Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.29.6-10.29.10

冥府画中的诸位女子与受困的忒修斯

第 451 段,共 465 段 · 希腊语

内容简介

文中描述了冥界画作中出现的普罗克里斯、克吕墨涅、梅加拉、泰罗和厄里费勒等妇女形象,接着是奥德修斯、先知泰瑞西阿斯,以及被岩石椅子困住的忒修斯和培里托俄斯,并引用荷马的诗句来证明他们著名的友谊。

§10.29.6παρὰ δὲ τὴν Θυίαν Πρόκρις τε ἕστηκεν ἡ Ἐρεχθέως καὶ μετʼ αὐτὴν Κλυμένη· ἐπιστρέφει δὲ αὐτῇ τὰ νῶτα ἡ Κλυμένη.
在帖伊亚身旁立着普罗克里斯,她是埃雷赫修斯的女儿,在她之后是克吕墨涅,而克吕墨涅对她转过背去。
ἔστι δὲ πεποιημένα ἐν Νόστοις Μινύου μὲν τὴν Κλυμένην θυγατέρα εἶναι, γήμασθαι δὲ αὐτὴν Κεφάλῳ τῷ Δηίονος καὶ γενέσθαι σφίσιν Ἴφικλον παῖδα.
在《归国》史诗中记载,克吕墨涅是弥努亚斯的女儿,她嫁给了狄伊翁之子凯法罗斯,两人育有一子伊菲克洛斯。
τὰ δὲ ἐς τὴν Πρόκριν καὶ οἱ πάντες ᾄδουσιν, ὡς προτέρα Κεφάλῳ ἢ Κλυμένη συνῴκησε καὶ ὃν τρόπον ἐτελεύτησεν ὑπὸ τοῦ ἀνδρός.
至于普罗克里斯的事迹,人人都在传唱,即她比克吕墨涅更早与凯法罗斯同居,以及她是如何死于丈夫之手的。
§10.29.7ἐσωτέρω δὲ τῆς Κλυμένης Μεγάραν τὴν ἐκ Θηβῶν ὄψει· ταύτην γυναῖκα ἔσχεν Ἡρακλῆς τὴν Μεγάραν καὶ ἀπεπέμψατο ἀνὰ χρόνον, ἅτε παίδων τε ἐστερημένος τῶν ἐξ αὐτῆς καὶ αὐτὴν ἡγούμενος οὐκ ἐπὶ ἀμείνονι τῷ δαίμονι γῆμαι.
在克吕墨涅更深处,你会看到来自底比斯的梅加拉;赫拉克勒斯曾娶这位梅加拉为妻,但后来与她离婚,因为他失去了与她所生的孩子们,并且认为娶她并无好运相随。
γυναικῶν δὲ τῶν κατειλεγμένων ὑπὲρ τῆς κεφαλῆς ἥ τε Σαλμωνέως θυγάτηρ ἐστὶν ἐπὶ πέτρας καθεζομένη καὶ Ἐριφύλη παρʼ αὐτὴν ἑστῶσα, διὰ μὲν τοῦ χιτῶνος ἀνέχουσα ἄκρους παρὰ τὸν τράχηλον τοὺς δακτύλους, τοῦ χιτῶνος δὲ ἐν τοῖς κοίλοις εἰκάσεις τῶν χειρῶν τῇ ἑτέρᾳ ἐκεῖνον τὸν ὅρμον αὐτὴν ἔχειν.
在已列出的妇女们上方,萨尔摩纽斯的女儿坐在岩石上,厄里费勒站在她身旁,她隔着长袍将手指尖提到颈部旁,你会猜测她在长袍的褶皱里用一只手拿着那条著名的项链。
§10.29.8ὑπὲρ δὲ τὴν Ἐριφύλην ἔγραψεν Ἐλπήνορά τε καὶ Ὀδυσσέα ὀκλάζοντα ἐπὶ τοῖς ποσίν, ἔχοντα ὑπὲρ τοῦ βόθρου τὸ ξίφος· καὶ ὁ μάντις Τειρεσίας πρόεισιν ἐπὶ τὸν βόθρον.
在厄里费勒上方,他画了埃尔勒诺尔,以及蹲下身子、在坑上方握着剑的奥德修斯;先知泰瑞西阿斯正走向这个坑。
μετὰ δὲ τὸν Τειρεσίαν ἐπὶ πέτρας ἡ Ὀδυσσέως μήτηρ Ἀντίκλειά ἐστιν· ὁ δὲ Ἐλπήνωρ ἀμπέχεται φορμὸν ἀντὶ ἐσθῆτος, σύνηθες τοῖς ναύταις φόρημα.
在泰瑞西阿斯之后,坐在岩石上的是奥德修斯的母亲安提克勒亚;埃尔勒诺尔裹着一件粗席子代替衣服,这是水手们寻常的装束。
§10.29.9κατωτέρω δὲ τοῦ Ὀδυσσέως ἐπὶ θρόνων καθεζόμενοι Θησεὺς μὲν τὰ ξίφη τό τε Πειρίθου καὶ τὸ ἑαυτοῦ ταῖς χερσὶν ἀμφοτέραις ἔχει, ὁ δὲ ἐς τὰ ξίφη βλέπων ἐστὶν ὁ Πειρίθους· εἰκάσαις ἂν ἄχθεσθαι τοῖς ξίφεσιν αὐτὸν ὡς ἀχρείοις καὶ ὄφελός σφισιν οὐ γεγενημένοις ἐς τὰ τολμήματα.
在奥德修斯下方,有坐在椅子上的人:忒修斯两手握着培里托俄斯的剑和他自己的剑,而看着这些剑的是培里托俄斯;你会猜测他正对这些剑感到愤怒,因为它们毫无用处,在他们的冒险行动中未能给他们带来任何帮助。
Πανύασσις δὲ ἐποίησεν ὡς Θησεὺς καὶ Πειρίθους ἐπὶ τῶν θρόνων παράσχοιντο σχῆμα οὐ κατὰ δεσμώτας, προσφύεσθαι δὲ ἀπὸ τοῦ χρωτὸς ἀντὶ δεσμῶν σφισιν ἔφη τὴν πέτραν.
但帕尼亚西斯在诗中写道,忒修斯和培里托俄斯在椅子上并不呈现囚犯的姿态,而是说岩石附着在他们的皮肤上以代替锁链。
§10.29.10Θησέως δὲ καὶ Πειρίθου τὴν λεγομένην φιλίαν ἐν ἀμφοτέραις ἐδήλωσεν Ὅμηρος ταῖς ποιήσεσι, καὶ Ὀδυσσεὺς μὲν πρὸς Φαίακας λέγων ἐστὶ " καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
关于忒修斯与培里托俄斯的所谓友谊,荷马在两部诗作中都作了说明,其中奥德修斯对法埃亚科斯人说道: "此刻我本可看见更早逝去、我所期望见到的英雄们,忒修斯与培里托俄斯,神明荣耀的子嗣。
" πεποίηται δὲ αὐτῷ καὶ ἐν Ἰλιάδι ὁ Νέστωρ ἄλλα τε ἐπὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως νουθεσίᾳ καὶ ἔπη τάδε εἰρηκώς· " οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον Θησέα τʼ Αἰγείδην ἐπιείκελον ἀθανάτοισιν.
"在《伊利亚特》中,荷马也描绘了涅斯托尔在劝诫阿伽门农和阿喀琉斯时,除其他话外,还说了以下这些诗句: "因为我从未见过这样的人,以后也见不到了,如培里托俄斯、民之牧者德律阿斯,以及凯纽斯、埃克萨迪奥斯和神一般的波吕斐摩斯,还有埃勾斯之子忒修斯,他堪比不死的神明。
"
"

词汇与语法注释

  1. 10.29.6ἔστι δὲ πεποιημένα — 带有中性复数分词 `πεποιημένα` 与 `ἔστι` 的非人称结构,引导接下来的宾格加不定式从句(`εἶναι`、`γήμασθαι`、`γενέσθαι`),表示史诗《归国》中所描绘的内容。
  2. 10.29.7εἰκάσεις ... αὐτὴν ἔχειν — 第二人称单数将来时 `εἰκάσεις`(你将猜测)支配着宾格加不定式结构 `αὐτὴν ἔχειν`(她拿着)。在主格宾格 `αὐτήν`(厄里费勒)与不定式 `ἔχειν` 之间夹杂着关于她的手及长袍褶皱的长句描述,形成了语序倒装(hyperbaton)。
  3. 10.29.9εἰκάσαις ἂν ἄχθεσθαι — 带有 `ἄν` 的希求法 `εἰκάσαις ἄν` 表示温和的推测。它支配着宾格加不定式结构 `ἄχθεσθαι ... αὐτόν`,其愤怒的主观原因通过 `ὡς` 加上与格分词(`ὡς ἀχρείοις καὶ ὄφελός σφισιν οὐ γεγενημένοις`)来解释。
  4. 10.29.9προσφύεσθαι δὲ ἀπὸ τοῦ χρωτὸς ἀντὶ δεσμῶν σφισιν ἔφη τὴν πέτραν — `ἔφη` 的主语是诗人帕尼亚西斯。在宾格加不定式结构中,`τὴν πέτραν` 充当不定式 `προσφύεσθαι` 的主格宾格。`σφισιν` 是与格中的第三人称复数间接反身代名词,指代该句子的主要人物(忒修斯和培里托俄斯)。

引用这一段

保萨尼亚斯, 希腊志 §10.29.6-10.29.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.29.6-10.29.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。