕拉墨得斯和德尔西忒斯;另一个埃阿斯则注视着正在玩耍的他们。
τούτῳ τῷ Αἴαντι τὸ χρῶμά ἐστιν οἷον ἂν ἀνδρὶ ναυαγῷ γένοιτο ἐπανθούσης τῷ χρωτὶ ἔτι τῆς ἅλμης.
这后一个埃阿斯的肤色就像一个遭遇海难的人,皮肤上还泛着盐水。
§10.31.2ἐς δὲ τὸ αὐτὸ ἐπίτηδες τοῦ Ὀδυσσέως τοὺς ἐχθροὺς ἤγαγεν ὁ Πολύγνωτος·
波吕格诺托斯有意把奥德修斯的敌人们带到了同一个地方。
ἀφίκετο δὲ ἐς Ὀδυσσέως δυσμένειαν ὁ τοῦ Ὀιλέως Αἴας, ὅτι τοῖς Ἕλλησιν Ὀδυσσεὺς παρῄνει καταλιθῶσαι τὸν Αἴαντα ἐπὶ τῷ ἐς Κασσάνδραν τολμήματι·
奥伊莱乌斯之子埃阿斯之所以招致奥德修斯的敌意,是因为奥德修斯曾建议希腊人因其对卡珊德拉的暴行而用石头砸死埃阿斯。
Παλαμήδην δὲ ἀποπνιγῆναι προελθόντα ἐπὶ ἰχθύων θήραν, Διομήδην δὲ τὸν ἀποκτείναντα εἶναι καὶ Ὀδυσσέα ἐπιλεξάμενος ἐν ἔπεσιν οἶδα τοῖς Κυπρίοις.
至于帕拉墨得斯,他是在外出捕鱼时被淹死的,而杀死他的是狄奥墨得斯和奥德修斯,我是从阅读史诗《库普里亚》中得知此事的。
§10.31.3Μελέαγρος δὲ ὁ Οἰνέως ἀνωτέρω μὲν ἢ ὁ τοῦ Ὀιλέως Αἴας ἐστὶν ἐν τῇ γραφῇ, ἔοικε δὲ ὁρῶντι ἐς τὸν Αἴαντα.
俄纽斯之子梅列阿格罗斯在画中的位置比奥伊莱乌斯之子埃阿斯要高,但他似乎正在注视着埃阿斯。
τούτοις πλὴν τῷ Παλαμήδει γένειά ἐστι τοῖς ἄλλοις.
这些人中,除了帕拉墨得斯,其他人都留着胡须。
ἐς δὲ τοῦ Μελεάγρου τὴν τελευτὴν Ὁμήρῳ μέν ἐστιν εἰρημένα ὡς Ἐρινὺς καταρῶν ἀκούσαι τῶν Ἀλθαίας καὶ ἀποθάνοι κατὰ ταύτην ὁ Μελέαγρος τὴν αἰτίαν, αἱ δὲ Ἠοῖαί τε καλούμεναι καὶ ἡ Μινυὰς ὡμολογήκασιν ἀλλήλαις·
关于梅列阿格罗斯的死,荷马说是因为复仇女神听到了阿尔泰亚的诅咒,梅列阿格罗斯也因这个原因而死,但是被称为《埃俄亚伊》的诗歌和《弥倪阿斯》彼此一致。
Ἀπόλλωνα δὴ αὗταί φασιν αἱ ποιήσεις ἀμῦναι Κούρησιν ἐπὶ τοὺς Αἰτωλοὺς καὶ ἀποθανεῖν Μελέαγρον ὑπὸ Ἀπόλλωνος.
这些诗歌声称是阿波罗帮助库勒忒斯人对抗埃托利亚人,梅列阿格罗斯是被阿波罗杀死的。
§10.31.4τὸν δὲ ἐπὶ τῷ δαλῷ λόγον, ὡς δοθείη μὲν ὑπὸ Μοιρῶν τῇ Ἀλθαίᾳ, Μελεάγρῳ δὲ οὐ πρότερον ἔδει τὴν τελευτὴν συμβῆναι πρὶν ἢ ὑπὸ πυρὸς ἀφανισθῆναι τὸν δαλὸν καὶ ὡς ὑπὸ τοῦ θυμοῦ καταπρήσειεν αὐτὸν ἡ Ἀλθαία, τοῦτον τὸν λόγον Φρύνιχος ὁ Πολυφράδμονος πρῶτος ἐν δράματι ἔδειξε Πλευρωνίαις· "
κρυερὸν γὰρ οὐκ
ἤλυξεν μόρον, ὠκεῖα δέ νιν φλὸξ κατεδαίσατο,
δαλοῦ περθομένου ματρὸς ὑπʼ αἰνᾶς κακομηχάνου.
关于木柴的传说,即命运女神将其交给阿尔泰亚,而梅列阿格罗斯在木柴被火烧毁前不至于死去,以及阿尔泰亚如何在愤怒中将其烧毁,这个传说由波吕普拉德蒙之子普律尼科斯在戏剧《普勒夫龙妇女》中首次展现: “因为他未能逃脱冷酷的死劫,迅疾的火焰吞噬了他,在其可怕而心怀毒计的母亲将木柴烧毁之时。
"
οὐ μὴν φαίνεταί γε ὁ Φρύνιχος προαγαγὼν τὸν λόγον ἐς πλέον ὡς εὕρημα ἄν τις οἰκεῖον, προσαψάμενος δὲ αὐτοῦ μόνον ἅτε ἐς ἅπαν ἤδη διαβεβοημένου τὸ Ἑλληνικόν.
” 确实,普律尼科斯似乎并没有把这个故事作为自己的发明来进一步展开,而只是因为这个故事当时已经在整个希腊世界广为流传而触及了它。
§10.31.5ἐν δὲ τοῖς κάτω τῆς γραφῆς μετὰ τὸν Θρᾷκά εἰσι Θάμυριν Ἕκτωρ μὲν καθεζόμενος—ἀμφοτέρας ἔχει τὰς χεῖρας περὶ τὸ ἀριστερὸν γόνυ, ἀνιωμένου σχῆμα ἐμφαίνων—, μετὰ δὲ αὐτὸν Μέμνων ἐστὶν ἐπὶ πέτρᾳ καθεζόμενος καὶ Σαρπηδὼν συνεχὴς τῷ Μέμνονι· ἐπικέκλιται δὲ τὸ πρόσωπον ἐπὶ τὰς χεῖρας ἀμφοτέρας ὁ Σαρπηδών, ἡ δὲ ἑτέρα τῶν χειρῶν τοῦ Μέμνονος ἐπὶ τῷ ὤμῳ τοῦ Σαρπηδόνος κεῖται.
在画的下方,在色雷斯人萨米里斯之后,坐着赫克托耳——他双手抱住左膝,显出痛苦的姿态——,在他之后是坐在岩石上的门农,紧挨着门农的是萨尔佩冬;萨尔佩冬将脸埋在双手里,而门农的一只手放在萨尔佩冬的肩膀上。
§10.31.6γένεια μὲν πᾶσίν ἐστιν αὐτοῖς, ἐν δὲ τοῦ Μέμνονος τῇ χλαμύδι καὶ ὄρνιθές εἰσιν ἐπειργασμέναι· Μεμνονίδες ταῖς ὄρνισίν ἐστιν ὄνομα, κατὰ δὲ ἔτος οἱ Ἑλλησπόντιοί φασιν αὐτὰς ἐν εἰρημέναις ἡμέραις ἰέναι τε ἐπὶ τοῦ Μέμνονος τὸν τάφον, καὶ ὁπόσον τοῦ μνήματος δένδρων ἐστὶν ἢ πόας ψιλόν, τοῦτο καὶ σαίρουσιν αἱ ὄρνιθες καὶ ὑγροῖς τοῖς πτεροῖς τοῦ Αἰσήπου τῷ ὕδατι ῥαίνουσι.
他们都留着胡须,门农的披风上还绣着一些鸟;这些鸟的名字叫门农鸟,赫勒斯滂人说,它们每年都会在指定的日子来到门农的墓前,墓碑上没有树木或草皮的裸露部分,这些鸟儿便会打扫干净,并用埃塞波斯河的河水沾湿羽翼,在上面洒水。