§10.29.6παρὰ δὲ τὴν Θυίαν Πρόκρις τε ἕστηκεν ἡ Ἐρεχθέως καὶ μετʼ αὐτὴν Κλυμένη· ἐπιστρέφει δὲ αὐτῇ τὰ νῶτα ἡ Κλυμένη.
テュイアの傍らにはエレクテウスの娘プロクリスが立っており、彼女の次にはクリュメネがいるが、クリュメネは彼女に背を向けている。
ἔστι δὲ πεποιημένα ἐν Νόστοις Μινύου μὲν τὴν Κλυμένην θυγατέρα εἶναι, γήμασθαι δὲ αὐτὴν Κεφάλῳ τῷ Δηίονος καὶ γενέσθαι σφίσιν Ἴφικλον παῖδα.
『帰国譚』においては、クリュメネはミニュアスの娘であり、デイオーンの子ケパロスと結婚して、彼らの間に子供のイピクロスが生まれたと歌われている。
τὰ δὲ ἐς τὴν Πρόκριν καὶ οἱ πάντες ᾄδουσιν, ὡς προτέρα Κεφάλῳ ἢ Κλυμένη συνῴκησε καὶ ὃν τρόπον ἐτελεύτησεν ὑπὸ τοῦ ἀνδρός.
プロクリスに関する事柄は誰もが歌うところであり、彼女がクリュメネよりも先にケパロスと結婚したことや、いかにして夫によって最期を遂げたかが知られている。
§10.29.7ἐσωτέρω δὲ τῆς Κλυμένης Μεγάραν τὴν ἐκ Θηβῶν ὄψει·
クリュメネのさらに奥には、テーバイのメガラーが見えるだろう。
ταύτην γυναῖκα ἔσχεν Ἡρακλῆς τὴν Μεγάραν καὶ ἀπεπέμψατο ἀνὰ χρόνον, ἅτε παίδων τε ἐστερημένος τῶν ἐξ αὐτῆς καὶ αὐτὴν ἡγούμενος οὐκ ἐπὶ ἀμείνονι τῷ δαίμονι γῆμαι.
ヘラクレスはこのメガラーを妻としたが、彼女との間の子供たちを失い、また彼女を娶ったのがより良い運命の下ではなかったと考えて、やがて彼女を離縁した。
γυναικῶν δὲ τῶν κατειλεγμένων ὑπὲρ τῆς κεφαλῆς ἥ τε Σαλμωνέως θυγάτηρ ἐστὶν ἐπὶ πέτρας καθεζομένη καὶ Ἐριφύλη παρʼ αὐτὴν ἑστῶσα, διὰ μὲν τοῦ χιτῶνος ἀνέχουσα ἄκρους παρὰ τὸν τράχηλον τοὺς δακτύλους, τοῦ χιτῶνος δὲ ἐν τοῖς κοίλοις εἰκάσεις τῶν χειρῶν τῇ ἑτέρᾳ ἐκεῖνον τὸν ὅρμον αὐτὴν ἔχειν.
これまでに列挙された女性たちの上の方には、サルモーネウスの娘が岩の上に座っており、その傍らにはエリピューレーが立っている。 彼女はキトーン越しに指先を首のあたりまで持ち上げており、キトーンのひだの中で、片方の手で例の首飾りを握っているのだと推測されるだろう。
§10.29.8ὑπὲρ δὲ τὴν Ἐριφύλην ἔγραψεν Ἐλπήνορά τε καὶ Ὀδυσσέα ὀκλάζοντα ἐπὶ τοῖς ποσίν, ἔχοντα ὑπὲρ τοῦ βόθρου τὸ ξίφος·
エリピューレーの上には、エルペノールと、穴の上に剣を構えて足元にかがみ込んでいるオデュッセウスが描かれている。
καὶ ὁ μάντις Τειρεσίας πρόεισιν ἐπὶ τὸν βόθρον.
そして予言者テイレイシアスが穴に向かって進み出ている。
μετὰ δὲ τὸν Τειρεσίαν ἐπὶ πέτρας ἡ Ὀδυσσέως μήτηρ Ἀντίκλειά ἐστιν·
テイレイシアスの次には、岩の上にオデュッセウスの母アンティクレイアがいる。
ὁ δὲ Ἐλπήνωρ ἀμπέχεται φορμὸν ἀντὶ ἐσθῆτος, σύνηθες τοῖς ναύταις φόρημα.
エルペノールは衣服の代わりに、船乗りたちにとって見慣れた身なりであるむしろをまとっている。
§10.29.9κατωτέρω δὲ τοῦ Ὀδυσσέως ἐπὶ θρόνων καθεζόμενοι Θησεὺς μὲν τὰ ξίφη τό τε Πειρίθου καὶ τὸ ἑαυτοῦ ταῖς χερσὶν ἀμφοτέραις ἔχει, ὁ δὲ ἐς τὰ ξίφη βλέπων ἐστὶν ὁ Πειρίθους·
オデュッセウスより低いところには、椅子に座っている者たちがおり、テーセウスはペイリトオスの剣と自分自身の剣を両手で持っている。 そして、剣を見つめているのがペイリトオスである。
εἰκάσαις ἂν ἄχθεσθαι τοῖς ξίφεσιν αὐτὸν ὡς ἀχρείοις καὶ ὄφελός σφισιν οὐ γεγενημένοις ἐς τὰ τολμήματα.
ペイリトオスはそれらの剣が役に立たず、自分たちの無謀な企てにおいて何の助けにもならなかったとして、剣に憤っているのだと推測されるだろう。
Πανύασσις δὲ ἐποίησεν ὡς Θησεὺς καὶ Πειρίθους ἐπὶ τῶν θρόνων παράσχοιντο σχῆμα οὐ κατὰ δεσμώτας, προσφύεσθαι δὲ ἀπὸ τοῦ χρωτὸς ἀντὶ δεσμῶν σφισιν ἔφη τὴν πέτραν.
しかしパニュアッシスの詩では、テーセウスとペイリトオスは椅子の上で囚人のような姿をしてはおらず、束縛の代わりに、彼らの皮膚から岩が密着して生えついていたと語られている。
§10.29.10Θησέως δὲ καὶ Πειρίθου τὴν λεγομένην φιλίαν ἐν ἀμφοτέραις ἐδήλωσεν Ὅμηρος ταῖς ποιήσεσι, καὶ Ὀδυσσεὺς μὲν πρὸς Φαίακας λέγων ἐστὶ
"
καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας οὓς ἔθελόν περ,
Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
テーセウスとペイリトオスのいわゆる友情を、ホメロスは両方の詩において明らかにしており、オデュッセウスはファイアケス人たちに次のように語っている。 "また、私が望んでいた、昔の英雄たちをさらに見られたかもしれないのに、テーセウスとペイリトオスという、神々の栄光ある子らを。
"
πεποίηται δὲ αὐτῷ καὶ ἐν Ἰλιάδι ὁ Νέστωρ ἄλλα τε ἐπὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως νουθεσίᾳ καὶ ἔπη τάδε εἰρηκώς·
"また『イリアス』においても、ネストルがアガメムノンとアキレウスを戒めるために他の事柄とともに以下の詩行を語っている姿が、彼によって描かれている。
"
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
Θησέα τʼ Αἰγείδην ἐπιείκελον ἀθανάτοισιν. "
"なぜなら、私はまだこのような男たちを見たことがなく、これからも見ることはないだろうから。 ペイリトオスや、民の羊飼いたるドリュアス、カイネウス、エクサディオス、神に劣らぬポリュペモス、そして不死なる神々に似たアイゲウスの子テーセウスのような男たちを。 "