Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.28.1-10.28.8

ポリュグノトスの冥府図のカロンの船と罰を受ける死者

449 / 465 箇所 · ギリシア語

要旨

ポリュグノトスが描いたもう一方の絵(左半分)である冥府の描写が紹介され、カロンの船に乗る人物や、親への不孝者、神殿掠奪者、死者の肉を食らうエウリュノモスなどの姿が語られる。

§10.28.1τὸ δὲ ἕτερον μέρος τῆς γραφῆς τὸ ἐξ ἀριστερᾶς χειρός, ἔστιν Ὀδυσσεὺς καταβεβηκὼς ἐς τὸν Ἅιδην ὀνομαζόμενον, ὅπως Τειρεσίου τὴν ψυχὴν περὶ τῆς ἐς τὴν οἰκείαν ἐπέρηται σωτηρίας·
\n絵のもう一つの部分、すなわち左手側の部分は、オデュッセウスがテイレイアスの魂に故郷への安全な帰還について尋ねるために、いわゆる冥府(ハデス)へと下りて行った場面である。
ἔχει δὲ οὕτω τὰ ἐς τὴν γραφήν.
絵に関する事柄は以下のようになっている。
ὕδωρ εἶναι ποταμὸς ἔοικε, δῆλα ὡς ὁ Ἀχέρων, καὶ κάλαμοί τε ἐν αὐτῷ πεφυκότες καὶ ἰχθύες·
水は川であると思われ、明らかにアケロン川であり、その中には葦が生えており魚たちもいる。
ἔστι δʼ ἀμυδρὰ οὕτω δή τι τὰ εἴδη τῶν ἰχθύων ὡς σκιὰς μᾶλλον ἢ ἰχθῦς εἰκάσεις.
しかし、その魚たちの姿は非常に不鮮明なので、魚というよりはむしろ影であると推測するほどである。
καὶ ναῦς ἐστιν ἐν τῷ ποταμῷ καὶ ὁ πορθμεὺς ἐπὶ ταῖς κώπαις.
そして川には船があり、渡し守が櫂を手にしている。
§10.28.2ἐπηκολούθησε δὲ ὁ Πολύγνωτος ἐμοὶ δοκεῖν ποιήσει Μινυάδι·
\n\nポリュグノトスは、私の思うに、詩『ミニュアス』に従ったのだろう。
ἔστι γὰρ δὴ ἐν τῇ Μινυάδι ἐς Θησέα ἔχοντα καὶ Πειρίθουν " ἔνθʼ ἤτοι νέα μὲν νεκυάμβατον, ἣν ὁ γεραιός πορθμεὺς ἦγε Χάρων, οὐκ ἔλαβον ἔνδοθεν ὅρμου.
なぜなら『ミニュアス』の中に、テセウスとペイリトオスに関連して、次のようにあるからだ。 \n"\nそこで実に、死者を乗せた船、老いた渡し守カロンが操る船を、彼らは港の内側に見出さなかった。
" ἐπὶ τούτῳ οὖν καὶ Πολύγνωτος γέροντα ἔγραψεν ἤδη τῇ ἡλικίᾳ τὸν Χάρωνα.
\n"\nしたがって、この詩に基づいて、ポリュグノトスもカロンをすでに年齢のいった老人として描いたのである。
§10.28.3οἱ δὲ ἐπιβεβηκότες τῆς νεὼς οὐκ ἐπιφανεῖς ἐς ἅπαν εἰσὶν οἷς προσήκουσι.
\n\n船に乗っている者たちは、誰の親族であるか(誰に関連しているか)がすべて知られているわけではない。
Τέλλις μὲν ἡλικίαν ἐφήβου γεγονὼς φαίνεται, Κλεόβοια δὲ ἔτι παρθένος, ἔχει δὲ ἐν τοῖς γόνασι κιβωτὸν ὁποίας ποιεῖσθαι νομίζουσι Δήμητρι.
テリスは青年の年齢に達しているように見え、クレオボイアはまだ乙女(未婚の少女)であり、彼女は膝の上に、人々がデメテルのために作る習慣としているような箱を持っている。
ἐς μὲν δὴ τὸν Τέλλιν τοσοῦτον ἤκουσα ὡς ὁ ποιητὴς Ἀρχίλοχος ἀπόγονος εἴη τρίτος Τέλλιδος, Κλεόβοιαν δὲ ἐς Θάσον τὰ ὄργια τῆς Δήμητρος ἐνεγκεῖν πρώτην ἐκ Πάρου φασίν.
テリスに関しては、詩人アルキロコスがテリスの3代目の末裔であるということを私は耳にしている。 またクレオボイアについては、彼女がパロスからタソスへ、デメテルの密儀を最初に携えて行ったと言われている。
§10.28.4ἐπὶ δὲ τοῦ Ἀχέροντος τῇ ὄχθῃ μάλιστα θέας ἄξιον, ὅτι ὑπὸ τοῦ Χάρωνος τὴν ναῦν ἀνὴρ οὐ δίκαιος ἐς πατέρα ἀγχόμενός ἐστιν ὑπὸ τοῦ πατρός.
\n\nアケロンの岸辺においてとりわけ見るに値するのは、カロンの船の下で、父親に対して不義を働いた男が、父親によって首を絞められていることである。
περὶ πλείστου γὰρ δὴ ἐποιοῦντο οἱ πάλαι γονέας, ὥσπερ ἔστιν ἄλλοις τε τεκμήρασθαι καὶ ἐν Κατάνῃ τοῖς καλουμένοις Εὐσεβέσιν, οἵ, ἡνίκα ἐπέρρει τῇ Κατάνῃ πῦρ τὸ ἐκ τῆς Αἴτνης, χρυσὸν μὲν καὶ ἄργυρον ἐν οὐδενὸς μερίδι ἐποιήσαντο, οἱ δὲ ἔφευγον ὁ μὲν ἀράμενος μητέρα, ὁ δὲ αὐτῶν τὸν πατέρα·
なぜなら、昔の人々は親を最も重んじていたからであり、それは他の事柄からも、またカタネにおける、いわゆる「敬虔な人々」から推測することができる通りである。 彼らは、エトナからの火がカタネに押し寄せたとき、金や銀を全く価値のないものとみなし、一人は母親を担ぎ、もう一人は彼らの父親を担いで逃げた。
προϊόντας δὲ οὐ σὺν ῥᾳστώνῃ καταλαμβάνει σφᾶς τὸ πῦρ ἐπειγόμενον τῇ φλογί·
彼らが進んでいくと、押し寄せる炎が容易ならざる状況で彼らに追いついた。
καὶ —οὐ γὰρ κατετίθεντο οὐδʼ οὕτω τοὺς γονέας— διχῇ σχισθῆναι λέγεται τὸν ῥύακα, καὶ αὐτούς τε τοὺς νεανίσκους, σὺν δὲ αὐτοῖς τοὺς γονέας τὸ πῦρ οὐδέν σφισι λυμηνάμενον παρεξῆλθεν.
そして――彼らはそのような状況でも親を地面に下ろさなかったので――溶岩の流れは二つに裂けたと言われており、若者たち自身も、そして彼らと共にあった親たちをも、その火は彼らを全く傷つけることなく通り過ぎて行った。
§10.28.5οὗτοι μὲν δὴ τιμὰς καὶ ἐς ἐμὲ ἔτι παρὰ Καταναίων ἔχουσιν, ἐν δὲ τῇ Πολυγνώτου γραφῇ πλησίον τοῦ ἀνδρός, ὃς τῷ πατρὶ ἐλυμαίνετο καὶ διʼ αὐτὸ ἐν Ἅιδου κακὰ ἀναπίμπλησι, τούτου πλησίον ἱερὰ σεσυληκὼς ἀνὴρ ὑπέσχε δίκην·
\n\n彼らは確かに、私の時代に至るまでカタネの人々から敬意を受けている。 他方、ポリュグノトスの絵の中では、父親を虐待し、そのために冥府で罰を受けている男の近くに、神殿を略奪した男が罰を受けている。
γυνὴ δὲ ἡ κολάζουσα αὐτὸν φάρμακα ἄλλα τε καὶ ἐς αἰκίαν οἶδεν ἀνθρώπων.
そして、彼を懲らしめている女は、人々を苦しめるための、様々な薬を知っている。
§10.28.6περισσῶς δὲ ἄρα εὐσεβείᾳ θεῶν ἔτι προσέκειντο οἱ ἄνθρωποι, ὡς Ἀθηναῖοί τε δῆλα ἐποίησαν, ἡνίκα εἷλον Ὀλυμπίου Διὸς ἐν Συρακούσαις ἱερόν, οὔτε κινήσαντες τῶν ἀναθημάτων οὐδὲν τὸν ἱερέα τε τὸν Συρακούσιον φύλακα ἐπʼ αὐτοῖς ἐάσαντες·
\n\n昔の人々は、まことに並外れて神々への敬虔さに専念していた。 それはアテナイ人たちが、シラクサにあるオリンピアのゼウスの神殿を占領したときに明らかにした通りであり、彼らは捧げ物を何一つ動かさず、シラクサ人の神官をその管理者としてそのままにしておいた。
ἐδήλωσε δὲ καὶ ὁ Μῆδος Δᾶτις λόγοις τε οὓς εἶπε πρὸς Δηλίους καὶ τῷ ἔργῳ, ἡνίκα ἐν Φοινίσσῃ νηὶ ἄγαλμα εὑρὼν Ἀπόλλωνος ἀπέδωκεν αὖθις Ταναγραίοις ἐς Δήλιον.
また、ペルシア人ダティスも、デロス人に対して語った言葉と、その行動によってこれを示した。 フェニキアの船の中でアポロンの像を見つけたとき、それをタナグラの人々のためにデリオンへと返還した時にそれを示したのである。
οὕτω μὲν τὸ θεῖον καὶ οἱ πάντες τότε ἦγον ἐν τιμῇ, καὶ ἐπὶ λόγῳ τοιούτῳ τὰ ἐς τὸν συλήσαντα ἱερὰ ἔγραψε Πολύγνωτος.
このように、当時はすべての人が神性を尊んでおり、そのような考えに基づいて、ポリュグノトスは神殿を略奪した者についての絵を描いたのである。
§10.28.7ἔστι δὲ ἀνωτέρω τῶν κατειλεγμένων Εὐρύνομος·
\n\n列挙された者たちよりも上方には、エウリュノモスがいる。
δαίμονα εἶναι τῶν ἐν Ἅιδου φασὶν οἱ Δελφῶν ἐξηγηταὶ τὸν Εὐρύνομον, καὶ ὡς τὰς σάρκας περιεσθίει τῶν νεκρῶν, μόνα σφίσιν ἀπολείπων τὰ ὀστᾶ.
デルポイの解説者たちは、エウリュノモスは冥府のダイモンの一人であると言っており、死者たちの肉を食い尽くし、彼らには骨だけを残すのだという。
ἡ δὲ Ὁμήρου ποίησις ἐς Ὀδυσσέα καὶ ἡ Μινυάς τε καλουμένη καὶ οἱ Νόστοι—μνήμη γὰρ δὴ ἐν ταύταις καὶ Ἅιδου καὶ τῶν ἐκεῖ δειμάτων ἐστὶν—ἴσασιν οὐδένα Εὐρύνομον δαίμονα.
しかし、ホメロスのオデュッセウスに関する詩も、いわゆる『ミニュアス』も、『ノストイ』も――これらの中には冥府とその恐ろしいものについての言及があるのだが――エウリュノモスというダイモンを誰も知らない。
τοσοῦτο μέντοι δηλώσω, ὁποῖός τε ὁ Εὐρύνομος καὶ ἐπὶ ποίου γέγραπται τοῦ σχήματος·
しかしながら、エウリュノモスがどのような姿であり、どのような姿勢で描かれているかは示しておこう。
κυανοῦ τὴν χρόαν μεταξύ ἐστι καὶ μέλανος, ὁποῖαι καὶ τῶν μυιῶν αἱ πρὸς τὰ κρέα εἰσὶ προσιζάνουσαι, τοὺς δὲ ὀδόντας φαίνει, καθεζομένῳ δὲ ὑπέστρωταί οἱ δέρμα γυπός.
肌の色は暗青色と黒色の間で、肉にたかるハエの色のようである。 そして彼は歯をむき出しにしており、座っている彼の座席にはハゲワシの皮が敷かれている。
§10.28.8ἐφεξῆς δὲ μετὰ τὸν Εὐρύνομον ἥ τε ἐξ Ἀρκαδίας Αὔγη καὶ Ἰφιμέδειά ἐστι·
\n\nエウリュノモスの次に、アルカディア出身のアウゲと、イピメデイアがいる。
καὶ ἡ μὲν παρὰ Τεύθραντα ἡ Αὔγη ἀφίκετο ἐς Μυσίαν, καὶ γυναικῶν ὁπόσαις ἐς τὸ αὐτὸ Ἡρακλέα ἀφικέσθαι λέγουσι, μάλιστα δὴ παῖδα ἐοικότα ἔτεκε τῷ πατρί·
そしてアウゲはテウトラスのもとへとミュシアに赴き、ヘラクレスと交わったと言われるすべての女性たちの中で、とりわけ最も父親に似た子を産んだ。
τῇ δʼ Ἰφιμεδείᾳ γέρα δέδοται μεγάλα ὑπὸ τῶν ἐν Μυλάσοις Καρῶν.
他方、イピメデイアには、ミュラサのカリア人たちによって大いなる栄誉が与えられている。

語釈・文法注

  1. 10.28.2ἐμοὶ δοκεῖν — 「私の考えるところでは」を意味する絶対不定詞の慣用表現。主節から独立した副詞句として機能している。
  2. 10.28.3οἷς προσήκουσι — 関係代名詞 οἷς は与格で、動詞 προσήκουσι(「関係している」「親族である」)の補語。全体で「彼らが誰の親族であるか」を意味する間接疑問節的な役割を果たす。
  3. 10.28.4ὑπὸ τοῦ Χάρωνος τὴν ναῦν — 前置詞 ὑπό が対格 τὴν ναῦν を支配し、「船の下(の空間)に」を意味する。属格 τοῦ Χάρωνος は τὴν ναῦν に係り、「カロンの船」を表す。
  4. 10.28.4οὐ σὺν ῥᾳστώνῃ — 前置詞 σύν と名詞 ῥᾳστώνη(「容易さ」)に否定辞 οὐ が付くことで、「容易ではなく」「多大の困難を伴って」を意味する緩叙法(litotes)の表現。
  5. 10.28.7κυανοῦ τὴν χρόαν μεταξύ ἐστι καὶ μέλανος — 対格 τὴν χρόαν は「肌の色に関して」を意味する観点の対格。属格の κυανοῦ と μέλανος は、間を意味する副詞 μεταξύ の支配を受けている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.28.1-10.28.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.28.1-10.28.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。